1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

20

ἄλλας τῶν ἐξ ἔθους γραφὰς προὐ τίθει δήμοις καὶ πόλεσι, καὶ μάλιστα τοῖς τῶν ἐθνῶν ἄρχουσι τὰς εἰκόνας, ὡς κακοῦ γέ του πάν τως μὴ εἶναι διαμαρτεῖν· ἀλλ' ἢ τῇ τῶν βασιλέων τιμῇ τὴν τῶν εἰδώλων συμφέρεσθαι, ἢ τῇ τούτων φυγῇ τοὺς βασιλέας ὑβρίζεσθαι, μικτῆς οὔσης τῆς προσκυνήσεως. Τοῦτον τὸν δόλον καὶ ταύτην τὴν οὕ τω σοφιστικῶς ἐπινοηθεῖσαν πάγην τῆς ἀσεβείας ὀλίγοι μὲν διέφυγον τῶν εὐλαβεστέρων καὶ συνετω τέρων, οἳ καὶ δίκην ἔδοσαν τῆς συνέσεως· πρό σχημα μὲν ὡς εἰς τιμὴν βασιλέως παρανομήσαν τες, τὸ δὲ ἀληθὲς ὑπὲρ τοῦ ἀληθινοῦ βασιλέως καὶ τοῦ εὐσεβοῦς κινδυνεύσαντες. Πολλοὶ δὲ ἥλω σαν τῶν εὐηθεστέρων καὶ ἁπλουστέρων· οἷς καὶ συγ γνώμη τυχὸν τῆς ἀγνοίας, τέχνῃ συναρπασθεῖσιν εἰς τὴν ἀσέβειαν. Τοῦτο μὲν δὴ τοιοῦτον, ὃ καὶ μόνον ἐξήρκει στηλιτεῦσαι βασιλέως προαίρεσιν· οὐ γὰρ τὰ αὐτὰ βασιλεῦσί τε καὶ ἰδιώταις πρέπειν ὑπολαμβά νομεν· ὅτι μηδὲ τῆς αὐτῆς ἀξίας ἀμφότερα. Ἰδιώ τῃ μὲν γὰρ καὶ τεχνικῶς πράττειν τι συγχωρήσαι μεν· ᾧ γὰρ τὸ φανερῶς βιάζεσθαι μὴ δυνατὸν, τούτῳ συγγνωστὸν τὸ τῆς περινοίας· βασιλεῖ δὲ, τοῦ δυνάμει κρατεῖσθαι λίαν αἰσχροῦ τυγχάνοντος, ἔτ' αἴσχιον, οἶμαι, καὶ ἀπρεπέστερον τὸ τέχνῃ κλέ πτειν τὰς ἐγχειρήσεις καὶ τὰ προκείμενα.

ΠΒʹ. Ἕτερον δὲ ὃ διανοίας μέν ἐστιν καὶ προαιρέ σεως τῆς αὐτῆς, τῷ μέτρῳ δὲ πολὺ χεῖρον καὶ ἀσε βέστερον, εἰς πλείους τοῦ κακοῦ φθάνοντος, τοῦ το προσθήσω τοῖς εἰρημένοις. ∆ωρεᾶς βασιλικῆς ἦν ἡμέρα, εἴτ' οὖν ἐτήσιος, εἴτε τηνικαῦτα τῷ βασιλεῖ σχεδιασθεῖσα διὰ τὴν κακουργίαν, καὶ παρεῖναι τὸ στρατιωτικὸν ἔδει τιμηθησομένους, ὡς ἕκαστος ἀξίας εἶχεν ἢ τάξεως. Πάλιν ἡ τῆς ἀνελευθερίας σκηνή· πάλιν τὸ δρᾶμα τῆς ἀσεβείας· φαρμαχθῆναι φιλαν θρωπίᾳ τινὶ τὸ ἀπάνθρωπον, καὶ χρήμασι δελεασθῆ ναι στρατιωτικὴν ἀλογίαν σὺν ἀπληστίᾳ, μεθ' ὧν τὰ 35.609 πολλὰ βιοτεύουσιν. Ὁ μὲν οὖν προὐκάθητο, λαμ πρῶς πανηγυρίζων κατὰ τῆς εὐσεβείας, καὶ μέγα φρονῶν τοῖς τεχνάσμασι· Μελάμπους, οἶμαι, τὶς, ἢ Πρωτεὺς, πάντα καὶ ὢν καὶ γινόμενος, καὶ ῥᾳδίως ἑαυτὸν ὑπαλλάττων τοῖς εἴδεσι· τὰ δὲ περὶ αὐτὸν οἷα, καὶ ὅσων ὀδυρμῶν τοῖς εὖ φρονοῦσιν ἄξια, οὐ τοῖς τότε παροῦσι μόνον, ἀλλὰ καὶ τοῖς νῦν ἀκοῇ δε χομένοις ἐκεῖνο τὸ θέαμα;

ΠΓʹ. Προὔκειτο χρυσὸς, προὔκειτο λίβανος, ἐγγύ θεν τὸ πῦρ, οἱ κελευσταὶ πλησίον· καὶ τὸ σχῆμα ὡς πιθανὸν, βασιλικῆς δωρεᾶς τοῦτον εἶναι δοκεῖν τὸν νόμον, τῆς γε ἀρχαιοτέρας τε καὶ τιμιωτέρας. Εἶτα τί; Θυμιᾷν ἔδει κατὰ τοῦ πυρὸς, καὶ δέχεσθαι παρὰ τοῦ βασιλέως τὸν τῆς ἀπωλείας μισθὸν, οὕτως ὀλίγον τοσούτου πράγματος, ψυχῶν ὅλων καὶ τῆς εἰς Θεὸν ἀσεβείας. Φεῦ τῆς πραγματείας! φεῦ τῆς ἀντι δόσεως! Στρατὸς ὅλος ἑνὸς τεχνάσματος ὤνιος ἦν· καὶ οἱ τὴν οἰκουμένην παραστησάμενοι μικρῷ πυρὶ καὶ χρυσίῳ, καὶ διὰ κνίσσης ὀλίγης ἔπιπτον, οὐδὲ τὴν ἑαυτῶν σφαγὴν εἰδότες οἱ πλείους· τοῦτο γὰρ ἦν τὸ βαρύτατον. Παρῄει τις ὡς κερδανῶν, καὶ οὐδὲ ἑαυτὸν εἶχε μετὰ τὸ κέρδος· προσεκύνει δεξιὰν βασι λέως, καὶ τὸν αὐτόχειρα προσκυνῶν οὐκ ἠπίστατο. Τοῖς δὲ καὶ γινώσκουσιν οὐδὲν ἦν πλέον, ἅπαξ τῷ κακῷ προκατειλημμένοις, καὶ νόμον ἄλυτον ἡγουμέ νοις τὴν πρώτην ἄνοιαν. Ποῖαι ταῦτα Περσῶν μυριάδες, τίνες τοξόται, τίνες σφενδονῆται κατ ώρθωσαν, ποῖος σιδηροῦς στρατιώτης καὶ παν ταχόθεν ἄτρωτος, τίνα κατὰ τῶν τειχῶν μηχανήματα, οἵα χεὶρ μία, καὶ καιρὸς εἷς, καὶ βουλὴ μιαρὰ κατ επράξατο; Π∆ʹ. Μίξω τούτοις τι διήγημα τῶν εἰρημένων ἐλεεινότερον. Λέγονταί τοι τῶν ἁλόντων τινὲς ἐξ ἀγνοίας, ἐπειδὴ τοῦτο ἔπαθον καὶ ἀνεχώρησεν οἴκα δε, τοῖς συσσίτοις κοινωνεῖν τραπέζης· εἶτα τοῦ πότου προελθόντος εἰς τὴν συνήθη ψυχροποσίαν, ὡς 35.612 οὐδενὸς ὄντος αὐτοῖς δεινοῦ, τῇ ψυχροφόρῳ κύλικι, Χρι στὸν ἐπειπεῖν μετὰ τῆς σφραγῖδος ἄνω βλέψαντας. Τῶν δὲ συσσίτων τινὸς θαυμάσαντος, καί· Τί τοῦτο; εἰπόντος, Χριστὸν ἐπικαλεῖσθε μετὰ τὴν ἄρνη σιν; Πῶς ἠρνήμεθα; φάναι τοὺς