20
ἀποδέξασθαι, ὁ δὲ ὅτι προετιμήθη ἡ θυσία τοῦ ἀδελφοῦ, ἐλυπήθη· ἠγανάκτησε, δέον κατανυγῆναι. Ἐγὼ δὲ οὐ τοῦτο λέγω, ἀλλ' ὅτι συμφερόντως οἶδεν οἰκονομεῖν ὁ Θεός. Πολλάκις γὰρ τὸ μὲν ἦθος ἐπιεικέστερος σὺ, οὐκ ἐπιτήδειος δέ. Πάλιν ἔστι σοὶ μὲν βίος ἄληπτος καὶ ἦθος ἐλευθέριον, ἐν 60.39 δὲ Ἐκκλησίᾳ οὐ τούτων δεῖ μόνον. Ἄλλως δὲ καὶ ἄλλος πρὸς ἄλλο ἁρμόδιός ἐστιν. Οὐχ ὁρᾷς, ὅσον ὑπὲρ τούτων πεποίηται λόγον ἡ θεία Γραφή; Ἀλλ' εἴπω, τίνος ἕνεκεν περιμάχητον τὸ πρᾶγμα γέγονεν· ὅτι οὐχ ὡς ἐπὶ ἀρχὴν, καὶ προστασίαν ἀδελφῶν ἐρχόμεθα, ἀλλ' ὡς ἐπὶ τιμὴν καὶ ἀνάπαυσιν. Εἰ γὰρ ᾔδεις, ὅτι πάντων ὀφείλει εἶναι ὁ ἐπίσκοπος, τὰ πάντων βάρη βαστάζων· ὅτι τοῖς μὲν ἄλλοις ὀργιζομένοις συγγνώμη, αὐτῷ δὲ οὐδαμοῦ· ὅτι τοῖς ἄλλοις ἁμαρτάνουσι παραίτησις πολλὴ, αὐτῷ δὲ οὐκ ἔτι, οὐκ ἂν ἔσπευσας ἐπὶ τὴν ἀρχὴν, οὐκ ἂν ἔδραμες. Καὶ γὰρ οὗτος τοῖς ἁπάντων ὑπόκειται στόμασι, ταῖς ἁπάντων κρίσεσι, καὶ σοφῶν, καὶ ἀσόφων· φροντίσι καθ' ἑκάστην κόπτεται τὴν ἡμέραν, καθ' ἑκάστην νύκτα· πολλοὺς ἔχει τοὺς μισοῦντας, πολλοὺς ἔχει τοὺς διαφθονουμένους. Μὴ γάρ μοι περὶ ἐκείνων εἴπῃς τῶν πάντα χαριζομένων, τῶν καθεύδειν βουλομένων, τῶν ὡς ἐπὶ ἀνάπαυσιν εἰς τὸ πρᾶγμα ἐρχομένων. Οὐ περὶ τούτων ὁ λόγος, ἀλλὰ περὶ ἐκείνων τῶν ἀγρυπνούντων ὑπὲρ τῶν ψυχῶν ὑμῶν, τῶν τῆς οἰκείας σωτηρίας τὴν τῶν ἀρχομένων προτιθέντων. Εἰπέ μοι, εἰ δέκα τις παῖδας ἔχων ὑποχειρίους συνοικοῦντας αὐτῷ διαπαντὸς, ἀδιαλείπτως αὐτῶν ἀναγκάζεται φροντίζειν, τοσούτους ἔχων οὗτος οὐχ ὑποχειρίους, οὐ συνοικοῦντας, ἀλλ' ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ τὴν ὑπακοὴν ἔχοντας, τίς οὐκ ὀφείλει γενέσθαι; Ἀλλὰ τιμᾶται, φησίν. Ποίᾳ τιμῇ; Πένητες τριωβολιμαῖοι βλασφημοῦσιν αὐτὸν ἐπὶ τῆς ἀγορᾶς. Τί οὖν αὐτοὺς οὐκ ἐπιστομίζει; Πάνυ γε. Οὐ γὰρ ἐπισκόπου λέγεις ἔργον. Πάλιν, ἂν μὴ πᾶσι παρέχῃ, καὶ τοῖς ἐν ἀργίᾳ, καὶ τοῖς ἐργαζομένοις, μυρία πανταχόθεν ἐγκλήματα· οὐδεὶς δέδοικε κατηγορῆσαι καὶ διαβαλεῖν· ἐπὶ μὲν γὰρ τῶν ἀρχόντων ὁ φόβος ἔπεστιν, ἐπὶ δὲ τούτων οὐχί. Ὁ γὰρ φόβος τοῦ Θεοῦ παρ' αὐτοῖς οὐδὲν ἰσχύει. Τί ἄν τις εἴποι τὴν περὶ τὸν λόγον καὶ τὴν διδασκαλίαν φροντίδα; τὴν δυσκολίαν τὴν ἐν ταῖς χειροτονίαις; Τάχα ἢ σφόδρα ἀσθενὴς ἐγὼ τυγχάνω καὶ ταλαίπωρος καὶ οὐδαμινὸς, ἢ τὸ πρᾶγμα οὕτως ἔχει. Οὐδὲν πλοίου κλυδωνιζομένου διενήνοχεν ἡ τοῦ ἱερέως ψυχή· πανταχόθεν στίζεται, παρὰ φίλων, παρ' ἐχθρῶν, παρ' οἰκείων, παρ' ἀλλοτρίων. Οὐχὶ τῆς οἰκουμένης ὁ βασιλεύων κρατεῖ· οὗτος δὲ πόλεως μόνης; Ἀλλὰ τοσοῦτον μείζους εἰσὶν αἱ φροντίδες τούτου, ὅσον ὕδατος ἁπλῶς ὑπὸ πνεύματος κινουμένου ποταμίου, καὶ πελάγους οἰδοῦντος, καὶ μαινομένου τὸ διάφορον. Τί δήποτε; Ὅτι ἐκεῖ μὲν πολλοὶ οἱ συναντιλαμβανόμενοι (πάντα γὰρ νόμῳ καὶ διατάξει γίνεται)· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, οὐδὲ ἀπ' ἐξουσίας ἔστιν ἐπιτάξαι· ἀλλ' ἂν μὲν σφοδρῶς κινηθῇ, ἀκούει ὠμός· ἂν δὲ μὴ σφοδρῶς, ψυχρός. ∆εῖ δὲ ταῦτα τὰ ἐναντία συνελθεῖν, ὥστε μήτε καταφρονεῖσθαι, μήτε μισεῖσθαι. Ἄλλως δὲ καὶ τὰ πράγματα προκατείληπται. Πόσους ἀναγκάζεται σκανδαλίζειν, καὶ ἑκὼν καὶ ἄκων! πόσους πλήττειν, καὶ ἑκὼν καὶ ἄκων! Οὐκ ἄλλως λέγω, ἀλλ' ὡς ἔχω καὶ διάκειμαι. Οὐκ οἶμαι εἶναι πολλοὺς ἐν τοῖς ἱερεῦσι τοὺς σωζομένους, ἀλλὰ πολλῷ πλείους τοὺς ἀπολλυμένους· τὸ δὲ αἴτιον, ὅτι μεγάλης τὸ πρᾶγμα δεῖται ψυχῆς. Πολλὰς γὰρ ἀνάγκας ἔχει τὰς ἐξαγούσας τοῦ οἰκείου ἤθους, καὶ μυρίων αὐτῷ πανταχόθεν ὀφθαλμῶν δεῖ. Οὐχ ὁρᾷς, ὅσα δεῖ τὸν ἐπίσκοπον ἔχειν; ∆ιδακτικὸν εἶναι, ἀνεξίκακον, ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ 60.40 λόγου. Πόσης τοῦτο δυσκολίας; Καὶ τῶν τοῖς ἄλλοις ἁμαρτανομένων αὐτὸς ἔχει τὰς αἰτίας. Οὐ λέγω τῶν ἄλλων οὐδέν· ἂν εἷς μόνον ἀπέλθῃ ἀμύητος, οὐχὶ πᾶσαν αὐτοῦ κατέστρεψε τὴν σωτηρίαν; Ψυχῆς γὰρ ἀπώλεια μιᾶς τοσαύτην ἔχει ζημίαν, ὅσην οὐδεὶς παραστῆσαι δύναται λόγος. Εἰ γὰρ ἡ σωτηρία αὐτῆς τοσούτου ἀξία, ὥστε τὸν Υἱὸν τοῦ Θεοῦ ἄνθρωπον γενέσθαι, καὶ τοσαῦτα παθεῖν· ἡ ἀπώλεια ἐννόησον ὅσην οἴσει τὴν τιμωρίαν. Εἰ δι' ὃν ἀπόλλυταί τις, ἐν τῷ παρόντι βίῳ ἄξιος ἀποθανεῖν, πολλῷ