18
Καλῶς λέγουσιν ἐκείνου τὸ ἁμάρτημα, δεικνύντες, ὅτι μάρτυρα αἰτοῦσιν, οὐ πλεονάζοντες τὸν ἀριθμὸν, ἀλλ' ἐλαττωθῆναι οὐκ ἐῶντες. Καὶ ἔδωκαν κλήρους αὐτῶν (οὐδέπω γὰρ Πνεῦμα ἦν), καὶ ὁ κλῆρος ἐπὶ Ματθίαν ἔπεσε, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων. Τότε, φησὶν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν. Τοῦτό φησιν, ἵνα δείξῃ, ὅτι μακρὰν οὐ βαδίζουσιν ὁδὸν, ὡς φόβον τινὰ μὴ γενέσθαι τρέμουσιν ἔτι καὶ δεδοικόσιν αὐτοῖς. Καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον. Οὐκ ἐτόλμησαν γὰρ φανῆναι ἐπὶ τῆς πόλεως. Καὶ καλῶς εἰς τὸ ὑπερῷον ἀνέβησαν, ὥστε μὴ εἶναι εὔκολον ἐκ τοῦ ἑτοίμου συλληφθῆναι αὐτούς. Καὶ ἦσαν, φησὶ, προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ. Ὁρᾷς, πῶς ἐγρηγορότες ἦσαν τῇ προσευχῇ προσκαρτεροῦντες, καὶ ὁμοθυμαδὸν ὥσπερ ἐκ μιᾶς ψυχῆς προσκαρτεροῦντες; ∆ύο αὐτοῖς μαρτυρεῖ. Ὁ μὲν Ἰωσὴφ ἴσως τετελευτηκὼς ἦν. Οὐ γὰρ ἂν τῶν ἀδελφῶν πιστευσάντων ἐκεῖνος ἠπίστησεν ὁ πρὸ πάντων πιστεύσας· ἀμέλει γοῦν οὐδὲ ἁπλῶς φαίνεται οὐδαμοῦ ὡς ἀνθρώπῳ προέχων, καθάπερ ἡ μήτηρ ἔλεγεν· Ἐγὼ καὶ ὁ πατήρ σου ὀδυνώμενοι ἐζητοῦμέν σε. Ὥστε πρὸ πάντων αὐτὸς ἔγνω τοῦτον. Πρὸς δὲ τοὺς ἀδελφοὺς ἔλεγεν ὁ Χριστός· Οὐ δύναται ὁ κόσμος ὑμᾶς μισεῖν, ἐμὲ δὲ μισεῖ. Καὶ ὅρα τὴν ἐπιείκειαν Ἰακώβου. Αὐτὸς ἔλαβε τὴν ἐπισκοπὴν τὴν ἐν Ἱεροσολύμοις, καὶ ὅμως τότε οὐδὲν διαλέγεται. Ὅρα δὲ καὶ τῶν ἄλλων μαθητῶν τὴν πολλὴν ταπεινοφροσύνην, πῶς αὐτῷ συγχωροῦσι τοῦ θρόνου, καὶ οὐκ ἔτι ἀμφισβητοῦσι πρὸς ἀλλήλους. Ὥσπερ γὰρ ἐν οὐρανῷ ἡ Ἐκκλησία ἐκείνη ἦν, οὐδὲν ἔχουσα βιωτικὸν, οὐ τοίχοις, οὐδὲ μαρμάροις, ἀλλὰ προθυμίᾳ τῶν συνιόντων ἀπολάμπουσα. Ὡς ἑκατὸν εἴκοσιν ἦσαν, φησίν· οἱ ἑβδομήκοντα ἴσως, οὓς αὐτὸς ἐξελέξατο, ἢ καὶ ἄλλοι τῶν σπουδαιοτέρων, οἷον ὁ Ἰωσὴφ καὶ ὁ Ματθίας· καὶ γυναῖκες ἦσαν πολλαὶ, αἳ ἠκολούθουν αὐτῷ, ἐπιτοαυτὸ πανταχοῦ ἦσαν. 60.37 γʹ. Αὕτη πρόνοια διδασκάλου. Πρῶτος οὗτος διδάσκαλον κατέστησεν. Οὐκ εἶπεν, ὅτι Ἀρκοῦμεν ἡμεῖς· οὕτω πάσης κενοδοξίας ἐκτὸς ἦν, καὶ πρὸς ἓν ἑώρα μόνον, καίτοι οὐδὲ ἰσότυπον ἅπασιν εἶχε τὴν κατάστασιν ἀλλ' εἰκότως ταῦτα ἐγένετο διὰ τὴν ἀρετὴν τοῦ ἀνδρός· καὶ ὅτι τότε ἡ ἐπιστασία ἦν, οὐ τιμὴ, ἀλλὰ πρόνοια τῶν ἀρχομένων. Τοῦτο οὔτε τοὺς αἱρουμένους ἐποίει ἐπαίρεσθαι· ἐπὶ γὰρ κινδύνους ἐκαλοῦντο· οὔτε τοὺς μὴ αἱρεθέντας ὡς ἀτιμασθέντας ἀλγεῖν. Ἀλλ' οὐχὶ νῦν οὕτω γίνεται, ἀλλ' ἅπαν τοὐναντίον. Ὅρα γὰρ, ἑκατὸν εἴκοσιν ἦσαν, καὶ ἕνα αἰτεῖ ἀπὸ παντὸς τοῦ πλήθους· εἰκότως. Πρῶτος τοῦ πράγματος αὐθεντεῖ, ἅτε αὐτὸς πάντας ἐγχειρισθείς. Πρὸς γὰρ τοῦτον εἶπεν ὁ Χριστός· Καὶ σύ ποτε ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου. Ὅτι Κατηριθμημένος ἦν, φησὶ, σὺν ἡμῖν. ∆ιὰ τοῦτο προσήκει ἕτερον προβάλλεσθαι, ὥστε μάρτυρα γενέσθαι εἰς τὸν ἐκείνου τόπον. Καὶ ὅρα, πῶς τὸν διδάσκαλον μιμεῖται, πανταχοῦ ἀπὸ τῶν Γραφῶν διαλεγόμενος, καὶ οὐδὲν περὶ τοῦ Χριστοῦ λέγων οὐδέπω, ὅτι προεῖπε πολλάκις αὐτός. Καὶ οὐ λέγει, ἔνθα τῆς προδοσίας αὐτοῦ μέμνηται· οἷον, Στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη· ἀλλ' ἔνθα τῆς τιμωρίας αὐτοῦ μόνον τὴν μνήμην ἐποιήσατο· τοῦτο γὰρ αὐτοὺς τέως ὠφέλει. Τοῦτο μάλιστα δείκνυσι πάλιν τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν. Ὅτι Κατηριθμημένος ἦν, φησὶ, σὺν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. Κλῆρον αὐτὸν πανταχοῦ καλεῖ, δεικνὺς τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν ὂν, καὶ τῆς ἐκλογῆς, καὶ ἀναμιμνήσκων αὐτοὺς τῶν παλαιῶν, ὅτι ὁ Θεὸς αὐτὸν ἐκληρώσατο, καθάπερ τοὺς Λευΐτας, καὶ ἐνδιατρίβει τοῖς περὶ αὐτοῦ, ὁ τῆς προδοσίας μισθὸς αὐτὸς καὶ τῆς τιμωρίας γέγονε κήρυξ. Ἐκτήσατο γὰρ, φησὶ, χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας. Ὅρα πῶς Θεοῦ οἰκονομία τὸ γεγονὸς ἦν. Τῆς ἀδικίας, φησί. Πολλαὶ αἱ ἀδικίαι, ἀλλὰ ταύτης οὐδὲν ἀδικώτερον γέγονέ ποτε, ὥστε ἀδικίας ἦν τὸ πρᾶγμα. Οὐχὶ δὲ μόνον τοῖς παροῦσι γέγονε δῆλον τὸ γενόμενον, ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ ταῦτα, ὥστε ἄκοντες ὠνόμασαν οὐκ εἰδότες, καθάπερ καὶ Καϊάφας προεφήτευσεν