1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

22

εἰρήνης ἴσον καὶ συμφωνίας. ∆ιὰ τοῦτο καὶ εἰσιὼν ὁ πατὴρ, οὐ πρότερον ἐπὶ τὸν θρόνον ἀναβαίνει τοῦτον, ἕως ἂν ἅπασιν ὑμῖν εἰρήνην ἐπεύξηται, καὶ ἀναστὰς οὐ πρότερον ἄρχεται τῆς πρὸς ὑμᾶς διδασκαλίας, ἕως ἂν ἅπασι δῷ τὴν εἰρήνην. Καὶ μέλλοντες εὐλογεῖν οἱ ἱερεῖς, πρότερον τοῦτο ὑμῖν ἐπευξάμενοι, οὕτω τῆς εὐλογίας ἄρχονται. Καὶ ὁ διάκονος δὲ κελεύων εὔχεσθαι μετὰ τῶν ἄλλων, καὶ τοῦτο ἐπιτάττει κατὰ τὴν εὐχὴν, αἰτεῖν τὸν ἄγγελον τῆς εἰρήνης, καὶ τὰ προκείμενα πάντα εἰρηνικὰ, καὶ τῆς συνόδου ταύτης ἀπολύων ὑμᾶς, τοῦτο ὑμῖν ἐπεύχεται λέγων, Πορεύεσθε ἐν εἰρήνῃ· καὶ οὐδὲν ὅλως ἔνι οὔτε εἰπεῖν, οὔτε πρᾶξαι ταύτης χωρίς. Αὕτη γάρ ἐστιν ἡ τροφὸς ἡμῶν καὶ μήτηρ, θάλπουσα μετὰ πολλῆς τῆς ἀκριβείας ἡμᾶς. Εἰρήνην δὲ λέγω, οὐ τὴν ἀπὸ προσρήσεως ψιλῆς, οὐδὲ τὴν ἀπὸ τῆς κοινωνίας τῶν τραπεζῶν, ἀλλὰ τὴν κατὰ Θεὸν εἰρήνην, τὴν ἐκ τῆς συμφωνίας τῆς πνευματικῆς, ἣν πολλοὶ διασπῶσι νῦν, ὑπὲρ ἀκαίρου φιλονεικίας τὰ ἡμέτερα καθαιροῦντες, καὶ τὰ Ἰουδαίων αὔξοντες, ἐκείνους ἀξιοπιστοτέρους διδασκάλους τῶν οἰκείων πατέρων ἡγούμενοι, καὶ τοῖς χριστοκτόνοις περὶ τοῦ πάθους πιστεύοντες· οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Οὐκ οἶδας ὅτι ἐκεῖνο τύπος, τοῦτο δὲ ἀλήθεια; Ὅρα γὰρ πόσον τὸ διάφορον. Ἐκεῖνο Θάνατον ἐκώλυε σωματικὸν, τοῦτο ὀργὴν ἔλυσε τὴν κατὰ τῆς οἰκουμένης φερομένην ἁπάσης· ἐκεῖνο Αἰγύπτου τότε ἀπήλλαξε, τοῦτο εἰδωλολατρείας ἠλευθέρωσεν· ἐκεῖνο τὸν Φαραὼ, τοῦτο τὸν διάβολον ἀπέπνιξε· μετ' ἐκεῖνο Παλαιστίνη, μετὰ τοῦτο οὐρανός. Τί τοίνυν τῷ λύχνῳ προσεδρεύεις, τοῦ ἡλίου φανέντος; τί δὲ τῷ γάλακτι τρέφεσθαι βούλει, στερεᾶς σοι διδομένης τροφῆς; ∆ιὰ τοῦτο ἐτράφης γάλακτι, ἵνα μὴ μένῃς ἐν τῷ γάλακτι· διὰ τοῦτό σοι ὁ λύχνος ἐφάνη, ἵνα πρὸς τὸν ἥλιον χειραγωγηθῇς. Μὴ τοίνυν, τῶν τελειοτέρων παραγενομένων πραγμάτων, πρὸς τὰ πρότερα ἐπανατρέχωμεν, μηδὲ ἡμέρας καὶ καιροὺς καὶ ἐνιαυτοὺς παρατηρῶμεν, ἀλλὰ πανταχοῦ τῇ Ἐκκλησίᾳ μετ' ἀκριβείας ἑπώμεθα, τὴν ἀγάπην καὶ τὴν εἰρήνην προτιμῶντες ἁπάντων. Εἰ γὰρ καὶ ἐσφάλλετο ἡ Ἐκκλησία, οὐ τοσοῦτον κατόρθωμα ἀπὸ τῆς τῶν χρόνων ἀκριβείας ἦν, ὅσον ἔγκλημα ἀπὸ τῆς διαιρέσεως καὶ τοῦ σχίσματος τού48.871 του· νυνὶ δὲ οὐδείς μοι περὶ καιροῦ λόγος, ἐπειδὴ οὐδὲ τῷ Θεῷ, καθάπερ ἀπεδείξαμεν, ἐπεὶ καὶ ὑπὲρ τούτου πολλοὺς ἀνήλωσα λόγους· ἀλλὰ ἓν μόνον ζητῶ, ὅπως ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ ἅπαντα ποιῶμεν, ὅπως μὴ, νηστευόντων ἡμῶν καὶ τοῦ δήμου παντὸς, καὶ τῶν ἱερέων τὰς κοινὰς ποιουμένων ὑπὲρ τῆς οἰκουμένης ἱκετηρίας, σὺ μένῃς μεθύων ἐπὶ τῆς οἰκίας. Ἐννόησον πῶς διαβολικῆς τοῦτό ἐστιν ἐνεργείας, καὶ ὡς οὐχ ἓν μόνον, οὐδὲ δύο, οὐδὲ τρία ἐστὶ τὰ ἁμαρτήματα, ἀλλὰ πολλῷ πλείω. Ἀποσχίζει σε τῆς ἀγέλης, καὶ καταγινώσκειν σε παρασκευάζει πατέρων τοσούτων, εἰς φιλονεικίαν ἐμβάλλει, πρὸς Ἰουδαίους ὠθεῖ, σκάνδαλόν σε αὖ πάλιν προτίθησι καὶ τοῖς οἰκείοις καὶ τοῖς ἀλλοτρίοις. Πῶς γὰρ δυνησόμεθα ἐγκαλεῖν ἐκείνοις μένουσιν ἐπὶ τῆς οἰκίας, ὅταν σὺ πρὸς ἐκείνους τρέχῃς; Οὐ ταῦτα δὲ μόνον ἐστὶ τὰ ἁμαρτήματα, ἀλλ' ὅτι καὶ μεγάλη βλάβη γένοιτ' ἂν, ὅταν μήτε Γραφῶν, μήτε συνόδων, μήτε εὐλογίας, μήτε κοινῶν εὐχῶν ἀπολαύῃς ἐν ταῖς νηστείαις ἐκείναις, ἀλλὰ μετὰ πονηροῦ συνειδότος ἅπαντα τοῦτον διάγῃς τὸν χρόνον, δεδοικὼς καὶ τρέμων μὴ γένῃ κατάφωρος, καθάπερ τις ἀλλόφυλος καὶ ἀλλογενὴς, δέον μετὰ παῤῥησίας, μεθ' ἡδονῆς, μετὰ εὐφροσύνης, μετ' ἐλευθερίας ἁπάσης κοινῇ μετὰ τῆς Ἐκκλησίας πάντα ἐπιτελεῖν. Οὐδὲ γὰρ ἡ Ἐκκλησία χρόνων ἀκρίβειαν οἶδεν· ἀλλ' ἐπειδὴ παρὰ τὴν ἀρχὴν πᾶσιν ἔδοξε τοῖς πατράσι διῃρημέ48.872 νοις ὁμοῦ συνελθεῖν, καὶ ταύτην ὁρίσαι τὴν ἡμέραν, τὴν συμφωνίαν πανταχοῦ τιμῶσα καὶ τὴν ὁμόνοια ἀγαπῶσα, κατεδέξατο τὸ ἐπιταχθέν. Ὅτι γὰρ ἀδύνατον ἢ ἡμᾶς, ἢ ὑμᾶς, ἢ ἕτερον ὁντιναοῦν αὐτῆς ἐπιλαβέσθαι τῆς κυριακῆς ἡμέρας, ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἀποδέδεικται. Μὴ τοίνυν σκιομαχῶμεν, μηδὲ ὑπὲρ τῶν τυχόντων φιλονεικοῦντες, ἐν τοῖς μεγάλοις ἑαυτοὺς καταβλάπτωμεν. Τὸ μὲν γὰρ τῷδε ἢ τῷδε χρόνῳ νηστεῦσαι οὐκ ἔγκλημα, τὸ δὲ