22
τῆς ἀκολουθίας εἰς τούτους ἐνεπέσομεν τοὺς λόγους. Οὐδὲ γὰρ ὅταν κατὰ πλεονεξίας λέγωμεν, πρὸς ὑμᾶς λέγομεν, ἀλλ' οὐδὲ πρὸς ἕνα. Γένοιτο εἰκῆ τὰ φάρμακα παρ' ἡμῶν κατασκευάζεσθαι. Αἱ τῶν ἰατρῶν εὐχαὶ τοιαῦταί εἰσιν, οὐκ ἄλλα αἰτοῦσαι, ἢ ὥστε μετὰ τὸν πολὺν πόνον ἁπλῶς ῥιφῆναι τὰ φάρμακα. Ταῦτα καὶ ἡμεῖς εὐχόμεθα, ἁπλῶς εἰς ἀέρα λέγεσθαι τὰ ῥήματα τὰ ἡμέτερα, ὥστε ῥήματα μόνον εἶναι. Πάντα ὑποστῆναι ἕτοιμος ἐγὼ, ὥστε μὴ εἰς χρείαν καταστῆναι τοῦ ταῦτα λέγειν. Εἰ δὲ βούλεσθε, καὶ σιγήσομεν· μόνον ἔστω ἀκίνδυνος ἡ σιγή. Οὐ γὰρ οἶμαι οὐδένα, κἂν σφόδρα κενόδοξος ᾖ, μὴ καλούσης χρείας θελῆσαι ἂν ἁπλῶς ἐπιδείκνυσθαι. Παραχωρήσομεν τῆς διδασκαλίας ὑμῖν· αὕτη γὰρ μείζων ἡ διδασκαλία ἡ διὰ πραγμάτων· ἐπεὶ καὶ τῶν ἰατρῶν οἱ ἄριστοι, καίτοιγε τῆς νόσου 60.42 τῶν καμνόντων φερούσης αὐτοῖς μισθοὺς, βούλοιντο ἂν ὑγιαίνειν τοὺς αὐτῶν φίλους. Καὶ ἡμεῖς βουλόμεθα ἅπαντας ὑγιαίνειν. Οὐ γὰρ ἵνα ἡμεῖς δόκιμοι ὦμεν βουλόμεθα, ὑμεῖς δὲ ἀδόκιμοι ἦτε. Ἐβουλόμην εἰ οἷόν τε ὄψει αὐτῇ τὴν ἀγάπην, ἢν περὶ ὑμᾶς ἔχω, ἐπιδείξασθαι· οὐδεὶς γάρ μοι λοιπὸν οὐδὲν ἂν ἐνεκάλεσεν, εἰ καὶ σφόδρα τραχὺς ἦν ὁ λόγος. Τὰ γὰρ παρὰ φίλων λεγόμενα, κἂν ὕβρις ᾖ, φορητά. Ἀξιοπιστότερα γὰρ τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ. Οὐδὲν ἐμοὶ ποθεινότερον ὑμῶν, οὐδὲ τοῦτο τὸ φῶς. Μυριάκις γὰρ ἂν εὐξαίμην αὐτὸς πηρωθῆναι, εἰ γε ἐνῆν διὰ τούτου τὰς ὑμετέρας ἐπιστρέψαι ψυχάς· οὕτως αὐτοῦ τοῦ φωτὸς γλυκίων ἐμοὶ ἡ σωτηρία ἡ ὑμετέρα. Τί γὰρ ὄφελός μοι τῶν ἀκτίνων τῶν ἡλιακῶν, ὅταν ἡ δι' ὑμᾶς ἀθυμία πολὺ κατασκεδάζῃ τῶν ὀφθαλμῶν τὸ σκότος; Τὸ γὰρ φῶς τότε καλὸν, ὅταν ἐν εὐφροσύνῃ φαίνηται· ἐπεὶ τῇ λυπουμένῃ ψυχῇ καὶ παρενοχλεῖν δοκεῖ. Ὅτι δὲ οὐ ψεύδομαι, μὴ γένοιτο μέν ποτε πεῖραν λαβεῖν. Πλὴν εἴποτε συμβαίη τινὰ ὑμῶν ἁμαρτάνειν, καθεύδοντί μοι παράστητε· ἀπολοίμην, εἰ μὴ τοῖς παραλύτοις ἔοικα, εἰ μὴ τοῖς ἐξεστηκόσι, καὶ κατὰ τὸν προφητικὸν λόγον, Καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ. Τίς γὰρ ὑμῖν ἐλπὶς, ὑμῶν μὴ προκοπτόντων; τίς δὲ ἀθυμία, ὑμῶν εὐδοκιμούντων; Πτεροῦσθαι δοκῶ, ὅταν τι περὶ ὑμῶν ἀκούσω χρηστόν. Πληρώσατέ μου τὴν χαράν. Τοσοῦτον μόνον εἰσήνεγκα εἰς τὴν εὐχὴν, ὅτι ἐπιθυμῶ ὑμῶν τὴν προκοπήν. Ὃ δὲ διαμιλλῶμαι πρὸς πάντας τοῦτό ἐστιν, ὅτι φιλῶ, ὅτι συμπέπλεγμαι, ὅτι πάντα μοι ὑμεῖς ἐστε, καὶ πατὴρ, καὶ μήτηρ, καὶ ἀδελφοὶ, καὶ παιδία. Μὴ δὴ νομίσητέ τι τῶν παρ' ἡμῶν λεγομένων πρὸς ἀπέχθειαν λέγεσθαι, ἀλλὰ πρὸς διόρθωσιν. Ἀδελφὸς γὰρ, φησὶν, ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά. Μὴ δὴ ἀπαξιώσητε· οὐδὲ γὰρ ἐγὼ τὸν παρ' ὑμῶν ἀτιμάζω λόγον, ἀλλὰ βουλοίμην ἂν διορθοῦσθαι παρ' ὑμῶν, βουλοίμην ἂν μανθάνειν. Πάντες γὰρ ἡμεῖς ἀδελφοί ἐσμεν, εἷς δὲ ἡμῶν ἐστιν ὁ καθηγητής. Ἔστι δὲ καὶ ἐν ἀδελφοῖς ἕνα ἐπιτάττειν, καὶ τοὺς ἄλλους πείθεσθαι. Μὴ δὴ ἀπαξιώσητε, ἀλλὰ πάντα ποιῶμεν εἰς δόξαν τοῦ Θεοῦ· ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.41 ΟΜΙΛΙΑ ∆ʹ. Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς
Πεντηκοστῆς, ἦσαν ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό· καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος.
αʹ. Τίς ἐστιν αὕτη ἡ Πεντηκοστή; Ὅτε τὸ δρέπανον ἐπιβάλλειν ἔδει τῷ ἀμητῷ·
ὅτε τοὺς καρποὺς συνάγειν ἐχρῆν. Εἶδες τὸν τύπον; Βλέπε πάλιν τὴν ἀλήθειαν. Ὅτε τὸ δρέπανον ἐπιβάλλειν ἔδει τοῦ λόγου, ὅτε τὸν ἀμητὸν συλλέγειν, τότε καθάπερ δρέπανον τὸ Πνεῦμα ἠκονημένον ἐφίπταται. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη· καὶ πάλιν, Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Ὥστε αὐτὸς