ΟΜΙΛΙΑ βʹ. Περὶ τοῦ ἀόρατος ἦν ἡ γῆ καὶ ἀκατασκεύαστος
ΟΜΙΛΙΑ γʹ. Περὶ τοῦ στερεώματος.
ΟΜΙΛΙΑ δʹ. Περὶ συναγωγῆς τῶν ὑδάτων
ΟΜΙΛΙΑ εʹ. Περὶ βλαστήσεως γῆς
ΟΜΙΛΙΑ Ϛʹ Περὶ γενέσεως φωστήρων.
6. “ And God saw that it was good .” 15 Gen. i. 10. Scripture does not merely wish to say that a pleasing aspect of the sea presented itself to God. It is not with eyes that the Creator views the beauty of His works. He contemplates them in His ineffable wisdom. A fair sight is the sea all bright in a settled calm; fair too, when, ruffled by a light breeze of wind, its surface shows tints of purple and azure,—when, instead of lashing with violence the neighbouring shores, it seems to kiss them with peaceful caresses. However, it is not in this that Scripture makes God find the goodness and charm of the sea. Here it is the purpose of the work which makes the goodness.
In the first place sea water is the source of all the moisture of the earth. It filters through imperceptible conduits, as is proved by the subterranean openings and caves whither its waves penetrate; it is received in oblique and sinuous canals; then, driven out by the wind, it rises to the surface of the earth, and breaks it, having become drinkable and free from its bitterness by this long percolation. Often, moved by the same cause, it springs even from mines that it has crossed, deriving warmth from them, and rises boiling, and bursts forth of a burning heat, as may be seen in islands and on the sea coast; even inland in certain places, in the neighbourhood of rivers, to compare little things with great, almost the same phenomena occur. To what do these words tend? To prove that the earth is all undermined with invisible conduits, where the water travels everywhere underground from the sources of the sea.
Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐκ αὐτὸ τοῦτο τερπνήν τινα ὄψιν θαλάσσης ὁ λόγος ἐνδείκνυται τῷ Θεῷ πεφηνέναι. Οὐ γὰρ ὀφθαλμοῖς βλέπει τὰ κάλλη τῆς κτίσεως ὁ ποιητὴς, ἀλλὰ τῇ ἀρρήτῳ σοφίᾳ θεωρεῖ τὰ γινόμενα. Ἡδὺ μὲν γὰρ θέαμα, λευκαινομένη θάλασσα, γαλήνης αὐτὴν σταθερᾶς κατεχούσης: ἡδὺ δὲ καὶ ὅταν πραείαις αὔραις τραχυνομένη τὰ νῶτα, πορφύρουσαν χρόαν ἢ κυανῆν τοῖς ὁρῶσι προσβάλλῃ: ὅτε οὐδὲ τύπτει βιαίως τὴν γείτονα χέρσον, ἀλλ' οἷον εἰρηνικαῖς τισιν αὐτὴν περιπλοκαῖς κατασπάζεται. Οὐ μὴν οὕτω καὶ Θεῷ οἴεσθαι χρὴ τὴν Γραφὴν εἰρηκέναι καλὴν καὶ ἡδεῖαν ὦφθαι τὴν θάλασσαν, ἀλλὰ τὸ καλὸν ἐκεῖ τῷ λόγῳ τῆς δημιουργίας κρίνεται. Πρῶτον μὲν, ὅτι πηγὴ τῆς περὶ γῆν ἁπάσης νοτίδος ἐστὶ τὸ τῆς θαλάσσης ὕδωρ: τοῦτο μὲν ἐν τοῖς ἀφανέσι πόροις διαδιδόμενον, ὡς δηλοῦσιν αἱ σομφώδεις τῶν ἠπείρων καὶ ὕπαντροι, ὑφ' ἃς ἡ ῥοώδης διαυλωνίζουσα θάλασσα, ἐπειδὰν σκολιαῖς καὶ οὐ πρὸς τὸ ὄρθιον φερομέναις ἐναποληφθῇ διεξόδοις, ὑπὸ τοῦ κινοῦντος αὐτὴν πνεύματος ὠθουμένη, φέρεται ἔξω τὴν ἐπιφάνειαν διαρρήξασα, καὶ γίνεται πότιμος ἐκ τῆς διηθήσεως τὸ πικρὸν ἰαθεῖσα. Ἤδη δὲ καὶ θερμοτέρας ἐκ μετάλλων ποιότητος κατὰ τὴν διέξοδον προσλαβοῦσα, ἐκ τῆς αὐτῆς τοῦ κινοῦντος αἰτίας ζέουσα γίνεται, ὡς τὰ πολλὰ, καὶ πυρώδης: ὅπερ πολλαχοῦ μὲν τῶν νήσων, πολλαχοῦ δὲ τῶν παραλίων τόπων ἔξεστιν ἱστορῆσαι. Ὅπου γε καὶ κατὰ τὴν μεσόγειαν, τόποι τινὲς τῶν ποταμίων ὑδάτων γείτονες, ὡς μικρὰ μεγάλοις εἰκάσαι, τὰ παραπλήσια πάσχουσι. Πρὸς οὖν τί τοῦτο εἴρηταί μοι; Ὅτι πᾶσα ὑπόνομός ἐστιν ἡ γῆ, διὰ πόρων ἀφανῶν ἐκ τῶν ἀρχῶν τῆς θαλάσσης ὑπονοστοῦντος τοῦ ὕδατος.