1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

21

ἐπιφανῶν καὶ ἡμῖν φίλων, ἐν δὲ τούτοις καὶ ἀνήρ τις τῶν εὐλαβείας ὄνομα καὶ σχῆμα περικειμένων. Οὔπω πότος ἦν, καὶ λόγος ἦν περὶ ἡμῶν, ὅπερ ἐν τοῖς συμποσίοις φιλεῖ συμβαίνειν ἀντ' ἄλλου τινὸς ἐπεισοδίου προτιθεμένων· πάντων δὲ τὰ σὰ θαυμαζόντων καὶ προσ τιθέντων ἡμᾶς ὡς τὰ ἴσα φιλοσοφοῦντας καὶ τὴν φιλίαν λεγόντων καὶ τὰς Ἀθήνας καὶ τὴν ἐν πᾶσι σύμπνοιάν τε καὶ ὁμόνοιαν, δεινὸν τὸ πρᾶγμα ποιεῖται ὁ δῆθεν φιλό σοφος. 58.5 «Καὶ τί τοῦτο, φησίν, ὦ οὗτοι;» μάλα τι νεανικὸν ἐκβοήσας, «Ὡς λίαν ὑμεῖς ψευδεῖς τε καὶ κόλακες· τἄλλα μὲν ἐπαινείσθωσαν οἱ ἄνδρες, εἰ δοκεῖ, οὐδὲ αὐτὸς ἀντιλέγω. Τὸ μέγιστον δὲ οὐ δίδωμι, τὴν ὀρθοδοξίαν μάτην μὲν ἐπαινεῖται Βασίλειος, μάτην δὲ Γρηγόριος, ὁ μὲν προδιδοὺς τὴν πίστιν οἷς διαλέγεται, ὁ δὲ συμπροδιδοὺς οἷς ἀνέχεται.» 58.6 -«Πόθεν τοῦτο, ἔφην, ὦ μάταιε σὺ καὶ νέε ∆αθὰν καὶ Ἀβειρὼν τὴν ἀπό νοιαν; Πόθεν ἡμῖν ἥκεις δογματιστής; Πῶς σεαυτὸν ποιεῖς τηλικούτων κριτήν;» 58.7 -«Ἐκ τῆς κατ' Εὐψύχιον, ἔφη, συνόδου νῦν ἥκω τὸν μάρτυρα»-καὶ γὰρ εἶχεν οὕτως-«κἀκεῖσε ἤκουσα τοῦ μεγάλου Βασιλείου θεολογοῦντος τὰ μὲν περὶ Πατρὸς καὶ Υἱοῦ ἄριστά τε καὶ τελεώτατα καὶ ὡς οὐκ ἄν τις ῥᾳδίως ἄλλος, τὸ Πνεῦμα δὲ παρασύροντος», καὶ προσετίθει τινὰ εἰκασίαν ὥσπερ τῶν ποταμῶν οἱ τὰς πέτρας μὲν παρατρέχοντες, τὴν δὲ ψάμμον κοιλαίνοντες. 58.8 «Ἢ τί δή ποτε, ὦ θαυμάσιε, σὺ μέν»-ἔφη πρὸς ἐμὲ βλέπων-«ἤδη φανερῶς οὕτω τὸ Πνεῦμα θεολογεῖς» (καί τινος ἀπεμνημόνευε τῶν ἐμῶν, ὡς ἐν συνόδῳ πολυανθρώπῳ θεολογήσαντος εἶτα ἐπειπόντος τῷ Πνεύματι τοῦτο δὴ τὸ περιβόητον τό· Μέχρι τίνος ὑπὸ τῷ μοδίῳ τὸν λύχνον κρύψομεν;), «ὁ δὲ ὑποφαίνει μὲν ἀμυδρῶς καὶ οἷον σκιαγραφεῖ τὸν λόγον, οὐ παρρησιάζεται δὲ τὴν ἀλήθειαν πολιτικώτερον ἢ εὐσεβέστερον τὴν ἀκοὴν ἐπικλύζων καὶ τῇ δυνάμει τοῦ λόγου τὴν διπλόην περικαλύπτων.» 58.9 «Ὅτι ἐγὼ μέν, ἔφην, ἐν παραβύστῳ κείμενος καὶ τοῖς πολλοῖς ἀγνοούμενος καὶ μηδὲ ἃ λέγοιμι μηδὲ ὅτι λέγοιμι σχεδὸν γινωσκόμενος, ἀκινδύνως φιλοσοφῶ· τοῦ δὲ πλείων ὁ λόγος, ὡς περιφανεστέρου καὶ παρ' ἑαυτοῦ καὶ παρὰ τῆς Ἐκκλησίας. 58.10 Καὶ δημοσίᾳ πᾶν τὸ λεγό μενον, πολύς τε περὶ αὐτὸν ὁ πόλεμος, ζητούντων λαβέσθαι τῶν αἱρετικῶν γυμνῆς τῆς φωνῆς καὶ αὐτοῦ Βασιλείου, ἵν' ὁ μὲν ἐξωσθῇ τῆς Ἐκκλησίας, ὁ μόνος σχεδὸν ὑπολει πόμενος τῆς ἀληθείας σπινθὴρ καὶ ἡ ζωτικὴ δύναμις, τῶν κύκλῳ πάντων κατειλημμένων, ῥιζωθῇ δὲ τὸ κακὸν ἐν τῇ πόλει καὶ ὥσπερ ἀπό τινος ὁρμητηρίου τῆς Ἐκκλη σίας ταύτης πᾶσαν καταδράμῃ τὴν οἰκουμένην. 58.11 Βέλ τιον οὖν οἰκονομηθῆναι τὴν ἀλήθειαν, μικρὸν εἰξάντων ἡμῶν ὥσπερ νέφει τινὶ τῷ καιρῷ, ἢ καταλυθῆναι τῷ φανερῷ τοῦ κηρύγματος. Ἡμῖν μὲν γὰρ οὐδὲν βλάβος καὶ ἀπ' ἄλλων λέξεων τοῦτο συναγουσῶν Θεὸν τὸ Πνεῦμα γινώσκειν (οὐ γὰρ ἐν ἤχῳ μᾶλλον ἢ διανοίᾳ κεῖσθαι τὴν ἀλήθειαν)· τῇ Ἐκκλησίᾳ δὲ μεγάλην ζημίαν τὸ δι' ἑνὸς ἀνδρὸς διωχθῆναι τὸ ἀληθές». 58.12 Οὐκ ἐδέξαντο τὴν οἰκονομίαν ὡς ἕωλον καὶ παί ζουσαν αὐτοὺς οἱ παρόντες· ἀλλὰ καὶ κατεβόων ἡμῶν ὡς τὴν δειλίαν μᾶλλον ἢ τὸν λόγον οἰκονομούντων. Πολὺ γὰρ εἶναι βέλτιον τὸ ἡμέτερον φυλάττειν διὰ τῆς ἀληθείας ἢ τοῦτό γε ἀχρειοῦν καὶ μὴ προσλαμβάνειν τὸ ἀλλότριον διὰ τῆς δῆθεν οἰκονομίας. 58.13 Τὰ μὲν οὖν καθ' ἕκαστον, ὧν τε εἶπον, ὧν τε ἤκουσα, καὶ ὡς ἠγανάκτησα πρὸς τοὺς ἀντιτείνοντας πέρα τοῦ μετρίου σχεδὸν καὶ τῆς ἐμαυτοῦ συνηθείας, μακρὸν ἂν εἴη νῦν ἐκδιηγεῖσθαι καὶ ἴσως οὐκ ἀναγκαῖον. 58.14 Τέλος δὲ τοῦ λόγου, τοὺς μὲν οὕτως ἀπεπεμψάμην. Σὺ δὲ δίδαξον ἡμᾶς, ὦ θεία καὶ ἱερὰ κεφαλή, μέχρι τίνος προϊτέον ἡμῖν τῆς τοῦ Πνεύματος θεολογίας καὶ τίσι χρηστέον φωναῖς καὶ μέχρι τίνος οἰκονομητέον, ἵν' ἔχωμεν ταῦτα πρὸς τοὺς ἀντιλέγοντας. 58.15 Ἐγὼ γὰρ εἰ δεοίμην νῦν τοῦτο μανθάνειν, ὁ πάντων μάλιστα σέ τε καὶ τὰ σὰ γινώσκων καὶ πολλάκις περὶ τούτων πληροφορίαν καὶ δεδωκὼς καὶ δεξάμενος, πάντων ἂν εἴην ἀμαθέστατός τε καὶ ἀθλιώτατος. 59.Τ ΤΩΙ ΑΥΤΩΙ 59.1 Τοῦτο ἦν ὅπερ