1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

23

ἐσθῆτος εὐπρεπὲς καὶ ἀκόλουθον σώζουσαν τὴν ὑπὸ τοῦ Ἀποστόλου παραδεδομένην κοσμιότητα· ποτὲ μὲν τὸν ἐπίσκοπον κόσμιον εἶναι διοριζομένου, ποτὲ δὲ τὰς γυναῖκας ἐν καταστολῇ κοσμίῳ εἶναι διατασσομένου, τοῦ κοσμίου δηλονότι κατὰ τὸν ἴδιον τοῦ Χριστιανισμοῦ σκοπὸν νοουμένου. Ὁ αὐτὸς δέ μοι λόγος καὶ περὶ ὑποδημάτων ἐστίν· ὥστε τὸ ἀπερίεργον καὶ εὐποριστότερον, καὶ πρὸς τὸν σκοπὸν 31.981 τῆς χρείας ἀρκοῦν, τοῦτο αἱρετὸν εἶναι ἐν ἑκάστῳ καιρῷ.

ΕΡΩΤΗΣΙΣ ΚΓʹ. Περὶ τῆς ζώνης. ΑΠΟΚΡΙΣΙΣ. Τὴν δὲ τῆς ζώνης χρείαν

δηλοῦσιν ἀναγκαίαν οὖ σαν καὶ οἱ προλαβόντες ἅγιοι· Ἰωάννης μὲν δερμα τίνῃ ζώνῃ περισφίγγων ἑαυτοῦ τὴν ὀσφὺν, καὶ Ἠλίας ἔτι πρότερον. Γέγραπται γὰρ, ὥσπερ ἰδίωμά τι τοῦ ἀνδρὸς, τὸ, Ἀνὴρ δασὺς, καὶ ζώνη δερματίνη περὶ τὴν ὀσφὺν αὐτοῦ. Καὶ Πέτρος δὲ ζώνῃ κεχρημένος δείκνυται, ὡς δῆλον ἐκ τῶν τοῦ ἀγγέλου ῥημάτων πρὸς αὐτὸν λέγοντος· Ζῶσαι, καὶ ὑπόδη σαι τὰ σανδάλιά σου. Καὶ ὁ μακάριος Παῦλος ἐκ τῆς τοῦ Ἀγάβου προφητείας τῆς εἰς αὐτὸν φαίνεται κεχρημένος ζώνῃ. Τὸν γὰρ ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη οὕτως δήσουσι, φησὶν, ἐν Ἱεροσολύμοις. Καὶ ὁ Ἰὼβ δὲ παρὰ τοῦ Κυρίου ζώσασθαι προστάσσεται. Ὡς γὰρ ἀνδρείας τινὸς, καὶ τῆς πρὸς τὰ ἔργα ἑτοιμασίας σύμβολον, Ζῶσαι, φησὶν, ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου. Καὶ δῆλον, ὅτι πᾶσι τοῖς μαθηταῖς τοῦ Κυρίου συνήθης ἦν ἡ τῆς ζώνης χρῆ σις, οἷς ἀπηγόρευτο μὴ ἔχειν χαλκὸν εἰς τὰς ζώνας. Ἄλλως τε καὶ μέλλοντα αὐτουργήσειν ἀνάγκη εὐσταλῆ καὶ ἀνεμπόδιστον εἶναι πρὸς τὰς κινήσεις. Ὥστε καὶ ζώνης αὐτῷ χρεία, δι' ἧς προ σταλήσεται τῷ σώματι ὁ χιτών· καὶ μᾶλλόν γε αὐτὸν θάλψει περιπτυσσόμενος πανταχόθεν, καὶ τὸ ἀκώλυ τον αὐτῷ πρὸς τὰς κινήσεις παρασκευάσει. Ἐπεὶ καὶ ὁ Κύριος, ὅτε εἰς τὴν διακονίαν τῶν μαθητῶν παρεσκευάζετο, λαβὼν λέντιον διέζωσεν ἑαυτόν. Περί γε μὲν τοῦ πλήθους τῶν ἐνδυμάτων οὐδὲν δεό μεθα λέγειν, ἱκανῶς ἡμῖν ἐν τῷ περὶ ἀκτημοσύνης λόγῳ προεξητασμένου τούτου. Εἰ γὰρ ὁ ἔχων δύο χι τῶνας προστάσσεται μεταδοῦναι τῷ μὴ ἔχοντι, δηλονότι ἡ τῶν πλειόνων ἑαυτοῦ ἕνεκεν κτῆσις ἀπ ηγορευμένη ἐστίν. Οἷς οὖν τὸ ἔχειν δύο χιτῶνας ἀπ αγορεύεται, τούτοις περὶ τῆς χρήσεως τί προσήκει νομοθετεῖν·

ΕΡΩΤΗΣΙΣ Κ∆ʹ. Τούτων ἱκανῶς ἡμῖν παραδεδομένων, ἀκόλου θον ἂν εἴη

μαθεῖν ἡμᾶς περὶ τοῦ τρόπου τῆς μετ' ἀλλήλων διαγωγῆσ ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου λέγοντος, Πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω, ἐκείνην λογιζόμεθα εὐ 31.984 σχήμονα εἶναι διαγωγὴν καὶ εὔτακτον ἐν τῇ συν αφείᾳ τῶν πιστῶν, ἐν ᾗ ὁ τῶν μελῶν τοῦ σώματος διασώζεται λόγος· ὥστε τὸν μέν τινα ὀφθαλμοῦ ἐπ έχειν δύναμιν τὸν ἐπιμέλειαν τὴν κοινὴν πεπιστευ μένον ἔν τε τῇ δοκιμασίᾳ τῶν γεγενημένων καὶ ἐν τῇ προθεωρίᾳ καὶ διασκέψει τῶν γενησομένων τὸν δὲ ἀκοῆς ἢ χειρὸς ἔν τε τῇ ἀκροάσει καὶ ἐν τῇ ἐνερ γείᾳ τῶν ἐπιβαλλόντων, καὶ καθεξῆς ἕκαστον ἑκά στου. Εἰδέναι οὖν χρὴ, ὅτι, ὥσπερ ἐν τοῖς μέλεσιν οὐκ ἀκίνδυνόν ἐστιν ἑκάστῳ μέλει τὸ τῶν ἐπιβαλλόν των ἀμελεῖν, ἢ τὸ μὴ κεχρῆσθαι τῷ ἑτέρῳ πρὸς ὃ γέγονεν ὑπὸ τοῦ δημιουργήσαντος Θεοῦ (εἴτε γὰρ ἡ χεὶρ, ἢ ὁ ποῦς μὴ πείθοιτο τῇ ὁδηγίᾳ τοῦ ὀφθαλ μοῦ, ἡ μὲν ὀλεθρίων ἐπὶ διαφθορᾷ τοῦ παντὸς ἐξ ἀνάγκης ἐφάψεται, ὁ δὲ προσκόψει, ἢ καὶ κατὰ κρημνοὺς ἐνεχθήσεται· εἴτε ὁ ὀφθαλμὸς καμμύσειεν, ὥστε μὴ βλέπειν, ἀνάγκη καὶ αὐτὸν συνδιαφθείρε σθαι τοῖς ἄλλοις μέλεσι πάσχουσι τὰ εἰρημένα)· οὕ τως οὐδὲ τῷ ἐφεστῶτι ἀκίνδυνος ἡ ἀμέλεια ὑπὲρ πάντων κρινομένῳ, οὔτε τῷ ὑπακούοντι τὸ δυσπει θὲς ἀβλαβὲς καὶ ἀζήμιον· περισσοτέρως δὲ ἐπικίν δυνον καὶ ἑτέρους σκανδαλίζοντι. Ἀλλ' ἕκαστος οὖν, ἐν τῷ ἰδίῳ τόπῳ τῆς μὲν σπουδῆς τὸ ἄοκνον ἐπιδεικνύμενος, καὶ πληρῶν τὸ τοῦ