18
αὐτοὺς ἐνάγει, λέγων· Γίνεσθε ὡς ἐγὼ, ὅτι κἀγὼ ὡς ὑμεῖς. Μὴ γὰρ ἐξ ἐθνῶν ἦλθον; φησί· μὴ γὰρ 48.865 ἄπειρος ἤμην τῆς νομικῆς πολιτείας, καὶ τῆς τιμωρίας τῆς κειμένης τοῖς παραβαίνουσι τὸν νόμον; Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν. Ἀλλὰ καὶ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν· τουτέστιν, Ἀπέστην αὐτῶν καθάπαξ. Γίνεσθε οὖν ὡς κἀγώ· καὶ γὰρ κἀγὼ ὡς ὑμεῖς ἤμην. Καὶ τί λέγω περὶ ἐμαυτοῦ; τριακόσιοι πατέρες, ἢ καὶ πλείους, εἰς τὴν Βιθυνῶν χώραν συνελθόντες ταῦτα ἐνομοθέτησαν· καὶ πάντας ἀτιμάζεις ἐκείνους; ∆υοῖν γὰρ θάτερον, ἢ ἄνοιαν αὐτῶν ὡς οὐκ ἀκριβῶς εἰδότων καταγινώσκεις, ἢ δειλίαν, ὡς εἰδότων μὲν, ὑποκριναμένων δὲ καὶ προδόντων τὴν ἀλήθειαν. Ὅταν γὰρ μὴ μένῃς ἐφ' οἷς ἐνομοθέτησαν ἐκεῖνοι, ταῦτα ἕπεται πάντως. Ὅτι δὲ καὶ σοφίαν πολλὴν καὶ ἀνδρείαν ἐπεδείξαντο τότε, τὰ γεγενημένα ἅπαντα δηλοῖ. Τὴν μὲν γὰρ σοφίαν αὐτῶν δείκνυσιν ἡ τότε ἐκτεθεῖσα πίστις, καὶ τὰ τῶν αἱρετικῶν ἐμφράξασα στόματα, καὶ καθάπερ τεῖχος ἀῤῥαγὲς τὰς ἐπιβουλὰς αὐτῶν ἀποκρουσαμένη πάσας· τὴν δὲ ἀνδρείαν ὁ προσφάτως παυσάμενος διωγμὸς, καὶ ὁ τῶν Ἐκκλησιῶν πόλεμος. Καθάπερ γὰρ ἀριστεῖς τινες μυρία στήσαντες τρόπαια, καὶ πολλὰ δεξάμενοι τραύματα, οὕτω πανταχόθεν ἐπανῄεσαν τότε τῶν Ἐκκλησιῶν οἱ προστάται τὰ στίγματα τοῦ Χριστοῦ βαστάζοντες, καὶ πολλὰς ἔχοντες ἀριθμεῖν τιμωρίας, ἃς διὰ τὴν ὁμολογίαν ὑπέμειναν. Οἱ μὲν γὰρ εἶχον εἰπεῖν μέταλλα καὶ τὴν ἐν αὐτοῖς ταλαιπωρίαν, οἱ δὲ δημεύσεις τῶν ὄντων ἁπάντων, οἱ δὲ λιμοὺς, οἱ δὲ πληγὰς συνεχεῖς· καὶ οἱ μὲν τὰς πλευρὰς κατεξεσμένας, οἱ δὲ τὰ νῶτα συντριβέντα, οἱ δὲ τοὺς ὀφθαλμοὺς ἐξορυγέντας, οἱ δὲ ἄλλο τι τοῦ σώματος μέρος ἀφῃρημένους ἑαυτοὺς διὰ τὸν Χριστὸν ἐπιδείκνυσθαι εἶχον. Καὶ ἀπὸ τῶν ἀθλητῶν τούτων ἡ σύνοδος ἅπασα συγκεκρότητο τότε, καὶ μετὰ τῆς πίστεως καὶ τοῦτο ἐνομοθέτησαν, ὥστε κοινῇ καὶ συμφώνως τὴν ἑορτὴν ταύτην ἐπιτελεῖν. Οἱ τοίνυν τὴν πίστιν μὴ προδόντες ἐν οὕτω χαλεπωτάτοις καιροῖς, οὗτοι δι' ἡμερῶν παρατήρησιν καθυποκρίνεσθαι ἔμελλον; Ὅρα τί ποιεῖς τοσούτους κατακρίνων πατέρας, οὕτως ἀνδρείους καὶ σοφούς. Εἰ γὰρ τελώνην κατακρίνας ὁ Φαρισαῖος, πάντα ἀπώλεσεν ἅπερ εἶχεν ἀγαθὰ, τίνα ἕξεις συγγνώμην, ποίαν δὲ ἀπολογίαν τοσούτων κατεξανιστάμενος διδασκάλων τῶν τῷ Θεῷ φίλων, καὶ ταῦτα ἀδίκως καὶ μετὰ πολλῆς τῆς ἀλογίας; Οὐκ ἤκουσας αὐτοῦ τοῦ Χριστοῦ λέγοντος ὅτι, Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν; Εἰ δὲ ὅπου δύο ἢ τρεῖς, μέσος ἐστὶν ὁ Χριστὸς, ὅπου τριακόσιοι καὶ πολλῷ πλείους παρῆσαν, πολλῷ μᾶλλον παρῆν, καὶ πάντα ἐτύπου καὶ ἐνομοθέτει. Σὺ δὲ οὐ μόνον ἐκείνων καταγινώσκεις, ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης, ἣ καὶ τὴν ἐκείνων γνώμην ἐπῄνεσεν. Ἢ καὶ τῶν ἁπανταχοῦ τῆς γῆς πατέρων σοφωτέρους Ἰουδαίους εἶναι νομίζεις, καὶ ταῦτα τῆς πατρῴας ἐκπεσόντας πολιτείας, καὶ ἑορτὴν οὐδεμίαν τελοῦντας; Ὅτι γὰρ οὐκ ἔστιν ἄζυμα παρ' αὐτοῖς, οὐδὲ πάσχα καὶ γὰρ καὶ τοῦτο ἀκούω λεγόντων πολλῶν, ὅτι μετὰ τοῦ ἀζύμου τὸ πάσχα ἐστίν, ἀλλ' ὅτι οὐκ ἔστι παρ' αὐτοῖς ἄζυμα, ἄκουσον τοῦ νομοθέτου λέγοντος, Οὐ δυνήσεσθε ποιῆσαι τὸ Πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι, ἀλλ' ἢ εἰς τὸν τόπον, ὃν ἐὰν 48.866 ἐπικληθῇ τὸ ὄνομα αὐτοῦ· περὶ τῆς Ἰερουσαλὴμ λέγων. Ὁρᾷς πῶς εἰς μίαν πόλιν συγκλείσας τὴν ἑορτὴν, ὕστερον καὶ τὴν πόλιν καθεῖλεν αὐτὴν, ἵνα καὶ ἄκοντας αὐτοὺς ἀπαγάγῃ τῆς πολιτείας ἐκείνης; Ὅτι γὰρ προεῖδε τὸ ἑπόμενον ὁ Θεὸς, παντί που δῆλόν ἐστι. Τίνος οὖν ἕνεκεν ἐκεῖ συνήλασεν αὐτοὺς ἀπὸ τῆς οἰκουμένης ἁπάσης, προειδὼς ὅτι ἀπολεῖται ἡ πόλις; οὐκ εὔδηλον, ὅτι καταλυθῆναι βουλόμενος τὴν ἑορτήν; Ὁ Θεὸς αὐτὴν κατέλυσε, καὶ Ἰουδαίοις ἀκολουθεὶς, περὶ ὧν φησιν ὁ προφήτης· Καὶ τίς τυφλὸς, ἀλλ' ἢ οἱ παῖδές μου, καὶ κωφὸς, ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Περὶ τίνα γὰρ οὐκ ἐγένοντο ἀγνώμονες ἐκεῖνοι καὶ ἀναίσθητοι· περὶ τοὺς ἀποστόλους, περὶ τοὺς προφήτας, περὶ τοὺς αὐτῶν