23
τητι· καὶ μέρος εὐσεβείας ἅπασιν ἐνομίζετο, ὅτι πλεῖστα ἐκεῖνον δρᾶσαι κακὰ, καὶ γέροντα νικῆσαι ἀθλητὴν κατὰ πάσης ἀγωνιζόμενον τῆς πόλεως· εἵλκετο διὰ πλατειῶν, ὠθεῖτο καθ' ὑπονόμων· τῶν τριχῶν εἵλκετο, οὐκ ἔστιν ὅτου μὴ μέρους τοῦ σώματος, μι γνυμένης τῇ αἰκίᾳ τῆς ὕβρεως, παρὰ τῶν ἀξίως ἐν Μίθρου ταῦτα κολαζομένων· παισὶν ἐκ παίδων μετέωρος ἀντεπέμπετο, γραφίσιν ὑποδεχομένων τὸ γενναῖον σῶμα, καὶ παίγνιον ποιουμένων τὴν τραγῳδίαν· πιέσμασι τὰς κνήμας ἐθλίβετο μέχρις ὀστέων αὐτῶν· λίνοις τὰ ὦτα διετέμνετο, καὶ τούτων τοῖς στεῤῥοτάτοις καὶ λεπτοτάτοις· σαργάνῃ πρὸς ὕψος αἰρόμενος, μέλιτι καὶ γάρῳ διάβροχος, σφηξὶ καὶ μελίσσαις ἐξαίνετο μεσούσης ἡμέρας, ἡλίου τὸ φλογῶδες ἐλλάμποντος· καὶ τοῦ μὲν τὰς σάρκας ἐκτήκοντος, τοῖς δὲ θερμοτέραν ποιοῦντος τὴν βρῶσιν τῶν μακαρίων ἐκείνων σαρκῶν, οὐ γὰρ ἀθλίων ἂν εἴποιμι. Ἐνταῦθα δὴ λέγεται, ὡς ἂν καὶ τοῦτο ἀξιωθείη γραφῆς, ὁ πρεσβύτης ἐκεῖνος καὶ νέος πρὸς τοὺς ἀγῶνας, (μηδὲ γὰρ ἐν τοῖς δεινοῖς τὸ φαιδρὸν ἀπολιπεῖν, ἀλλὰ καὶ ἐντρυφᾷν ταῖς βασά νοις), τὸ μνημονευόμενον ἐκεῖνο καὶ ᾀδόμενον ἐπειπεῖν· ὡς ἐπαινοίη τὸ σύμβολον, ἑαυτὸν μὲν ὑψηλὸν ὁρῶν, ἐκείνους δὲ ταπεινοὺς καὶ κάτω κειμέ νους· τοσοῦτον περιῆν τῶν κρατούντων, καὶ οὕτως ἦν πόῤῥω τῶν λυπηρῶν, ὡς ἄλλῳ παρὼν κιν δυνεύοντι, καὶ πομπὴν ἀλλ' οὐ συμφορὰν τὸ πρᾶγμα ποιούμενος. 35.621
ʹ. Καίτοι ταῦτα τίς οὐκ ἂν ᾐδέσθη τῶν καὶ με τρίως ἐπιεικῶν τε καὶ
φιλανθρώπων; Ἀλλ' οὐκ ἐκείνους γε εἴασεν ὁ καιρὸς, οὐδὲ ἡ τοῦ βασιλέως ὁρμὴ, τὸ ἀπάνθρωπον ἀπαιτοῦσα καὶ δήμους, καὶ πόλεις, καὶ ἄρχοντας, εἰ καὶ μὴ τοῖς πολλοῖς ἐδόκει τῶν ἀγνοούντων τὸ βάθος τῆς ἐκείνου κακοηθείας. Τοιαῦτα ἡμῖν τὰ τοῦ στεῤῥοῦ γέροντος. Καὶ ταῦτα ὑπὲρ τίνος; ἵνα χρυσοῦν ἕνα μὴ πρόηται τοῖς βασανισταῖς· ᾧ καὶ δῆλον, ὡς ὑπὲρ εὐσεβείας διεκαρ τέρει. Ἕως μὲν γὰρ, βαρυτάτην ποιησάμενοι τοῦ ναοῦ τὴν ἀποτίμησιν, τὸ πᾶν ᾔτουν χρυσίον, ἢ αὐτόν γε ἀναδείμασθαι τὸν νεὼν ἐκέλευον, ἐδόκει τὸ ἀδύνατον τοῦ ἐπιτάγματος μᾶλλον ἢ τὸ εὐσεβὲς τῆς ψυχῆς ποιεῖν ἐκείνῳ τὴν ἔνστασιν· ἐπεὶ δὲ νικῶν αὐτοὺς κατὰ μικρὸν τῇ καρτερίᾳ, καὶ ὑφαιρῶν ἀεί τι τῆς ἀποτιμήσεως, τελευταῖον εἰς τοῦτο κατ έστησεν, ὡς κομιδῆ μικρὸν εἶναι τὸ αἰτούμενον, καὶ ὅσον ῥᾷστον καταβαλεῖν· καὶ ἴσος ἀγὼν ἦν τοῖς μὲν νικῆσαι τῷ καὶ ὁτιοῦν λαβεῖν, τῷ δὲ μὴ κρατη θῆναι τῷ μηδὲ ὅλως καταβαλεῖν, καίτοι πολλῶν ὄν των τῶν καὶ πλεῖον συνεισφέρειν προθυμουμένων οὐ μόνον διὰ τὴν εὐσέβειαν, ἀλλὰ καὶ διὰ τὸ τοῦ ἀνδρὸς ἀνάλωτον καὶ ἀήττητον· τηνικαῦτα ἐδείχθη σαφῶς οὐ περὶ χρημάτων, ἀλλὰ περὶ τοῦ εὐσεβοῦς τὸν ἀγῶνα τιθέμενος.
Αʹ. Ἆρ' οὖν ἐπιεικείας ταῦτα καὶ ἡμερότητος, ἢ τοὐναντίον θράσους καὶ
ἀπανθρωπίας ἐστὶ γνωρί σματα, λεγέτωσαν ἡμῖν οἱ τὸν φιλόσοφον βασιλέα θαυμάζοντες. Ἐγὼ μὲν οὐδένα τῶν πάντων ἀπορεῖν οἶμαι τῆς δικαίας καὶ ἀληθοῦς ἀποκρίσεως. Καὶ οὔπω προστέθεικα, ὅτι τῶν σεσωκότων τὸν ἐξάγιστον, ἡνίκα τὸ γένος αὐτῷ πᾶν ἐκινδύνευε, καὶ διὰ κλοπῆς ὑπεξαγαγόντων, εἷς οὗτος ἦν· ὑπὲρ οὗ τάχα μόνου δικαίως ταῦτα ἔπασχε, καὶ πλείω προσ παθεῖν ἄξιος ἦν, ὅτι κακὸν τοσοῦτο τῇ οἰκουμένῃ πάσῃ σώζων ἐλάνθανε. Φασί τοι διὰ ταῦτα καὶ τὸν τηνι καῦτα ὕπαρχον (γενέσθαι γὰρ ἄνδρα Ἕλληνα μὲν τὴν θρησκείαν, τὸν τρόπον δὲ ὑπὲρ Ἕλληνα, καὶ κατὰ τοὺς ἀρίστους τῶν πάλαι καὶ νῦν ἐπαινουμένων), ἐκεῖνο πρὸς τὸν βασιλέα μετὰ παῤῥησίας εἰπεῖν, οὐ φέροντα τὸ πολυειδὲς τῆς τοῦ ἀνδρὸς αἰκίας καὶ καρ τερίας· Οὐκ αἰσχυνόμεθα, βασιλεῦ, παρὰ τοσοῦτον ἡττώμενοι πάντων Χριστιανῶν, ὡς μηδὲ 35.624 γέροντος ἑνὸς κρατεῖν δυνηθῆναι πάσας διεξελ θόντος