21
μᾶλλον ἐκεῖ. Μὴ γάρ μοι εἴπῃς, ὅτι ὁ πρεσβύτερος ἥμαρτε, μηδὲ ὅτι ὁ διάκονος· πάντων τούτων ἐπὶ τὴν κεφαλὴν τῶν χειροτονησάντων αἱ αἰτίαι φέρονται. Πάλιν ἕτερον εἴπω. Συμβαίνει τινὰ κλῆρον διαδέξασθαι ἀνδρῶν μοχθηρῶν· τί χρὴ βουλεύσασθαι ἀπορεῖ ἐπὶ ἁμαρτήμασι προλαβοῦσι. ∆ύο γὰρ οἱ κρημνοὶ, καὶ δεῖ μήτε ἀφεῖναι ἐκεῖνον, καὶ τοὺς ἄλλους μὴ σκανδαλίσαι. Ἐκκόψαι τοίνυν δεῖ πρῶτον; Ἀλλ' οὐκ ἔστι παροῦσα πρόφασις. Ἀλλ' ἀφεῖναι; Ναὶ, φησί· τοῦ γὰρ χειροτονήσαντος ἡ αἰτία. Τί οὖν; οὐ δεῖ χειροτονῆσαι, οὐδὲ ἐφ' ἕτερον βαθμὸν ἀγαγεῖν; Ἀλλὰ τοῦτο πᾶσιν ἔσται δῆλον, ὅτι μοχθηρός τίς ἐστι. Πάλιν οὖν ἑτέρως ἐσκανδάλισεν. Ἀλλ' ἀγαγεῖν ἐπὶ μείζονα βαθμόν; Τοῦτο πολλῷ χαλεπώτερον. εʹ. Ὥστε εἴ τις ὡς ἐπὶ προστασίαν ἔτρεχε τὴν ἀρχιερωσύνην, οὐδεὶς ἂν αὐτὴν ἐδέξατο ταχέως. Νῦν δὲ, ὥσπερ τὰς ἔξωθεν ἀρχὰς, οὕτω καὶ ταύτην διώκομεν. Ἵνα γὰρ δοξασθῶμεν, ἵνα τιμηθῶμεν παρὰ ἀνθρώποις, ἀπολλύμεθα παρὰ τῷ Θεῷ. Τί τὸ κέρδος τῆς τιμῆς; πῶς ἐλήλεγκται οὐδὲν οὖσα; Ὅταν ἐπιθυμήσῃς ἱερωσύνης, ἀντίστησον τὴν γέενναν, ἀντίστησον τὰς εὐθύνας τὰς ἐκεῖ, ἀντίστησον τὸν ἀπράγμονα βίον, ἀντίστησον τῆς κολάσεως τὸ μέτρον· ὅτι κἂν ἁμάρτῃς κατὰ σαυτὸν, οὐδὲν πείσῃ τοιοῦτον· ἂν δὲ ἱερεὺς ὢν, ἀπόλωλας. Ἐννόησον, ὅσα ὑπέμεινεν, ὅσα ἐφιλοσόφησεν ὁ Μωϋσῆς, ὅσα ἐπεδείξατο ἀγαθά· καὶ ἵνα ἓν ἁμάρτῃ ἁμάρτημα μόνον, ἐκολάζετο πικρῶς· εἰκότως. Μετὰ γὰρ τῆς τῶν ἄλλων ζημίας τοῦτο γέγονεν· ὥστε πικρότερον ἐκολάζετο, οὐ τῷ φανερὸν γενέσθαι, ἀλλὰ καὶ τῷ ἱερέως εἶναι τὸ ἁμάρτημα οὐ τὴν αὐτὴν γὰρ τιμωρίαν διδόαμεν τῶν τε φανερῶν, καὶ τῶν λάθρα ἁμαρτανομένων. Ἡ μὲν γὰρ ἁμαρτία ἡ αὐτὴ, ἡ δὲ ζημία οὐχ ἡ αὐτὴ, μᾶλλον δὲ οὐδὲ ἡ ἁμαρτία· οὐ γάρ ἐστι τὸ αὐτὸ, λανθάνοντα καὶ κρυπτόμενον ἁμαρτάνειν, καὶ φανερῶς. Τὸν δὲ ἐπίσκοπον οὐκ ἔνι λάθρα ἁμαρτάνειν. Ἀγαπητὸν γὰρ μὴ ἁμαρτάνοντα ἀπαλλαγῆναι ἐγκλημάτων, μή τί γε ἁμαρτάνοντα. Κἂν ὀργισθῇ, κἂν γελάσῃ, κἂν ἀνέσεως ὄναρ ἐπιθυμήσῃ, πολλοὶ οἱ σκώπτοντες, πολλοὶ οἱ σκανδαλιζόμενοι, πολλοὶ οἱ νομοθετοῦντες, πολλοὶ οἱ τῶν προτέρων μεμνημένοι, καὶ τὸν παρόντα κακίζοντες· καὶ ταῦτα ποιοῦσιν, οὐκ ἐκείνους ἐγκωμιάσαι βουλόμενοι· ἀλλὰ τοῦτον δακεῖν, τῶν συνεπισκόπων, τῶν πρεσβυτέρων μεμνημένοι. Γλυκὺς ὁ πόλεμος ἀπείροις, φησί. Τοῦτο καὶ νῦν ἁρμόζει λέγειν· μᾶλλον δὲ καὶ λέγομεν πρὸ τοῦ καταστῆναι εἰς τὸν ἀγῶνα· μετὰ δὲ τὸ ἐμβῆναι, οὐδὲ δῆλοι γινόμεθα τοῖς πολλοῖς. Οὐ γάρ ἐστιν ἡμῖν νῦν πόλεμος πρὸς τοὺς καταδυναστεύοντας τῶν πενήτων, οὐδὲ τοῦ ποιμνίου προπολεμεῖν ἀνεχόμεθα· ἀλλὰ κατὰ τοὺς ποιμένας ἐκείνους τοὺς ἐν τῷ Ἰε 60.41 ζεκιὴλ, σφάττομεν καὶ κατεσθίομεν. Τίς ἡμῶν ἐπιδείκνυται τοσαύτην φροντίδα περὶ τὰ ποίμνια τοῦ Χριστοῦ, ὅσην περὶ τὰ ποίμνια τοῦ Λάβαν ὁ Ἰακώβ; τίς δύναται ἀπαριθμήσασθαι παγετὸν νυκτός; Μὴ γάρ μοι τὰς παννυχίδας εἴπῃς, καὶ τὴν τοσαύτην θεραπείαν. Πᾶν μὲν οὖν τοὐναντίον. Ὕπαρχοι καὶ τοπάρχαι οὐκ ἀπολαύουσι τοσαύτης τιμῆς, ὅσης ὁ τῆς Ἐκκλησίας ἄρχων. Ἂν ἐν βασιλείοις εἰσίῃ, τίς πρῶτος; ἂν παρὰ γυναιξὶν, ἂν παρὰ ταῖς οἰκίαις τῶν μεγάλων, οὐδεὶς ἕτερος αὐτοῦ προτετίμηται. Ἀπόλωλε πάντα καὶ διέφθαρται. Ταῦτα οὐχ ὑμᾶς καταισχῦναι βουλόμενος λέγω, ἀλλ' ὑμῶν ἐπισχεῖν τὴν ἐπιθυμίαν. Ποίῳ γὰρ συνειδότι ἂν γένῃ σπουδάσας ἢ διὰ σαυτοῦ, ἢ δι' ἑτέρου; ποίοις ὀφθαλμοῖς ἀντιβλέψεις ἐκείνῳ τῷ συνεργήσαντι; τί ἕξεις ἀπολογήσασθαι; Ὁ μὲν γὰρ ἄκων καὶ βιασθεὶς, καὶ οὐκ ἐθέλων, ἔχοι ἄν τινα ἀπολογίαν, εἰ καὶ τὰ μάλιστα καὶ οὗτος ἀπεστέρηται συγγνώμης· πλὴν ἀλλὰ παρὰ τοῦτο ἔχει τινὰ ἀπολογίαν. Ἐννόησον τί Σίμων ἔπαθε; Τί γὰρ, εἰ μὴ ἀργύριον δίδως, ἀλλ' ἀντὶ ἀργυρίου κολακεύεις, καὶ κατασκευάζεις πολλὰ, καὶ μηχανᾷ; Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν. Πρὸς ἐκεῖνον εἶπε, καὶ τούτοις ἐρεῖ· ἡ σπουδὴ ὑμῶν μεθ' ὑμῶν ἔστω εἰς ἀπώλειαν, ὅτι ἐνομίσατε περιδρομῇ ἀνθρωπίνῃ τὴν δωρεὰν τοῦ Θεοῦ κτᾶσθαι. Ἀλλ' οὐδείς ἐστι τοιοῦτος; Μηδὲ γένοιτο. Οὐδὲ γὰρ βούλομαι οὐδὲν πρὸς ὑμᾶς εἶναι τῶν λεγομένων· νυνὶ δὲ ἐκ