1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

20

ἡμᾶς νηστείας καταστήσαντες, δῆλον ἐκεῖθεν. Ἡμεῖς μὲν γὰρ ἂν διὰ παντὸς τοῦ ἐνιαυτοῦ μένωμεν βοῶντες καὶ κηρύττοντες νηστείαν, οὐδεὶς προσέχει τοῖς λεγομένοις· ἂν δὲ ἐπιστῇ μόνον ὁ τῆς τεσσαρακοστῆς καιρὸς, καὶ μηδενὸς παραινοῦντος μηδὲ συμβουλεύοντος, καὶ ὁ σφόδρα νωθρότατος διανίσταται, τὴν παρὰ τοῦ καιροῦ λαμβάνων συμβουλὴν καὶ παραίνεσιν. Ἂν οὖν ἔρηταί σε Ἰουδαῖος καὶ Ἕλλην, τίνος ἕνεκεννηστεύεις, μὴ εἴπῃς, ὅτι διὰ τὸ πάσχα, μηδὲ ὅτι διὰ τὸν σταυρὸν, ἐπεὶ πολλὴν αὐτῷ δίδως τὴν λαβήν· οὐ γὰρ διὰ τὸ πάσχα νηστεύομεν, οὐδὲ διὰ τὸν σταυρὸν, ἀλλὰ διὰ τὰ ἁμαρτήματα τὰ ἡμέτερα, ἐπειδὴ μέλλομεν μυστηρίοις προσιέναι· ἐπεὶ τό γε πάσχα οὐ νηστείας ἐστὶν οὐδὲ πένθους, ἀλλὰ εὐφροσύνης καὶ χαρᾶς ὑπόθεσις. Ὁ γὰρ σταυρὸς ἀνεῖλε τὴν ἁμαρτίαν, καθάρσιον τῆς οἰκουμένης ἐγένετο, καταλλαγὴ χρονίας ἔχθρας, ἀνέῳξε τοῦ οὐρανοῦ τὰς πύλας, τοὺς μισουμένους φίλους ἐποίησεν, εἰς τὸν οὐρανὸν ἐπανήγαγεν, ἐν δεξιᾷ τοῦ θρόνου ἐκάθισε τὴν ἡμετέραν φύσιν, μυρία ἕτερα παρέσχεν ἡμῖν ἀγαθά. Οὐ τοίνυν πενθεῖν οὐδὲ κατεστάλθαι χρὴ, ἀγάλλεσθαι δὲ καὶ χαίρειν ὑπὲρ τούτων ἁπάντων. ∆ιὰ τοῦτο καὶ Παῦλός φησιν, Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν, Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν 48.868 Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Καὶ ὁ Ἰωάννης οὕτω πώς φησιν· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον. Πῶς; εἰπέ. Καὶ πάντα παραδραμὼν τἄλλα, τὸν σταυρὸν τέθεικεν. Εἰπὼν γὰρ, Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ἐπήγαγεν, Ὅτι τὸν μονογενῆ αὐτοῦ Υἱὸν ἔδωκεν, ἵνα σταυρωθῇ, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Εἰ τοίνυν ἀγάπης ὑπόθεσις καὶ καύχημα ὁ σταυρὸς, μὴ λέγωμεν ὅτι δι' αὐτὸν πενθοῦμεν· οὐ γὰρ πενθοῦμεν δι' ἐκεῖνον, μὴ γένοιτο! ἀλλὰ διὰ τὰ οἰκεῖα ἁμαρτήματα. ∆ιὰ τοῦτο νηστεύομεν. εʹ. Ὁ γοῦν κατηχούμενος οὐδέποτε πάσχα ἐπιτελεῖ, καίτοι νηστεύων κατ' ἐνιαυτὸν, ἐπειδὴ προσφορᾶς οὐ κοινωνεῖ, ὥσπερ οὖν καὶ ὁ μὴ νηστεύων, ἂν μετὰ καθαροῦ προσέλθῃ συνειδότος, πάσχα ἐπιτελεῖ, κἂν σήμερον, κἂν αὔριον, κἂν ὁποτεοῦν μετάσχῃ τῆς κοινωνίας. Οὐ γὰρ ἐν παρατηρήσει καιρῶν, ἀλλ' ἐν συνειδότι καθαρῷ ἡ ἀρίστη κρίνεται πρόσοδος. Ἡμεῖς δὲ τοὐναντίον ποιοῦμεν. Τὴν μὲν διάνοιαν οὐ καθαίρομεν, εἰ δὲ τῇ ἡμέρᾳ προσέλθοιμεν ἐκείνῃ, νομίζομεν πάσχα ἐπιτελεῖν, κἂν μυρίων γέμωμεν ἁμαρτημάτων. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλὰ κἂν ἐν αὐτῷ τῷ Σαββάτῳ προσέλθῃς μετὰ πονηροῦ συνειδότος, ἐξέπεσες τῆς κοινωνίας, ἀπῆλθες οὐκ ἐπιτελέσας τὸ πάσχα· ὥσπερ οὖν κἂν σήμερον κοινωνῇς, τὰ ἁμαρτήματα ἀπονιψάμενος, τὸ πάσχα ἐπετέλεσας ἀκριβῶς. Ἐχρῆν τοίνυν τὴν ἀκρίβειαν ταύτην ὑμᾶς καὶ τὴν εὐτονίαν μὴ ἐν τῇ τῶν καιρῶν παρατηρήσει, ἀλλ' ἐν τῇ προσόδῳ φυλάττειν. Καὶ καθάπερ αἱρεῖσθε νῦν πάντα ὑπομεῖναι, ἢ μεταθεῖναι τὴν συνήθειαν, οὕτως ἔδει τούτου μὲν καταφρονεῖν, πάντα δὲ αἱρεῖσθαι πάσχειν καὶ ποιεῖν, ὥστε μὴ μεθ' ἁμαρτημάτων προσιέναι. Ὅτι γὰρ οὐδεὶς λόγος καιρῶν τῷ Θεῷ καὶ παρατηρήσεως τοιαύτης, ἄκουσον αὐτοῦ δικάζοντος· Πεινῶντά με εἴδετε, φησὶ, καὶ ἐθρέψατε, διψῶντα, καὶ ἐποτίσατε, γυμνὸν, καὶ περιεβάλετε· καὶ τοῖς ἐξ εὐωνύμων τὰ ἐναντία τούτοις ἐγκαλεῖ. Καὶ πάλιν ἄλλον ἐπεισαγαγὼν ἐπὶ μνησικακίᾳ κολάζει· Πονηρὲ γὰρ, φησὶ, δοῦλε, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Πάλιν τὰς παρθένους, ἐπειδὴ ἔλαιον οὐκ εἶχον ἐν ταῖς λαμπάσι, τοῦ νυμφῶνος ἀπέκλεισεν· ἕτερον, ἐπειδὴ ἔνδυμα γάμου οὐκ ἔχων εἰσῆλθεν, ἀλλὰ ῥυπαρὰ ἠμφίεστο ἱμάτια, πορνείαν καὶ ἀκαθαρσίαν περιβεβλημένος· ὅτι δὲ τῷ δεῖνι μηνὶ καὶ τῷ δεῖνι ἐποίησε τὸ πάσχα, οὐδεὶς ἐκολάσθη ποτὲ οὐδὲ ἐνεκλήθη. Καὶ τί λέγω περὶ ἡμῶν τῶν ἀπηλλαγμένων πάσης τοιαύτης ἀνάγκης, καὶ ἄνω πολιτευομένων ἐν τοῖς οὐρανοῖς, ἔνθα μῆνες, καὶ ἥλιος, καὶ σελήνη, καὶ ἐνιαυτῶν περίοδος οὐκ ἔστιν; Οὐδὲ γὰρ ἐπ' αὐτῶν τῶν Ἰουδαίων, ἂν ἀκριβῶς ἐπιστῆσαι ἐθελήσῃ τις, οὐ πολὺν ὄψεται τοῦ χρόνου γινόμενον λόγον, ἀλλὰ