1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

19

οὐκ εἰδώς. Ὁ Θεὸς αὐτοὺς ἠνάγκασεν οὕτω καλέσαι Ἑβραϊστὶ Ἀκελδαμά. Ἀπὸ τούτου καὶ τὰἸουδαίοις ἐπιέναι μέλλοντα κακὰ δῆλα ἦν· καὶ δείκνυσι τέως τὴν πρόῤῥησιν ἐξελθοῦσαν ἐκ μέρους, τὴν λέγουσαν· Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Καὶ περὶ τῶν Ἰουδαίων τὰ αὐτὰ ἁρμόζει λέγειν. Εἰ γὰρ ὁ γενόμενος ὁδηγὸς, πολλῷ μᾶλλον καὶ οὗτοι. Ἀλλ' οὐδὲν τούτων λέγει τέως, Εἶτα δεικνὺς, ὅτι περὶ αὐτοῦ εἰκότως ἂν λέγοιτο Ἀκελδαμὰ, ἐνάγει τὸν προφήτην λέγοντα, Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος. Τί γὰρ ἐρημότερον τοῦ τάφον γενέσθαι; Ὥστε καὶ εἰκότως ἂν αὐτοῦ κληθείη τὸ χωρίον. Ὁ γὰρ τὸ τίμημα καταβαλὼν, εἰ καὶ ἕτεροι οἱ ἠγορακότες εἶεν, αὐτὸς ἂν εἴη δίκαιος λογίζεσθαι κύριος ἐρημώσεως μεγάλης. Αὕτη ἡ ἐρήμωσις προοίμιον τῆς Ἰουδαϊκῆς, εἴ γέ τις ἀκριβῶς ἐξετάσειε. Καὶ γὰρ ἐκεῖνοι ἑαυτοὺς ἀνεῖλον λιμῷ καὶ πολλοὺς ἀπέκτειναν, καὶ τάφος γέγονεν ἡ πόλις, τῶν ξένων, τῶν στρατιωτῶν· ἐκείνους γὰρ οὐδ' ἂν εἴασαν ταφῆναι, οὐδὲ γὰρ ταφῆς κατηξιώθησαν. ∆εῖ οὖν τῶν συνελθόντων ἡμῖν, φησὶν, ἀνδρῶν. Ὅρα, πῶς βούλεται αὐτόπτας αὐτοὺς εἶναι. Καίτοιγε ἔμελλε παρέσεσθαι τὸ Πνεῦμα· ἀλλ' ὅμως πολλὴ σπουδὴ περὶ τούτου ἦν. Τῶν συνελθόντων ἡμῖν ἀνδρῶν, 60.38 φησὶν, ἐν παντὶ χρόνῳ, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ' ἡμᾶς ὁ Κύριος Ἰησοῦς. ∆είκνυσιν αὐτοὺς συνωκηκότας αὐτῷ οὐχ ἁπλῶς ὡς μαθητὰς παρόντας. Ἄρα καὶ ἐξ ἀρχῆς τότε πολλοὶ παρηκολούθουν αὐτῷ. Ὅρα γοῦν, πῶς τοῦτο δηλοῖ, ὅταν λέγῃ· Ἦν εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου, καὶ ἀκολουθησάντων τῷ Ἰησοῦ. Ἐν παντὶ χρόνῳ, φησὶν, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ' ἡμᾶς ὁ Κύριος Ἰησοῦς, ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου. Καλῶς. Τὰ γὰρ πρὸ τούτου οὐδεὶς ᾔδει μαθὼν, ἀλλὰ Πνεύματι ἐμάνθανον. Ἕως τῆς ἡμέρας, φησὶν, ἧς ἀνελήφθη ἀφ' ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ σὺν ἡμῖν γενέσθαι ἕνα τούτων. Οὐκ εἶπε, Τῶν ἄλλων μάρτυρα, ἀλλὰ, Τῆς ἀναστάσεως μόνης μάρτυρα. Καὶ γὰρ ἀξιοπιστότερος ἦν ὁ δυνάμενος εἰπεῖν, ὅτι Ἐκεῖνος ὁ φαγὼν, καὶ πιὼν, καὶ σταυρωθεὶς, αὐτὸς ἀνέστη. Ὥστε οὔτε τῶν πρὸ τούτου χρόνων, οὔτε τῶν μετὰ ταῦτα ἔδει μάρτυρα εἶναι καὶ τῶν σημείων. Τὸ γὰρ ζητούμενον τοῦτο ἦν, ἡ ἀνάστασις· ἐπεὶ ἐκεῖνα δῆλα ἦν καὶ ὡμολογημένα, αὕτη δὲ λάθρα γέγονε, καὶ τούτοις μόνοις ἦν δήλη. Καὶ οὐ λέγουσιν, ὅτι Ἄγγελοι εἶπον ἡμῖν ἀλλ' ὅτι Ἑωράκαμεν ἡμεῖς. Πόθεν δῆλον; Ἐξ ὧν θαυματουργοῦμεν. ∆ιὰ τοῦτο μάλιστα τότε αὐτοὺς ἀξιοπίστους ἔδει εἶναι. Καὶ ἔστησαν, φησὶ, δύο. ∆ιατί μὴ πολλούς; Ἵνα μὴ μείζων ἡ ἀθυμία γένηται, μηδὲ εἰς πολλοὺς τὸ πρᾶγμα περιστῇ. Οὐχ ἁπλῶς δὲ προστίθησιν ἐκεῖνον, ἀλλὰ δεικνὺς, ὅτι πολλάκις ὁ παρὰ ἀνθρώποις τίμιος, παρὰ τῷ Θεῷ ἐλάττων ἐστί. Καὶ κοινῇ δὲ πάντες εὔχονται λέγοντες· Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον. Σὺ, φησὶ, μὴ ἡμεῖς. Εὐκαίρως καρδιογνώστην καλοῦσιν, ἀπὸ γὰρ τούτου αἱρεῖσθαι ἐχρῆν, οὐχὶ τῶν ἔξωθεν. Οὕτως ἐθάῤῥουν, ὅτι πάντως ἕνα δεῖ γενέσθαι. Καὶ οὐκ εἶπον, Ἔκλεξαι, ἀλλὰ, Ἀνάδειξον τὸν ἐκλεγέντα, φησὶν, Ὃν ἐξελέξω· εἰδότες πάντα προωρίσθαι τῷ Θεῷ. Ἐκ τούτων τῶν δύο ἕνα λαχεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς. Ἦν γὰρ καὶ ἄλλη διακονία. Καὶ ἔδωκαν αὐτοῖς κλήρους. Οὔπω γὰρ ἑαυτοὺς ἀξίους ἡγοῦντο ἀφ' ἑαυτῶν ἐκλέξασθαι· διὸ καὶ αἰτοῦσι διά τινος σημείου μαθεῖν. δʹ. Ἄλλως δὲ, εἰ ἔνθα οὔτε εὐχὴ, οὔτε ἀξιόλογοι ἄνδρες, κλῆρος τοσοῦτον ἴσχυσε, διὰ τὸ ἐξ ὀρθῆς γενέσθαι γνώμης ἐπὶ τοῦ Ἰωνᾶ· πολλῷ μᾶλλον ἐνταῦθα ἐπλήρωσε τὸν χορὸν, ἀπήρτισε τὴν τάξιν. Καὶ ὁ ἕτερος οὐκ ἤλγησεν· οὐ γὰρ ἂν ἀπέκρυψαν τὰ οἰκεῖα ἐλαττώματα οἱ ἀπόστολοι· οἵ γε περὶ αὐτῶν τῶν κορυφαίων εἰπεῖν οὐκ ἀπέσχοντο, ὅτι ἠγανάκτησαν ἀλλαχοῦ· καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις. Τούτους οὖν καὶ ἡμεῖς μιμησώμεθα. Οὐκ ἔτι μοι πρὸς πάντας ὁ λόγος, ἀλλὰ πρὸς τοὺς ἀρχῆς ἐφιεμένους. Εἰ πιστεύεις, ὅτι Θεοῦ ἐστιν ἐκλογὴ, μὴ ἀγανάκτει· ἐκείνῳ γὰρ ἀγανακτεῖς, καὶ πρὸς ἐκεῖνον παροξύνῃ· ἐκεῖνός ἐστιν ὁ ἐκλεξάμενος. Εἰ δὲ αὐτὸς μὲν ἐξελέξατο, σὺ δὲ τολμᾷς τούτῳ ἀγανακτεῖν, ταὐτὸν ποιεῖς οἷον ὁ Κάϊν. ∆έον γὰρ