ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας ΟΜΙΛΙΑΙ θʹ ΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ   ΟΜΙΛΙΑ αʹ   Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐραν

 Πρέπουσα ἀρχὴ τῷ περὶ τῆς τοῦ κόσμου συστάσεως μέλλοντι διηγεῖσθαι, ἀρχὴν τῆς τῶν ὁρωμένων διακοσμήσεως προθεῖναι τοῦ λόγου. Οὐρανοῦ γὰρ καὶ γῆς ποίησ

 Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἵστησί μου τὸν λόγον τὸ θαῦμα τῆς διανοίας. Τί πρῶτον εἴπω πόθεν ἄρξομαι τῆς ἐξηγήσεως Ἐλέγξω τῶν ἔ

 Μὴ οὖν ἄναρχα φαντάζου, ἄνθρωπε, τὰ ὁρώμενα, μηδὲ, ἐπειδὴ κυκλόσε περιτρέχει τὰ κατ' οὐρανὸν κινούμενα, ἡ δὲ τοῦ κύκλου ἀρχὴ τῇ προχείρῳ αἰσθήσει ἡμῶν

 Ἦπου αὐτοῖς ἡ περιουσία τῆς τοῦ κόσμου σοφίας προσθήκην οἴσει ποτὲ τῆς χαλεπῆς κατακρίσεως, ὅτι οὕτως ὀξὺ περὶ τὰ μάταια βλέποντες, ἑκόντες πρὸς τὴν σ

 Ἦν γάρ τι, ὡς ἔοικεν, καὶ πρὸ τοῦ κόσμου τούτου, ὃ τῇ μὲν διανοίᾳ ἡμῶν ἐστὶ θεωρητὸν, ἀνιστόρητον δὲ κατελείφθη, διὰ τὸ τοῖς εἰσαγομένοις ἔτι καὶ νηπί

 Τοσαυταχῶς οὖν λεγομένης τῆς ἀρχῆς, σκόπει εἰ μὴ πᾶσι τοῖς σημαινομένοις ἡ παροῦσα φωνὴ ἐφαρμόσει. Καὶ γὰρ ἀφ' οὗ χρόνου ἤρξατο ἡ τοῦ κόσμου τούτου σύ

 Ἐπειδὴ δὲ καὶ τῶν τεχνῶν αἱ μὲν ποιητικαὶ λέγονται, αἱ δὲ πρακτικαὶ, αἱ δὲ θεωρητικαί: καὶ τῶν μὲν θεωρητικῶν τέλος ἐστὶν ἡ κατὰ νοῦν ἐνέργεια: τῶν δὲ

 Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ περὶ τῆς οὐσίας ἔρευνα ἑκάστου τῶν ὄντων, ἢ τῶν κατὰ θεωρίαν ὑποπιπτόντων ἡμῖν, ἢ τῶν προκειμένων ἡ

 Ἐὰν δὲ ἕτερον σῶμα τῆς γῆς ἐμβριθέστερον ὑποθῇ κωλύειν τὴν γῆν πρὸς τὸ κάτω χωρεῖν, ἐνθυμηθήσῃ κἀκεῖνο ὁμοίου τινὸς δεῖσθαι τοῦ στέγοντος καὶ μὴ ἐῶντο

 Ἤδη δέ τινες τῶν φυσικῶν καὶ τοιαύταις αἰτίαις τὴν γῆν ἀκίνητον μένειν κατακομψεύονται. Ὡς ἄρα διὰ τὸ τὴν μέσην τοῦ παντὸς εἰληφέναι χώραν, καὶ διὰ τὴ

 Τὰ αὐτὰ δὲ ταῦτα καὶ περὶ οὐρανοῦ εἴποιμεν, ὅτι πολυφωνότατοι πραγματεῖαι τοῖς σοφοῖς τοῦ κόσμου περὶ τῆς οὐρανίου φύσεως καταβέβληνται. Καὶ οἱ μὲν σύ

  ΟΜΙΛΙΑ βʹ.   Περὶ τοῦ ἀόρατος ἦν ἡ γῆ καὶ ἀκατασκεύαστος 

 Μικροῖς ἕωθεν ἐνδιατρίψαντες ῥήμασι, τοσοῦτον ἀποκεκρυμμένον τὸ βάθος τῆς διανοίας εὕρομεν, ὥστε τῶν ἐφεξῆς παντελῶς ἀπογνῶναι. Εἰ γὰρ τὰ προαύλια τῶν

 Ἀλλ' οἱ παραχαράκται τῆς ἀληθείας, οἱ οὐχὶ τῇ Γραφῇ τὸν ἑαυτῶν νοῦν ἀκολουθεῖν ἐκδιδάσκοντες, ἀλλὰ πρὸς τὸ οἰκεῖον βούλημα τὴν διάνοιαν τῶν Γραφῶν δια

 Ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν: οὐκ ἐξ ἡμισείας ἑκάτερον, ἀλλ' ὅλον οὐρανὸν καὶ ὅλην γῆν, αὐτὴν τὴν οὐσίαν τῷ εἴδει συνειλημμένην. Οὐχὶ γὰρ σ

 Ἀλλὰ καὶ σκότος, φησὶν, ἐπάνω τῆς ἀβύσσου: Πάλιν ἄλλαι μύθων ἀφορμαὶ, καὶ πλασμάτων δυσσεβεστέρων ἀρχαὶ πρὸς τὰς ἰδίας ὑπονοίας παρατρεπόντων τὰ ῥήματ

 Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει: μηδὲ ἀρχέγονόν τινα φύσιν πονηρίας φαντάζου: ἀλλὰ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν γνωριζέτω. Ἀεὶ γὰρ

 Καὶ Πνεῦμα Θεοῦ, φησὶν, ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Εἴτε τοῦτο λέγει τὸ πνεῦμα, τοῦ ἀέρος τὴν χύσιν, δέξαι τὰ μέρη τοῦ κόσμου καταριθμοῦντά σοι τὸν συ

 Καὶ εἶπεν ὁ Θεὸς, γενηθήτω φῶς. Πρώτη φωνὴ Θεοῦ φωτὸς φύσιν ἐδημιούργησε, τὸ σκότος ἠφάνισε, τὴν κατήφειαν διέλυσε, τὸν κόσμον ἐφαίδρυνε, πᾶσιν ἀθρόως

 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Νῦν μὲν λοιπὸν μετὰ τὴν ἡλίου γένεσιν ἡμέρα ἐστὶν, ὁ ὑπὸ ἡλίου πεφωτισμένος ἀὴρ, ἐν τῷ

  ΟΜΙΛΙΑ γʹ.   Περὶ τοῦ στερεώματος. 

 Τὰ τῆς πρώτης ἡμέρας ἔργα, μᾶλλον δὲ τὰ τῆς μιᾶς: μὴ γὰρ οὖν ἀφελώμεθα αὐτῆς τὸ ἀξίωμα, ὃ ἐν τῇ φύσει ἔχει, παρὰ τοῦ κτίσαντος καθ' ἑαυτὴν ἐκδοθεῖσα,

 Καὶ εἶπεν ὁ Θεὸς γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Ἤδη καὶ χθὲς ἠκούσαμεν Θεοῦ ῥημάτων, Γενηθήτω

 Δεύτερόν ἐστιν ἐξετάσαι, εἰ ἕτερον παρὰ τὸν ἐν ἀρχῇ πεποιημένον οὐρανὸν τὸ στερέωμα τοῦτο, ὃ καὶ αὐτὸ ἐπεκλήθη οὐρανὸς, καὶ εἰ ὅλως οὐρανοὶ δύο: ὅπερ

 Καὶ εἶπεν ὁ Θεός: γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα: καὶ διεχώρισ

 Ἀλλ' ἐπὶ τὰ συνεχῆ τῆς ἐξηγήσεως τὸν λόγον ἐπαναγάγωμεν. Ἔστω διαχωρίζον, φησὶν, ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Ἄπειρος μὲν ἦν, ὡς ἔοικε, τῶν ὑδάτων ἡ χ

 Περίβλεψαι πᾶσαν τὴν κτίσιν, καὶ ὄψει τοῦ θερμοῦ τὴν δύναμιν τοῖς ἐν γενέσει καὶ φθορᾷ πᾶσιν ἐνδυναστεύουσαν. Διὰ τοῦτο πολὺ τὸ ὕδωρ ὑπὲρ γῆς κεχυμένο

 Διὰ τοῦτο Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Εἴρηται τί τὸ σημαινόμενον παρὰ τῇ Γραφῇ τὸ τοῦ στερε

 Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα οὐρανόν: ὡς κυρίως μὲν ἑτέρῳ τῆς προσηγορίας ἐφαρμοζούσης, καθ' ὁμοίωσιν δὲ καὶ τούτου μεταλαμβάνοντος τῆς κλήσεως. Τε

 Ἡμῖν δὲ καὶ πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας ἐστί τις λόγος περὶ τῶν διακριθέντων ὑδάτων, οἳ προφάσει ἀναγωγῆς, καὶ νοημάτων ὑψηλοτέρων, εἰς ἀλληγορίας κατ

 Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐχὶ ὀφθαλμοῖς Θεοῦ τέρψιν παρέχει τὰ παρ' αὐτοῦ γινόμενα, οὐδὲ τοιαύτη παρ' αὐτῷ ἡ ἀποδοχὴ τῶν καλῶν, οἵα καὶ παρ' ἡμῖν:

  ΟΜΙΛΙΑ δʹ.   Περὶ συναγωγῆς τῶν ὑδάτων 

 Εἰσί τινες πόλεις παντοδαποῖς θεάμασι θαυματοποιῶν ἀπὸ βαθέος ὄρθρου μέχρις ἑσπέρας αὐτῆς ἑστιῶσαι τὰς ὄψεις. Καὶ μέντοι καὶ μελῶν τινων κεκλασμένων κ

 Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετο οὕτως, καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω το

 Συναχθήτω τὰ ὕδατα. Ἐκελεύσθη τρέχειν τῶν ὑδάτων ἡ φύσις, καὶ οὐδέποτε κάμνει τῷ προστάγματι ἐκείνῳ κατασπευδομένη διηνεκῶς. Τοῦτο δὲ λέγω, πρὸς τὴν ῥ

 Ἔπειτα ὁ εἰπὼν συναχθῆναι τὰ ὕδατα εἰς συναγωγὴν μίαν, ἔδειξέ σοι, ὅτι πολλὰ ἦν κατὰ πολλοὺς τόπους διῃρημένα τὰ ὕδατα. Αἵ τε γὰρ τῶν ὀρῶν κοιλότητες,

 Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Οὐκ εἶπε, καὶ ὀφθήτω ἡ γῆ, ἵνα μὴ πάλιν αὐτὴν ἀκατάσκευον ἐπιδείξῃ, πηλώδη

 Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Οὐκ αὐτὸ τοῦτο τερπνήν τινα ὄψιν θαλάσσης ὁ λόγος ἐνδείκνυται τῷ Θεῷ πεφηνέναι. Οὐ γὰρ ὀφθαλμοῖς βλέπει τὰ κάλλη τῆς κτίσε

 Καλὴ τοίνυν ἡ θάλασσα τῷ Θεῷ, καὶ διὰ τὴν ἐν τῷ βάθει τῆς ἰκμάδος ὑποδρομήν: καλὴ καὶ διότι ποταμῶν οὖσα δοχεῖον, εἰς ἑαυτὴν τὰ πανταχόθεν καταδέχεται

  ΟΜΙΛΙΑ εʹ.   Περὶ βλαστήσεως γῆς 

 Καὶ εἶπεν ὁ Θεός: βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν κατὰ γένος, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ.

 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα, φησὶ, κατὰ γένος. Ὥστε κἄν τι γένος βοτάνης ἑτέροις διαφέρῃ, κἀκείνων τὸ κέρδος πρὸς ἡμᾶς ἐπανέρχεται,

 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα. Ἔτι καὶ νῦν ἡ τάξις τῶν φυομένων μαρτυρεῖ τῇ πρώτῃ διακοσμήσει. Ἡ γὰρ βλ

 Τί εἴπω τί σιωπήσω Ἐν πλουσίοις τῆς κτίσεως θησαυροῖς ἄπορος μὲν ἡ εὕρεσις τοῦ τιμιωτέρου, δυσφορωτάτη δὲ ἡ ζημία τοῦ παρεθέντος. Βλαστησάτω ἡ γῆ βο

 Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Πόσην αὐτόματον λέγει τροφὴν ἐν τούτοις, τήν τε ἐν ῥίζαις, καὶ τὴν ἐν αὐτῇ τῇ βοτάνῃ, καὶ τὴν ἐν καρποῖς ἤδη πόσην δὲ

 Ἀλλὰ Καὶ ξύλον κάρπιμον, φησὶ, ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος καὶ καθ' ὁμοιότητα ἐπὶ τῆς γῆς. Ἐπὶ τούτῳ τῷ ῥήματι πᾶσαι μὲν λόχμ

 Ἀλλ' ἐπανέλθωμεν πρὸς τὴν ἔρευναν τῶν τεχνικῶν διατάξεων. Πόσα τότε γένη φυτῶν ἐπανέδραμε, τὰ μὲν ἔγκαρπα, τὰ δὲ ἐρέψιμα, ἄλλα πρὸς ναυπηγίαν ἐπιτήδει

 Τοιαῦται μὲν οὖν αἱ περὶ τὸν τρόπον τῆς γενέσεως αὐτῶν διαφοραὶ, ὡς ἐλάχιστα εἰπεῖν ἀπὸ πλείστων. Αὐτῶν δὲ τῶν καρπῶν τίς ἂν ἐπέλθοι τὴν ποικιλίαν, τὰ

 Καὶ τί δεῖ τὰ πόρρω λέγειν, ὅπου γε ἐπὶ τῆς αὐτῆς συκῆς πρὸς τὰς ἐναντιωτάτας μεταβαίνει ποιότητας Πικρότατον μὲν γάρ ἐστιν ἐν τῷ ὀπῷ, γλυκύτατον δὲ

 Βλαστησάτω ἡ γῆ. Τὸ μικρὸν τοῦτο πρόσταγμα εὐθὺς φύσις μεγάλη καὶ λόγος ἔντεχνος ἦν, θᾶττον τοῦ ἡμετέρου νοήματος τὰς μυρίας τῶν φυομένων ἰδιότητας ἐκ

  ΟΜΙΛΙΑ Ϛʹ   Περὶ γενέσεως φωστήρων. 

 Τὸν ἀθλητῶν θεατὴν μετέχειν τινὸς προσῆκε καὶ αὐτὸν εὐτονίας. Καὶ τοῦτο ἐκ τῶν πανηγυρικῶν θεσμῶν ἄν τις κατίδοι, οἳ τοὺς συγκαθεζομένους εἰς τὸ στάδι

 Καὶ εἶπεν ὁ Θεός: γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, ὥστε διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυ

 Καὶ μηδενὶ ἄπιστον εἶναι δοκείτω τὸ εἰρημένον, ὅτι ἄλλο μέν τι τοῦ φωτὸς ἡ λαμπρότης, ἄλλο δέ τι τὸ ὑποκείμενον τῷ φωτὶ σῶμα. Πρῶτον μὲν οὖν ἐκ τοῦ τὰ

 Καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Ἀναγκαῖαι πρὸς τὸν ἀνθρώπινον βίον αἱ ἀπὸ τῶν φωστήρων σημειώσεις. Ἐὰν μή

 Ἀλλ' οἱ ὑπὲρ τὰ ἐσκαμμένα πηδῶντες, ἐπὶ τὴν συνηγορίαν τῆς γενεθλιαλογίας τὸν λόγον ἕλκουσι, καὶ λέγουσι προσηρτῆσθαι τὴν ἡμετέραν ζωὴν τῇ κινήσει τῶν

 Οἷα δὲ καὶ τὰ ἀποτελεστικά Ὁ δεῖνα οὖλος, φησὶ, τὴν τρίχα, καὶ χαροπός: κριῷ γὰρ ἔχει τὴν ὥραν: τοιοῦτον δέ πως ὀφθῆναι τὸ ζῷον. Ἀλλὰ καὶ μεγαλόφρων:

 Καὶ οὐκ ἐπὶ τούτων ἵστανται μόνον, ἀλλὰ καὶ ὧν ἡ προαίρεσις ἑκάστου ἡμῶν κυρία (λέγω δὴ, τῶν ἐπιτηδευμάτων ἀρετῆς ἢ κακίας), καὶ τούτων τὰς αἰτίας τοῖ

 Πρὸς δὲ τὰ ἑξῆς τῶν ῥημάτων ἐπανέλθωμεν. Ἔστωσαν, φησὶν, εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Εἴρηται ἡμῖν τὰ περὶ τῶν σημε

 Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους. Ἐπειδὴ τὸ μέγα τὸ μὲν ἀπόλυτον ἔχει τὴν ἔννοιαν: ὡς μέγας ὁ οὐρανὸς, καὶ μεγάλη ἡ γῆ, καὶ μεγάλη

 Κἀκεῖνο δέ σοι ἐναργὲς ἔστω τοῦ μεγέθους σημεῖον. Ἀπείρων ὄντων τῷ πλήθει τῶν κατ' οὐρανὸν ἀστέρων, τὸ παρ' αὐτῶν συνερανιζόμενον φῶς οὐκ ἐξαρκεῖ τῆς

 Καὶ τὰ περὶ τὸν ἀέρα δὲ πάθη ταῖς μεταβολαῖς ταύτης συνδιατίθεται, ὡς μαρτυροῦσιν ἡμῖν αἵ τε κατὰ τὴν νουμηνίαν πολλάκις ἀπὸ γαλήνης καὶ νηνεμίας αἰφν

  ΟΜΙΛΙΑ ζʹ   Περὶ ἑρπετῶν 

 Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος, καὶ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ κατὰ γένος. Μετὰ τὴν τῶν φωστήρω

 Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος. Ἑκάστου γένους τὰς ἀπαρχὰς νῦν, οἱονεὶ σπέρματά τινα τῆς φύσεως, προβληθῆναι κελεύει: τὸ δὲ πλῆθος α

 Τροφὴ δὲ ἰχθύσιν ἄλλοις ἄλλη κατὰ γένος διωρισμένη. Οἱ μὲν γὰρ ἰλύϊ τρέφονται: οἱ δὲ τοῖς φυκίοις: ἄλλοι ταῖς βοτάναις ταῖς ἐντρεφομέναις τῷ ὕδατι ἀρκ

 Ἀλλ' οὐχ ἡμεῖς τοιοῦτοι. Πόθεν Οἵγε μεταίρομεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν. Παρατεμνόμεθα γῆν, συνάπτομεν οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς

 Εἶδον ταῦτα ἐγὼ, καὶ τὴν ἐν πᾶσι τοῦ Θεοῦ σοφίαν ἐθαύμασα. Εἰ τὰ ἄλογα ἐπινοητικὰ καὶ φυλακτικὰ τῆς ἰδίας αὐτῶν σωτηρίας, καὶ οἶδε τὸ αἱρετὸν αὐτῷ καὶ

 Ἀκουέτω δὲ καὶ ὁ ἀνὴρ τῆς προσηκούσης αὐτῷ παραινέσεως. Ἡ ἔχιδνα τὸν ἰὸν ἐξεμεῖ, αἰδουμένη τὸν γάμον: σὺ τὸ τῆς ψυχῆς ἀπηνὲς καὶ ἀπάνθρωπον οὐκ ἀποτίθ

  ΟΜΙΛΙΑ ηʹ   Περὶ πτηνῶν καὶ ἐνύδρων. 

 Καὶ εἶπεν ὁ Θεὸς, ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία κατὰ γένος. Καὶ ἐγένετο οὕτως. Ἦλθε τὸ πρόσταγμα ὁδῷ βαδίζον,

 Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Διὰ τί ἡ γῆ ψυχὴν ζῶσαν ἐξάγει Ἵνα μάθῃς διαφορὰν ψυχῆς κτήνους καὶ ψυχῆς ἀνθρώπου. Μικρὸν ὕστερον γνώσῃ, πῶς ἡ ψυχὴ τοῦ

 Εἰσὶ μέντοι γενῶν διαφοραὶ μυρίαι καὶ ἐν τοῖς ὄρνισιν, ἃς ἐάν τις κατὰ τὸν αὐτὸν τρόπον ἐπίῃ καθ' ὃν ἐν μέρει καὶ τῆς τῶν ἰχθύων ἐξετάσεως ἐφηψάμεθα,

 Μυρίαι, ὡς ἔφαμεν, καὶ τῶν πράξεων καὶ τῶν βίων διαφοραί. Ἔστι δέ τινα καὶ πολιτικὰ τῶν ἀλόγων, εἴπερ πολιτείας ἴδιον, τὸ πρὸς ἓν πέρας κοινὸν συννεύε

 Πῶς ἄν σοι πάντα δι' ἀκριβείας ἐπέλθοιμι τὰ ἐν τοῖς βίοις τῶν ὀρνίθων ἰδιώματα Πῶς μὲν αἱ γέρανοι τὰς ἐν τῇ νυκτὶ προφυλακὰς ἐκ περιτροπῆς ὑποδέχοντα

 Τὴν τρυγόνα φασὶ διαζευχθεῖσάν ποτε τοῦ ὁμόζυγος, μηκέτι τὴν πρὸς ἕτερον καταδέχεσθαι κοινωνίαν, ἀλλὰ μένειν ἀσυνδύαστον, μνήμῃ τοῦ ποτὲ συζευχθέντος

 Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Ἐπὶ μὲν τῆς γῆς ἐκελεύσθη πετάσθαι, διὰ τὸ πᾶσι

 Ἁπλῶς ἀναγινωσκόμενα τὰ ῥήματα τῆς Γραφῆς, συλλαβαί τινες εἰσι μικραί: Ἐξαγαγέτω τὰ ὕδατα πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ: ἐ

  ΟΜΙΛΙΑ θʹ   Περὶ χερσαίων. 

 Πῶς ὑμῖν ἡ ἑωθινὴ τῶν λόγων τράπεζα κατεφάνη Ἐμοὶ μὲν γὰρ ἐπῆλθεν εἰκάσαι τὰ ἐμαυτοῦ πένητός τινος ἑστιάτορος φιλοφροσύνῃ, ὃς τῶν εὐτραπέζων τις εἶνα

 Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κτηνῶν καὶ θηρίων καὶ ἑρπετῶν. Νόησον ῥῆμα Θεοῦ διὰ τῆς κτίσεως τρέχον, καὶ τότε ἀρξάμενον, καὶ μέχρι νῦν ἐνεργοῦν, καὶ εἰς

 Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Οὐ τοίνυν ἐναποκειμένη τῇ γῇ ἡ ψυχὴ τῶν ἀλόγων ἐξεφάνη, ἀλλ' ὁμοῦ τῷ προστάγματι συνυπέστη. Μία δὲ ψυχὴ τῶν ἀλόγων. Ἓν γὰρ

 Εἰσὶ δὲ καὶ παρ' ἡμῖν αἱ ἀρεταὶ κατὰ φύσιν, πρὸς ἃς ἡ οἰκείωσις τῆς ψυχῆς οὐκ ἐκ διδασκαλίας ἀνθρώπων, ἀλλ' ἐξ αὐτῆς τῆς φύσεως ἐνυπάρχει. Ὡς γὰρ οὐδε

 Ἀλλ' ἐπὶ τὴν θεωρίαν τῆς κτίσεως ἐπανίωμεν. Τὰ εὐαλωτότερα τῶν ζῴων, πολυγονώτερα. Διὰ τοῦτο πολυτόκοι λαγωοὶ, καὶ αἶγες ἄγριαι, καὶ πρόβατα ἄγρια διδ

 Πίστεώς ἐστιν ἀπόδειξις τὰ θηρία. Πέποιθας ἐπὶ Κύριον Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Καὶ ἔχεις τὴν διὰ πίστ

5. And God said: “  Let the waters be gathered together unto one place and let the dry land appear .” He did not say let the earth appear, so as not to show itself again without form, mud-like, and in combination with the water, nor yet endued with proper form and virtue. At the same time, lest we should attribute the drying of the earth to the sun, the Creator shows it to us dried before the creation of the sun. Let us follow the thought Scripture gives us. Not only the water which was covering the earth flowed off from it, but all that which had filtered into its depths withdrew in obedience to the irresistible order of the sovereign Master. And it was so. This is quite enough to show that the Creator’s voice had effect: however, in several editions, there is added “And the water which was under the heavens gathered itself unto one place and the dry land was seen;” words that other interpreters have not given, and which do not appear conformable to Hebrew usage. In fact, after the assertion, “and it was so,” it is superfluous to repeat exactly the same thing. In accurate copies these words are marked with an obelus,  13  The obelus (†) is used by Jerome to mark superfluous matter in the lxx. cf. Jer. p. 494, in Canon Fremantle’s Translation. The addition in question appears neither in the Vulgate, nor in Aquila, or Symmachus, or Theodotion. Ambrose, however, in Hexæm. iii. 5 approves of it. which is the sign of rejection.

 And God called the dry land earth; and the gathering together of the waters called He seas .”  14  Gen. i. 10. Why does Scripture say above that the waters were gathered together unto one place, and that the dry earth appeared? Why does it add here the dry land appeared, and God gave it the name of earth? It is that dryness is the property which appears to characterize the nature of the subject, whilst the word earth is only its simple name. Just as reason is the distinctive faculty of man, and the word man serves to designate the being gifted with this faculty, so dryness is the special and peculiar quality of the earth. The element essentially dry receives therefore the name of earth, as the animal who has a neigh for a characteristic cry is called a horse. The other elements, like the earth, have received some peculiar property which distinguishes them from the rest, and makes them known for what they are. Thus water has cold for its distinguishing property; air, moisture; fire, heat. But this theory really applies only to the primitive elements of the world. The elements which contribute to the formation of bodies, and come under our senses, show us these qualities in combination, and in the whole of nature our eyes and senses can find nothing which is completely singular, simple and pure. Earth is at the same time dry and cold; water, cold and moist; air, moist and warm; fire, warm and dry. It is by the combination of their qualities that the different elements can mingle. Thanks to a common quality each of them mixes with a neighbouring element, and this natural alliance attaches it to the contrary element. For example, earth, which is at the same time dry and cold, finds in cold a relationship which unites it to water, and by the means of water unites itself to air. Water placed between the two, appears to give each a hand, and, on account of its double quality, allies itself to earth by cold and to air by moisture. Air, in its turn, takes the middle place and plays the part of a mediator between the inimical natures of water and fire, united to the first by moisture, and to the second by heat. Finally fire, of a nature at the same time warm and dry, is linked to air by warmth, and by its dryness reunites itself to the earth. And from this accord and from this mutual mixture of elements, results a circle and an harmonious choir whence each of the elements deserves its name. I have said this in order to explain why God has given to the dry land the name of earth, without however calling the earth dry. It is because dryness is not one of those qualities which the earth acquired afterwards, but one of those which constituted its essence from the beginning. Now that which causes a body to exist, is naturally antecedent to its posterior qualities and has a pre-eminence over them. It is then with reason that God chose the most ancient characteristic of the earth whereby to designate it.

13 The obelus (†) is used by Jerome to mark superfluous matter in the lxx. cf. Jer. p. 494, in Canon Fremantle’s Translation. The addition in question appears neither in the Vulgate, nor in Aquila, or Symmachus, or Theodotion. Ambrose, however, in Hexæm. iii. 5 approves of it.
14 Gen. i. 10.

Καὶ εἶπεν ὁ Θεὸς, συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Οὐκ εἶπε, καὶ ὀφθήτω ἡ γῆ, ἵνα μὴ πάλιν αὐτὴν ἀκατάσκευον ἐπιδείξῃ, πηλώδη οὖσαν, καὶ ἀναμεμιγμένην τῷ ὕδατι, οὔπω τὴν οἰκείαν ἀπολαβοῦσαν μορφὴν οὐδὲ δύναμιν. Ὁμοῦ δὲ, ἵνα μὴ τῷ ἡλίῳ τὴν τοῦ ἀναξηραίνειν τὴν γῆν αἰτίαν προσθῶμεν, πρεσβυτέραν τῆς τοῦ ἡλίου γενέσεως τὴν ξηρότητα τῆς γῆς ὁ δημιουργὸς παρεσκεύασεν. Ἐπίστησον δὲ τῇ ἐννοίᾳ τῶν γεγραμμένων, ὅτι οὐ μόνον τὸ πλεονάζον ὕδωρ ἀπερρύη τῆς γῆς, ἀλλὰ καὶ ὅσον ἀνεμέμικτο αὐτῇ διὰ βάθους, καὶ τοῦτο ὑπεξῆλθε τῷ ἀπαραιτήτῳ προστάγματι τοῦ Δεσπότου πεισθέν. Καὶ ἐγένετο οὕτως. Ἀρκοῦσα αὕτη ἡ ἐπαγωγὴ πρὸς τὸ δεῖξαι εἰς ἔργον ἐλθοῦσαν τοῦ δημιουργοῦ τὴν φωνήν. Πρόσκειται δὲ ἐν πολλοῖς τῶν ἀντιγράφων, Καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά: ἅπερ οὔτε τινὲς τῶν λοιπῶν ἐκδεδώκασιν ἑρμηνέων, οὔτε ἡ χρῆσις τῶν Ἑβραίων ἔχουσα φαίνεται. Καὶ γὰρ τῷ ὄντι παρέλκει μετὰ τὴν μαρτυρίαν τοῦ, ὅτι Ἐγένετο οὕτως, ἡ τῶν αὐτῶν πάλιν ἐπεκδιήγησις. Τὰ τοίνυν ἀκριβῆ τῶν ἀντιγράφων ὠβέλισται: ὁ δὲ ὀβελὸς, ἀθετήσεως σύμβολον. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν, γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Διὰ τί καὶ ἐν τοῖς κατόπιν εἴρηται, Συναχθήτω τὰ ὕδατα εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρὰ, ἀλλ' οὐχὶ γέγραπται, καὶ ὀφθήτω ἡ γῆ; καὶ ἐνταῦθα πάλιν, Ὤφθη ξηρὰ, καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν, γῆν; Ὅτι ἡ μὲν ξηρὰ τὸ ἰδίωμά ἐστι, τὸ οἱονεὶ χαρακτηριστικὸν τῆς φύσεως τοῦ ὑποκειμένου, ἡ δὲ γῆ προσηγορία τίς ἐστι ψιλὴ τοῦ πράγματος. Ὡς γὰρ τὸ λογικὸν ἴδιόν ἐστι τοῦ ἀνθρώπου, ἡ δὲ ἄνθρωπος φωνὴ σημαντική ἐστι τοῦ ζῴου ᾧ ὑπάρχει τὸ ἴδιον: οὕτω καὶ τὸ ξηρὸν ἴδιόν ἐστι τῆς γῆς καὶ ἐξαίρετον. Ὧ| τοίνυν ἰδίως ὑπάρχει τὸ ξηρὸν, τοῦτο ἐπικέκληται γῆ: ὥσπερ ᾧ ἰδίως πρόσεστι τὸ χρεμετιστικὸν, τοῦτο ἐπικέκληται ἵππος. Οὐ μόνον δὲ ἐπὶ τῆς γῆς ἔστι τοῦτο, ἀλλὰ καὶ τῶν ἄλλων στοιχείων ἕκαστον ἰδιάζουσαν καὶ ἀποκεκληρωμένην ἔχει ποιότητα, δι' ἧς τῶν τε λοιπῶν ἀποκρίνεται, καὶ αὐτὸ ἕκαστον ὁποῖόν ἐστιν ἐπιγινώσκεται. Τὸ μὲν ὕδωρ ἰδίαν ποιότητα τὴν ψυχρότητα ἔχει: ὁ δὲ ἀὴρ τὴν ὑγρότητα: τὸ δὲ πῦρ τὴν θερμότητα. Ἀλλὰ ταῦτα μὲν, ὡς πρῶτα στοιχεῖα τῶν συνθέτων κατὰ τὸν εἰρημένον τρόπον τῷ λογισμῷ θεωρεῖται, τὰ δὲ ἤδη ἐν σώματι κατατεταγμένα καὶ ὑποπίπτοντα τῇ αἰσθήσει, συνεζευγμένας ἔχει τὰς ποιότητας. Καὶ οὐδὲν ἀπολελυμένως ἐστὶ μοναχὸν οὐδὲ ἁπλοῦν καὶ εἰλικρινὲς τῶν ὁρωμένων καὶ αἰσθητῶν: ἀλλ' ἡ μὲν γῆ ξηρὰ καὶ ψυχρὰ, τὸ δὲ ὕδωρ ὑγρὸν καὶ ψυχρὸν, ὁ δὲ ἀὴρ θερμὸς καὶ ὑγρὸς, τὸ δὲ πῦρ θερμὸν καὶ ξηρόν, Οὕτω γὰρ, διὰ τῆς συζύγου ποιότητος, ἡ δύναμις προέρχεται τοῦ ἀναμιχθῆναι ἑκάστῳ πρὸς ἕκαστον: τῷ τε γὰρ γείτονι στοιχείῳ διὰ τῆς κοινῆς ποιότητος ἕκαστον ἀνακίρναται, καὶ διὰ τῆς πρὸς τὸ σύνεγγυς κοινωνίας τῷ ἀντικειμένῳ συνάπτεται. Οἷον, ἡ γῆ, ξηρὰ οὖσα καὶ ψυχρὰ, ἑνοῦται μὲν τῷ ὕδατι κατὰ τὴν συγγένειαν τῆς ψυχρότητος, ἑνοῦται δὲ διὰ τοῦ ὕδατος τῷ ἀέρι: ἐπειδὴ μέσον ἀμφοτέρων τεταγμένον τὸ ὕδωρ, οἱονεὶ χειρῶν δύο ἐπιβολῇ ἑκατέρᾳ ποιότητι τῶν παρακειμένων ἐφάπτεται, τῇ μὲν ψυχρότητι τῆς γῆς, τῇ ὑγρότητι δὲ τοῦ ἀέρος. Πάλιν ὁ ἀὴρ τῇ ἑαυτοῦ μεσιτείᾳ διαλλακτὴς γίνεται τῆς μαχομένης φύσεως ὕδατος καὶ πυρὸς, τῷ ὕδατι μὲν διὰ τῆς ὑγρότητος, τῷ πυρὶ δὲ διὰ τοῦ θερμοῦ συμπλεκόμενος. Τὸ δὲ πῦρ θερμὸν καὶ ξηρὸν ὑπάρχον τὴν φύσιν, τῷ μὲν θερμῷ πρὸς τὸν ἀέρα συνδεῖται, τῷ ξηρῷ δὲ πάλιν πρὸς τὴν κοινωνίαν τῆς γῆς ἐπανέρχεται. Καὶ οὕτω γίνεται κύκλος καὶ χορὸς ἐναρμόνιος, συμφωνούντων πάντων καὶ συστοιχούντων ἀλλήλοις. Ὅθεν κυρίως αὐτοῖς καὶ ἡ προσηγορία τῶν στοιχείων ἐφήρμοσται. Ταῦτά μοι εἴρηται παριστῶντι τὴν αἰτίαν δι' ἣν ὁ Θεὸς τὴν ξηρὰν ἐκάλεσε γῆν, ἀλλ' οὐχὶ τὴν γῆν προσεῖπε ξηράν. Διότι τὸ ξηρὸν οὐχὶ τῶν ὕστερον προσγινομένων ἐστὶ τῇ γῇ, ἀλλὰ τῶν ἐξ ἀρχῆς συμπληρούντων αὐτῆς τὴν οὐσίαν. Τὰ δὲ αὐτὴν τοῦ εἶναι αἰτίαν παρέχοντα, πρότερα τῇ φύσει τῶν μετὰ ταῦτα προσγινομένων καὶ προτιμότερα. Ὥστε εἰκότως ἐκ τῶν προϋπαρχόντων καὶ πρεσβυτέρων ἐπενοήθη τῇ γῇ τὰ γνωρίσματα.