1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

23

ἐπέβαλε τὸ δρέπανον πρότερος. Αὐτὸς γὰρ ἀνήγαγεν εἰς οὐρανοὺς ἀπαρχὴν, τὸ ἡμῶν προσλαβών. ∆ιὰ τοῦτο καὶ θερι 60.42 σμὸν τὸ τοιοῦτον καλεῖ. Ἐν τῷ συμπληροῦσθαι, φησὶ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς, τουτέστιν, οὐ πρὸ τῆς Πεντηκοστῆς, ἀλλὰ περὶ αὐτὴν, ὡς εἰπεῖν, τὴν Πεντηκοστήν. Ἔδει γὰρ ἑορτῆς οὔσης πάλιν ταῦτα γίνεσθαι, ἵν' οἱ παρόντες τῷ σταυρῷ τοῦ Χριστοῦ, οὗτοι καὶ ταῦτα ἴδωσι. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος. ∆ιατί μὴ χωρὶς αἰσθητῶν ὑποδειγμάτων τοῦτο γέγονεν; Ὅτι εἰ καὶ τούτου γενομένου ἔλεγον, ὅτι Γλεύκους μεμεστωμένοι εἰσὶν, εἰ μὴ τοῦτο ἐγένετο, τί οὐκ ἂν εἶπον; Οὐχ ἁπλῶς δὲ ὁ ἦχος γέγονεν, ἀλλ' Ἐκ τοῦ οὐρανοῦ. Καὶ τὸ αἰφνίδιον δὲ διανέστησεν αὐτούς. Καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον. Πολλὴν τὴν ῥύμην λέγει τοῦ Πνεύματος. Ὅρα. Πάντας ἐκεῖ συνήγαγεν, ὥστε καὶ τοὺς 60.43 παρόντας πιστεῦσαι, καὶ τούτους ἀξίους δειχθῆναι. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ τὸ πολλῷ τούτου φρικωδέστερον ἐπάγων· Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, φησί. Καλῶς πανταχοῦ τὸ, Ὡς, πρόσκειται, ἵνα μηδὲν αἰσθητὸν περὶ τοῦ Πνεύματος νομίσῃς. Ὡσεὶ πυρὸς, φησὶ, καὶ ὡσεὶ πνοῆς. Οὐκ ἄρα ἄνεμος ἦν ἁπλῶς εἰς ἀέρα χεόμενος. Ὅτε μὲν γὰρ Ἰωάννῃ ἔδει γνωρισθῆναι τὸ Πνεῦμα, ὡς ἐν εἴδει περιστερᾶς ἐπὶ τὴν κεφαλὴν ἦλθε τοῦ Χριστοῦ· νῦν δὲ ὅτε πλῆθος ὅλον ἐπιστραφῆναι ἐχρῆν, ὡσεὶ πυρός. Καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν· τουτέστι, παρέμεινεν, ἐπανεπαύσατο· τὸ γὰρ καθίσαι τοῦ ἑδραίου ἐστὶ σημαντικὸν καὶ τοῦ μεῖναι. Τί δαί; ἆρα ἐπὶ τοὺς δώδεκα μόνους ἦλθεν, οὐχὶ δὲ καὶ ἐπὶ τοὺς λοιπούς; Οὐδαμῶς ἀλλὰ καὶ ἐπὶ τοὺς ἑκατὸν εἴκοσιν. Οὐ γὰρ ἂν ἁπλῶς παρήγαγε τὴν μαρτυρίαν τοῦ προφήτου ὁ Πέτρος, λέγων· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει Κύριος ὁ Θεὸς, ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται. Καὶ σκόπει· ἵνα γὰρ μὴ ἐκπλήξῃ μόνον, ἀλλὰ καὶ χάριτος πληρώσῃ, διὰ τοῦτο καὶ ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· ἐπάγει γὰρ, Καὶ ἐπλήσθησαν ἅπαντες ἁγίου Πνεύματος, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Οὐ λαμβάνουσιν ἕτερον σημεῖον, ἀλλὰ τοῦτο πρῶτον· ξένον γὰρ ἦν, καὶ οὐ χρεία ἦν ἑτέρου σημείου. Ἐκάθισε, φησὶν, ἐφ' ἕνα ἕκαστον αὐτῶν. Οὐκοῦν καὶ ἐπὶ τὸν καταλειφθέντα. ∆ιὰ τοῦτο οὐδὲ ἀλγεῖ λοιπὸν μὴ αἱρεθεὶς, ὡς ὁ Ματθίας. Καὶ ἐπλήσθησαν, φησὶν, ἅπαντες. Οὐχ ἁπλῶς ἔλαβον τοῦ Πνεύματος τὴν χάριν, ἀλλ' ἐπλήσθησαν. Καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Οὐκ ἂν εἶπε, Πάντες, καὶ ἀποστόλων ὄντων ἐκεῖ, εἰ μὴ καὶ οἱ ἄλλοι μετέσχον. Ἄλλως δὲ οὐδὲ ἄνω κατ' ἰδίαν αὐτοὺς προειπὼν καὶ ὀνομαστὶ, νῦν ἂν συνῆψεν ἐν τῷ αὐτῷ πράγματι. Εἰ γὰρ ὅπου εἰπεῖν ἦν, ὅτι παρῆσαν, κατ' ἰδίαν τῶν ἀποστόλων μνημονεύει, πολλῷ μᾶλλον ἐνταῦθα. Σκόπει δέ μοι, πῶς, ὅταν προσκαρτερῶσι τῇ δεήσει, ὅταν ἀγάπην ἔχωσι, τότε τὸ Πνεῦμα παραγίνεται. Ἀνέμνησε δὲ αὐτοὺς καὶ ἑτέρας ὄψεως, εἰπὼν, Ὡσεὶ πυρός. Ὡς πῦρ γὰρ ἐφάνη καὶ ἐν τῇ βάτῳ. Καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ἀποφθέγματα γὰρ ἦν τὰ παρ' αὐτῶν λεγόμενα. Ἦσαν δὲ, φησὶν, ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι ἄνδρες εὐλαβεῖς. Τὸ κατοικεῖν, εὐλαβείας ἦν σημεῖον. Πῶς; Ἀπὸ τοσούτων γὰρ ἐθνῶν ὄντες, καὶ πατρίδας ἀφέντες, καὶ οἰκίας, καὶ συγγενεῖς, ᾤκουν ἐκεῖ. Ἦσαν γὰρ, φησὶν, ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι ἄνδρες εὐλαβεῖς, ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν. Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθε τὸ πλῆθος, καὶ συνεχύθῃ. Ἐπειδὴ ἐν οἰκίᾳ ἐγένετο τὸ γενόμενον, εἰκότως ἔξωθεν συνέδραμον. Συνεχύθη τὸ πλῆθος. Τί ἐστι, Συνεχύθη τὸ πλῆθος; Ἐταράχθη, ἐθαύμασεν. Εἶτα δηλῶν, ὅτι ἐθαύμαζον, ἐπάγει, Ὅτι ἤκουον εἷς ἕκαστος αὐτῶν τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Καὶ συνῆλθε τὸ πλῆθος, καὶ πρὸς ἑαυτοὺς ἔλεγον· Οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Πρὸς τοὺς ἀποστόλους εὐθέως ἑώρων. 60.44 Καὶ πῶς,