1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

21

ἐκπληρωθῆναι. Αὐτὸς δὲ ὁ Κύριος ὁποίαν παρέθηκε τοῖς πεντακισχιλίοις τροφὴν οὐκ ἀγνοεῖς. Ἡ δὲ εὐχὴ τοῦ Ἰακὼβ πρὸς τὸν Θεόν· Ἐὰν δῷςμοι, φησὶν, ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβαλέ σθαι· οὐκ, Ἐὰν τρυφὴν δῷς μοι καὶ πολυτέλειαν. Τί δὲ ὁ σοφώτατος Σολομών; Πλοῦτον δὲ καὶ πε νίαν, φησὶ, μή μοι δῷς· σύνταξον δέ μοι τὰ δέοντα, καὶ αὐτάρκη, ἵνα μὴ πλησθεὶς ψευ δὴς γένωμαι, καὶ εἴπω· Τίς με ὁρᾷ; ἢ πενόμενος κλέψω, καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ μου· πλοῦ τον μὲν εἶναι τὴν πλησμονὴν ὁριζόμενος, πενίαν δὲ τὴν παντελῆ ἀπορίαν τῶν πρὸς τὸ ζῇν ἀναγκαίων· διὰ δὲ τῆς αὐταρκείας τὸ ἀνενδεὲς ὁμοῦ καὶ ἀπέριττον τῶν πρὸς τὴν χρείαν δηλῶν. Αὐτάρκεια δὲ ἄλλη ἄλλῳ κατά τε τὴν τοῦ σώματος ἕξιν καὶ τὴν πρὸς τὸ προκείμενον χρείαν. Τῷ μὲν γὰρ πλείονος τροφῆς καὶ ἰσχυροτέρας χρεία διὰ τὸν κόπον, τῷ δὲ λεπτοτέρας καὶ κουφοτέρας, καὶ καταλλήλου τὰ πάντα διὰ τὴν ἀσθένειαν· κοινῇ δὲ πᾶσιν εὐτελεστέρας καὶ εὐποριστοτέρας. Ἐν παντὶ μέντοι τὸ ἐπιμελὲς καὶ τὸ εὐτράπεζον ἀναγκαῖον, μηδαμοῦ τοὺς ὅρους 31.976 ἡμῶν τῆς χρείας ὑπερβαινόντων· ἀλλὰ τοῦτο ἔστω τῆς δεξιώσεως πέρας, τὸ παρὰ τῆς ἑκάστου χρείας τῶν ἐπιδημούντων ἐπιζητούμενον. Ὡς χρώμενοι γὰρ, φησὶ, τῷ κόσμῳ τούτῳ, καὶ μὴ παραχρώμενοι. Παράχρησις δέ ἐστιν ἡ ὑπὲρ τὴν χρείαν δαπάνη. Οὐκ ἔχομεν χρήματα; μηδὲ ἔχοιμεν. Οὐ γέμουσιν ἡμῶν αἱ ἀποθῆκαι; Ἐφήμερος γὰρ ἡμῖν ἡ τρο φή· διὰ χειρῶν ὁ βίος. Τί οὖν τὴν δεδομένην παρὰ Θεοῦ τροφὴν τοῖς πεινῶσιν εἰς ἡδονὰς τρυφώντων παραναλίσκομεν; ἀμφοτέρωθεν ἁμαρτάνοντες, καὶ τούτοις ἐπιτείνοντες τὰς ἐκ τῆς ἐνδείας θλίψεις, κἀκείνοις τὰς βλάβας τὰς ἐκ τοῦ κόρου.

ΕΡΩΤΗΣΙΣ ΚΑʹ. Πῶς δεῖ περὶ τὰς καθέδρας καὶ τὰς κατακλίσεις ἐν τῷ καιρῷ

τῶν ἀρίστων ἢ δείπνων ἔχειν. ΑΠΟΚΡΙΣΙΣ. Ἐπειδὴ πρόσταγμά ἐστι Κυρίου πανταχοῦ πρὸς τὴν ταπείνωσιν ἐθίζοντος ἡμᾶς τὸ καὶ ἐν τοῖς ἀρί στοις κατακλινομένους τὸν ἔσχατον τόπον προκατα λαμβάνειν, ἀνάγκη τὸν πάντα κατ' ἐντολὴν ποιεῖν ἐσπουδακότα μηδὲ τοῦτο παρορᾷν τὸ πρόσταγμα. Ἂν μὲν οὖν κοσμικοί τινες ἡμῖν συγκατακλίνωνται, ὑπόδειγμα αὐτοῖς πρὸς τὸ μὴ ὑπεραίρεσθαι, μηδὲ τὸ φιλόπρωτον ἐπιζητεῖν, καὶ ἐκ τούτου τοῦ μέρους γίνεσθαι ἡμᾶς προσήκει. Ὅπου δὲ πάντες κατὰ τὸν ἴσον σκοπὸν συνέρχονται, ὥστε ἐν παντὶ καιρῷ τὴν δοκιμὴν τῆς ταπεινοφροσύνης ἑαυτῶν διδόναι, τὸ μὲν προκαταλαμβάνειν τὸν ἔσχατον τόπον κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἑκάστῳ ἐπιβάλλον· τό γε μὴν πάλιν φιλονείκως περὶ τοῦτον συνωθεῖσθαι ἀδόκιμον, ὡς ἀναιρετικὸν τῆς εὐταξίας καὶ θορύβου αἴτιον. Καὶ τὸ πρὸς ἀλλήλους δὲ ἀνενδότως ἔχειν, καὶ ἡ περὶ τούτου μάχη, ὁμοίους ἡμᾶς ποιήσει τοῖς περὶ πρωτείων φιλονεικοῦσι. ∆ιόπερ χρὴ καὶ ἐνταῦθα, τὸ πρέπον ἡμῖν περιεσκεμμένως γνωρίζοντας καὶ σπου δάζοντας, ἐπιτρέπειν τῷ ὑποδεχομένῳ καὶ τὴν τῆς κατακλίσεως τάξιν, καθὰ καὶ ὁ Κύριος ὑπέθετο, τῷ οἰκοδεσπότῃ προσήκειν εἰπὼν τὴν περὶ τούτων δια ταγήν. Οὕτω γὰρ καὶ ἀνεξόμεθα ἀλλήλων ἐν ἀγάπῃ, πάντα εὐσχημόνως καὶ κατὰ τάξιν ποιοῦντες· καὶ οὐ πρὸς ἔνδειξιν τῶν πολλῶν, οὔτε δημοκοπικῶς τὴν ταπεινοφροσύνην ἐπιτηδεύειν διὰ τῆς ἀνενδότου καὶ σφοδρᾶς ἀντιλογίας δείξομεν· μᾶλλον δὲ διὰ τῆς εὐπειθείας τὸ ταπεινὸν κατορθώσομεν. Πλείων γὰρ ἐκ τῆς ἀντιλογίας ἡ τῆς ὑπερηφανίας ἔμφασις, ἢ ἐκ τῆς πρωτοκλισίας, ὅταν ἐκ προστάγματος αὐτὴν κα ταδεχώμεθα. 31.977

ΕΡΩΤΗΣΙΣ ΚΒʹ. Τί τὸ πρέπον ἔνδυμα τῷ Χριστιανῷ. ΑΠΟΚΡΙΣΙΣ. Προλαβὼν ὁ

λόγος τήν τε ταπεινοφροσύνην ἀναγκαίαν ἔδειξε, καὶ τὴν λιτότητα, καὶ τὸ ἐν πᾶσιν εὐτελὲς, καὶ ὀλιγοδάπανον, ὡς ὀλίγας ἐκ τῶν σωμα τικῶν χρειῶν τὰς ἀφορμὰς τῶν περισπασμῶν ἐγγί νεσθαι ἡμῖν. Ἐκείνοις οὖν τοῖς σκοποῖς ἕπεσθαι χρὴ καὶ τὸν περὶ ἐνδύματος λόγον. Εἰ γὰρ πάντων προσ ήκει ἡμᾶς σπουδάζειν ἐσχάτους εἶναι, καὶ ἐν