20
ταπεινὸν τῆς πενίας αἰσχυνομένους, καὶ ἐπιτη δεύοντας πᾶσαν ἀφθονίαν βρωμάτων καὶ πολυτέλειαν, ὅταν τινὰ τῶν ξένων δέχωνται, φοβοῦμαι μὴ καὶ ἡμῶν κατὰ τὸ λανθάνον τὸ αὐτὸ πάθος ἅψηται, καὶ ἐλεγχθῶμεν ἐπαισχυνόμενοι τὴν ὑπὸ Χριστοῦ μακαριζομένην πτωχείαν. Ὥσπερ οὖν σκεύη ἀργυρᾶ, 31.972 ἢ καταπετάσματα περιπόρφυρα, ἢ στρωμνὴν μα λακὴν, ἢ ἐπιβλήματα διαφανῆ συμπορίζεσθαι ἔξωθεν οὐκ εὐπρεπὲς ἡμῖν· οὕτως οὐδὲ βρώματα πε ρινοεῖν παρὰ πολὺ τῆς ἡμετέρας διαίτης ἐξηλλα γμένα. Τὸ γὰρ περιτρέχειν ἡμᾶς διερευνωμένους τὰ μὴ πρὸς τὸ ἀναγκαῖον τῆς χρείας ἐπιζητούμενα, ἀλλὰ πρὸς τὴν ἀθλίαν ἡδονὴν καὶ ὀλεθρίαν κενοδοξίαν περινενοημένα, οὐ μόνον αἰσχρὸν καὶ ἀσύμφωνον τῷ προκειμένῳ ἡμῖν σκοπῷ, ἀλλὰ καὶ βλάβην ἔχον οὐ τὴν τυχοῦσαν, ὅταν οἱ τρυφῶντες, καὶ ταῖς ἡδοναῖς τῆς γαστρὸς τὴν μακαριότητα ὁριζόμενοι, περὶ τὰς αὐτὰς φροντίδας ὁρῶσι καὶ ἡμᾶς στρεφομένους, περὶ ἃς ἐκεῖνοι ἐπτόηνται. Εἰ γὰρ πονηρὸν ἡ τρυφὴ καὶ φευκτὸν, οὐδέποτε ἡμῖν αἱρετή. Οὐδὲν γὰρ τῶν κατεγνωσμένων δύναται εἶναι πρὸς καιρὸν ἐπιτή δειον. Οἱ σπαταλῶντες, καὶ τὰ πρῶτα μύρα χριόμε νοι, καὶ τὸν διυλισμένον οἶνον πίνοντες, κατηγοροῦν ται ὑπὸ τῆς Γραφῆς. Καὶ διὰ τὴν σπατάλην ἡ χήρα, ζῶσα, τεθνηκέναι λέγεται. Ὁ πλούσιος ἀπεστερήθη τοῦ παραδείσου διὰ τὴν ἐνταῦθα τρυφήν. Τί οὖν ἡμῖν καὶ ταῖς πολυτελείαις; Ἐπεδήμησέ τις τῶν ξένων; Εἰ μὲν ἀδελφὸς, καὶ τὸν αὐτὸν σκοπὸν ἔχων τοῦ βίου, τὴν οἰκείαν τράπεζαν ἐπιγνώσεται. Ἃ γὰρ κατέλιπεν οἴκοι, ταῦτα εὑρήσει παρ' ἡμῖν. Ἀλλὰ κέκμηκεν ἐκ τῆς ὁδοιπορίας; Τοσοῦτον αὐτῷ προστίθεμεν, ὅσον τὸν κόπον παραμυθήσασθαι. Ἄλλος ἐλήλυθεν ἐκ τοῦ ἔξωθεν βίου; Μαθέτω διὰ τῶν ἔργων, ὅσα ὁ λόγος αὐτὸν οὐκ ἔπεισε, καὶ λαβέτω τύπον καὶ ὑπογραμμὸν τῆς ἐν τροφαῖς αὐ ταρκείας. Ἐναπομεινάτω αὐτῷ ὑπομνήματα Χριστιανῶν τραπέζης, καὶ ἀνεπαισχύντου διὰ Χρι στὸν πτωχείας. Εἰ δὲ οὐ προσέξει, ἀλλὰ καταγελάσει, δεύτερον ἡμῖν οὐκ ἐνοχλήσει. Ἡμεῖς δὲ, ὅταν τινὰς τῶν πλουσίων ἴδωμεν, οἳ τὴν ἀπόλαυσιν τῶν ἡδέων ἐν τοῖς πρώτοις τῶν ἀγαθῶν τίθενται, μέγα στενάζομεν ἐπ' αὐτοῖς, ὅτι τῇ ματαιότητι πάντα τὸν βίον προσαναλίσκοντες, καὶ θεοποιήσαντες ἑαυτῶν τὰς ἡδονὰς, ἐν τῇ ζωῇ ταύτῃ τῶν ἀγαθῶν τὸ μέρος ἀπολαμβάνοντες οὐκ αἰσθάνονται, διὰ τῆς ἐνταῦθα τρυφῆς, ἐφ' ἕτοιμον τὸ πῦρ καὶ τὸν ἐν αὐτῷ καύ σωνα πορευόμενοι. Κἂν καιροῦ ποτε τύχωμεν, οὐδὲ πρὸς αὐτοὺς ἐκείνους ταῦτα διεξελθεῖν ὀκνοῦ μεν. Εἰ δὲ μέλλοιμεν καὶ αὐτοὶ τοῖς αὐτοῖς ἐνέξεσθαι, καὶ, κατὰ τὴν ὑπάρχουσαν ἡμῖν δύναμιν, καὶ τὰ πρὸς ἡδονὴν ἐπιζητεῖν, καὶ πρὸς ἐπίδειξιν παρα σκευάζεσθαι, φοβοῦμαι, μὴ ἃ καταλύομεν, ταῦτα φανῶμεν οἰκοδομοῦντες, καὶ δι' ὧν ἑτέρους κρίνο 31.973 μεν, ἑαυτοὺς κατακρίνωμεν, ἐσχηματισμένως τῷ βίῳ κεχρημένοι, καὶ ἄλλοτε ἄλλως μεταμορφού μενοι, εἰ μὴ ἄρα καὶ τὰς ἐσθῆτας ἡμῶν διαμείψωμεν, ὅταν τοῖς ὑπερηφάνοις περιτυγχάνωμεν. Εἰ δὲ τοῦτο αἰσχρὸν, πολλῷ αἰσχρότερον διὰ τοὺς τρυφῶντας τὴν τράπεζαν ἡμῶν μετασκευάζεσθαι. Μονότροπός ἐστιν ὁ τοῦ Χριστιανοῦ βίος, ἕνα σκοπὸν ἔχων, τὴν δόξαν τοῦ Θεοῦ. Εἴτε γὰρ ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε, φησὶν ὁ ἐν Χριστῷ λαλῶν Παῦλος. Πολύτροπος δὲ καὶ ποικίλος ὁ τῶν ἔξωθεν βίος, ἄλλοτε ἄλλως πρὸς τὴν ἀρέσκειαν τῶν ἐντυγχανόντων μεταπλασσόμενος. Ὥστε καὶ σὺ, πλήθει βρωμάτων καὶ περιεργίᾳ πρὸς ἡδονὴν μετασκευάζων τοῦ ἀδελφοῦ σου τὴν τρά πεζαν, κατηγορεῖς αὐτοῦ φιληδονίαν, καὶ καταχέεις αὐτοῦ γαστριμαργίας ὀνείδη δι' ὧν παρασκευάζῃ, ἐλέγχων αὐτοῦ τὴν περὶ ταῦτα ἡδυπάθειαν. Ἢ οὐχὶ πολλάκις, τὸ εἶδος καὶ τὸν τρόπον τῆς παρασκευῆς θεωρήσαντες, ἐστοχάσμεθα τοῦ προσδοκωμένου, ὅστις ἐστὶν, ἢ ὅπερ ἐστίν; Οὐκ ἐπῄνεσε τὴν Μάρθαν εἰς πολλὴν διακονίαν περισπωμένην ὁ Κύριος· ἀλλὰ, Μεριμνᾷς, καὶ τυρβάζῃ, φησὶ, περὶ πολλά· ὀλίγων δέ ἐστι χρεία, ἢ ἑνός· ὀλίγων μὲν, δηλονότι τῶν πρὸς παρασκευὴν, ἑνὸς δὲ τοῦ σκοποῦ, ὥστε τὴν χρείαν