1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

21

τὸν τῶν Ἱεροσολύμων αὐτοῦ τόπον προτιμώμενον. Ἐπειδὴ γὰρ προσελθόντες ἄνθρωποι τῷ Μωϋσῇ ἔλεγον, Ἀκάθαρτοί ἐσμεν ἐπὶ ψυχῇ· πῶς 48.869 ἵνα μὴ ὑστερήσωμεν ἀπὸ τῶν δώρων τοῦ Κυρίου; Στῆτε αὐτοῦ, φησὶ, καὶ ἀνοίσωμεν ἐπὶ τὸν Θεόν. Εἶτα ἐπειδὴ ἀνήνεγκε, κατήνεγκε νόμον λέγοντα, ὅτι Ἄν τις ἀκάθαρτος ἐπὶ ψυχῇ ᾖ, ἢ ἐν ὁδῷ μακρᾷ, καὶ μὴ δύνηται ποιῆσαι ἐν τῷ πρώτῳ μηνὶ τὸ πάσχα, ποιήσει ἐν τῷ δευτέρῳ. Εἶτα ἐπὶ μὲν τῶν Ἰουδαίων ἡ τοῦ χρόνου λύεται παρατήρησις, ἵνα εἰς τὰ Ἱεροσόλυμα τὸ πάσχα γένηται· σὺ δὲ οὐ προτιμᾷς τοῦ χρόνου τῆς Ἐκκλησίας τὴν συμφωνίαν, ἀλλ' ἵνα δόξῃς ἡμέρας παρατηρεῖν, εἰς τὴν κοινὴν ἁπάντων ἡμῶν ἐμπαροινεῖς μητέρα, καὶ τὴν ἁγίαν διατέμνεις σύνοδον; καὶ πῶς ἂν ἄξιος εἴης συγγνώμης, ὑπὲρ τοῦ μηδενὸς τοσαῦτα ἁμαρτάνειν αἱρούμενος; Καὶ τί χρὴ λέγειν περὶ Ἰουδαίων; Ὅτι γὰρ οὐδὲ σφόδρα βουλομένοις ἡμῖν καὶ σπουδάζουσι δυνατὸν πάντως τηρῆσαι τὴν ἡμέραν ἐκείνην, καθ' ἣν ἐσταυρώθη, δῆλον ἐκεῖθεν. Εἰ γὰρ καὶ μὴ παρέβαινον Ἰουδαῖοι, μηδὲ ἀγνώμονες ἦσαν, μηδὲ ἀναίσθητοι, μηδὲ ῥᾴθυμοι καὶ καταφρονηταὶ, μηδὲ ἐκπεπτώκεσαν τῆς πατρῴας πολιτείας, ἀλλ' ἀκριβῶς αὐτὴν ἐτήρουν νῦν, οὐδὲ οὕτω δυνατὸν ἦν ἡμῖν ἀκολουθοῦσιν αὐτοῖς ἐπιλαβέσθαι τῆς ἡμέρας αὐτῆς, καθ' ἣν ἐσταυρώθη, καὶ τὸ πάσχα ἐπετέλεσε. Καὶ πῶς, ἐγὼ λέγω. Ἡνίκα ἐσταυροῦτο, τότε ἡ πρώτη τῶν ἀζύμων ἦν, καὶ παρασκευή· ἀμφότερα δὲ ταῦτα οὐ δυνατὸν ἀεὶ συμπεσεῖν. Ἰδοὺ γοῦν κατὰ τὸν παρόντα ἐνιαυτὸν ἡ πρώτη τῶν ἀζύμων εἰς κυριακὴν ἡμέραν ἐμπίπτει, καὶ ἀνάγκη πᾶσαν νηστεῦσαι τὴν ἑβδομάδα, καὶ τοῦ πάθους παρελθόντος, καὶ τοῦ σταυροῦ γενομένου καὶ τῆς ἀναστάσεως, ἡμεῖς μένομεν νηστεύοντες. Καὶ πολλάκις τοῦτο συνέβη, μετὰ τὸν σταυρὸν, μετὰ τὴν ἀνάστασιν, μηδέπω τῆς ἑβδομάδος ἀπαρτισθείσης, τὴν νηστείαν ἐπιτελεῖσθαι· οὕτως οὐδεμία καιροῦ παρατήρησίς ἐστι. Μὴ τοίνυν φιλονεικῶμεν, μηδὲ ἐκεῖνο λέγωμεν, Τοσοῦτον ἐνήστευσα χρόνον, καὶ νῦν μεταθήσομαι; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο μετάθου· ἐπειδὴ τοσοῦτον ἀπεσχίσθης χρόνον τῆς Ἐκκλησίας, ἐπάνελθε λοιπὸν πρὸς τὴν μητέρα. Οὐδεὶς λέγει, Ἐπειδὴ τοσοῦτον χρόνον ἐν ἔχθρᾳ διέμεινα, αἰσχύνομαι καταλλαγῆναι νῦν. Αἰσχύνη γάρ ἐστιν, οὐ τὸ μεταβάλλεσθαι πρὸς τὸ βέλτιον, ἀλλὰ τὸ μένειν ἐπὶ τῆς ἀκαίρου φιλονεικίας. Τοῦτο καὶ Ἰουδαίους ἀπώλεσεν, οἳ τὴν παλαιὰν ἐπιζητοῦντες ἀεὶ συνήθειαν, πρὸς ἀσέβειαν ἀπεσύροντο. Καὶ τί λέγω περὶ νηστείας καὶ ἡμερῶν παρατηρήσεως, ὁ Παῦλος τὸν νόμον διετέλει φυλάττων, καὶ πολὺν ὑπέμεινεν ἱδρῶτα, καὶ πολλὰς μὲν ὁδοιπορίας, πολλὰς δὲ ἠνέσχετο ταλαιπωρίας ἑτέρας, καὶ πάντων ἐκράτει τῶν ὁμηλίκων κατὰ τὴν τῆς πολιτείας ἐκείνης ἀκρίβειαν· ἀλλ' ὅμως μετὰ τὸ πρὸς τὸ ἄκρον ἐλάσαι τῆς πολιτείας ἐκείνης, ἐπειδὴ συνεῖδεν ὅτι ἐπ' ὀλέθρῳ καὶ βλάβῃ πάντα ἔπραττεν, εὐθέως μετέθετο. Καὶ οὐκ εἶπε πρὸς ἑαυτὸν, Τί τοῦτο; τοσαύτην ζημιοῦμαι σπουδήν; τοσοῦτον ἀπολῶ πόνον; ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο ταχύτερον μετετέθη, ἵνα μὴ μένῃ πάλιν ἐπὶ τῆς αὐτῆς ζημίας, καὶ τῆς ἐν τῷ νόμῳ δικαιοσύνης κατεφρόνησεν, ἵνα τὴν ἐκ πίστεως λάβῃ· καὶ βοᾷ λέγων, Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, φησὶν, ἐπὶ τὸ 48.870 θυσιαστήριον, κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου· Τί λέγεις; ἂν μὲν ὁ ἀδελφός σου ἔχῃ τι κατὰ σοῦ, οὐ συγχωρεῖ σοι προσενεγκεῖν τὴν θυσίαν, ἕως ἂν αὐτῷ καταλλαγῇς· Ἐκκλησίας δὲ ὁλοκλήρου, καὶ τοσούτων πατέρων ἐχόντων κατὰ σοῦ, τολμᾷς καὶ ὑπομένεις, μὴ καταλύσας τὴν ἔχθραν τὴν ἄκαιρον ταύτην, τοῖς θείοις προσελθεῖν μυστηρίοις; καὶ πῶς ἂν δύναιο πάσχα ἐπιτελεῖν οὕτω διακείμενος; Ταῦτα οὐχὶ πρὸς ἐκείνους λέγω μόνους, ἀλλὰ καὶ πρὸς ὑμᾶς τοὺς ὑγιαίνοντας, ἵνα ὅσους ἂν ἴδητε τοιούτους ὄντας, μετὰ ἀκριβείας πολλῆς καὶ προσηνείας ἐκλέγοντες συναγάγητε, καὶ πρὸς τὴν μητέρα ἐπαναγάγητε. Κἂν ἀντιτείνωσι, κἂν σκιρτῶσι, κἂν ὁτιοῦν ἕτερον πράττωσι, μὴ ἀποκάμωμεν, ἕως ἂν αὐτοὺς πείσωμεν· οὐδὲν γὰρ