24
Ἀποστόλου παράγγελμα λέγοντος· Τῇ σπουδῇ μὴ ὀκνηροὶ, τῆς προθυμίας ἔχει τὸν ἔπαινον· ἐπὶ δὲ τῇ ἀμελείᾳ τὰ ἐναντία, δηλονότι τὸν ταλανισμὸν καὶ τὸ οὐαί. Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὁ ποιῶν τὰ ἔργα Κυρίου ἀμελῶς.
ΕΡΩΤΗΣΙΣ ΚΕʹ. Ὅτι φοβερὸν τὸ κρῖμα τῷ προεστῶτι μὴ ἐλέγ χοντι τοὺς
ἁμαρτάνοντας. ΑΠΟΚΡΙΣΙΣ. ∆ιόπερ ὁ τὴν κοινὴν φροντίδα πεπιστευμένος, ὡς ὀφείλων λόγον δοῦναι περὶ ἑκάστου, οὕτω διακεί σθω· εἰδὼς, ὅτι, ἐὰν ἐμπέσῃ εἰς ἁμαρτίαν εἷς τῶν ἀδελφῶν, μὴ προειπόντος αὐτῷ τὸ δικαίωμα τοῦ Θεοῦ, ἢ ἐμπεσὼν ἐπιμένῃ, μὴ διδαχθεὶς τὸν τρόπον τῆς διορθώσεως, τὸ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζηθήσεται, καθὼς γέγραπται· καὶ μάλι στα, ἐὰν μὴ δι' ἄγνοιαν παρίδῃ τι τῶν ἀρεσκόντων Θεῷ, ἀλλὰ διὰ κολακείαν συμπεριφερόμενος τοῖς ἑκά στου κακοῖς, τὴν ἀκρίβειαν τῆς πολιτείας ἐκλύσῃ· Οἱ γὰρ μακαρίζοντες ὑμᾶς, φησὶ, πλανῶσιν ὑμᾶς, καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν. Ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ. ∆ιόπερ, ἵνα μὴ τοῦτο πάθωμεν, ἀκολουθητέον ἡμῖν τῷ ἀποστολικῷ κανόνι ἐπὶ τῆς πρὸς τοὺς ἀδελφοὺς ὁμιλίας. Οὔτε γάρ ποτε, φησὶν, ἐν λόγῳ κολακείας ἐγενήθημεν, καθὼς οἴδατε· οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζη 31.985 τοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπ' ἄλλων. Ὁ τοίνυν τούτων τῶν παθῶν καθαρεύων, τάχ' ἂν τὴν ὁδηγίαν ἀπλανῆ, ἑαυτῷ τε ἔμμισθον καὶ τοῖς ἑπομένοις σωτήριον ἐκτελέσειεν. Ὁ γὰρ μὴ διά τι νας τιμὰς ἀνθρωπίνας μήτε τὸ ἀπρόσκρουστον τοῖς ἁμαρτάνουσιν ὑπὲρ τοῦ ἡδὺς αὐτοῖς εἶναι καὶ κεχα ρισμένος ἐπιτηδεύων, ὄντως ἐν ἀγάπῃ, μετὰ παῤ ῥησίας πρεσβεύσει τὸν λόγον ἀκαπηλεύτως καὶ εἰ λικρινῶς, μὴ αἱρούμενος ἐν μηδενὶ δολοῦν τὴν ἀλή θειαν· ὥστε ἁρμόσαι αὐτῷ καὶ τὰ ἑξῆς εἰρημένα· Ἀλλ' ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς, ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρό μενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. Ὁ δὲ μὴ οὕτως ἔχων ὁδηγός ἐστι τυφλὸς, ἑαυτόν τε κατακρημνίζων, καὶ τοὺς ἑπομέ νους συνεπαγόμενος. Ὅσον μὲν οὖν ἐστι κακὸν ἀντὶ ὁδηγίας πλάνης αἴτιον τῷ ἀδελφῷ γενέσθαι, συνορᾷν ἔξεστιν ἐκ τῶν εἰρημένων. Σημεῖον δέ ἐστι τοῦτο τοῦ καὶ τὴν ἐντολὴν τῆς ἀγάπης ἀκατόρ θωτον εἶναι· οὐδεὶς γὰρ πατὴρ περιορᾷ τὸ ἑαυτοῦ τέκνον μέλλον καταπίπτειν εἰς βόθυνον, ἢ ἐμπεσὸν ἐναφίησι τῷ πτώματι. Πόσον δὲ δεινότερον ψυχὴν εἰς βάθος κακῶν ἐμπίπτουσαν ἐναφεθῆναι τῇ ἀπω λείᾳ, τί δεῖ καὶ λέγειν; Ὑπεύθυνος οὖν ἐστι τῇ ἀδελ φότητι ἀγρυπνεῖν ὑπὲρ τῶν ψυχῶν αὐτῶν, καὶ μερι μνᾷν τὰ πρὸς σωτηρίαν ἑκάστου, ὡς λόγον ἀποδώ σων· μεριμνᾷν δὲ ἐπὶ τοσοῦτον, ὡς καὶ μέχρι θανάτου τὴν ὑπὲρ αὐτῶν σπουδὴν ἐπιδείκνυσθαι, οὐ μόνον κατὰ τὸν κοινὸν πρὸς πάντας τῆς ἀγάπης τοῦ Κυρίου λόγον, Ἵνα τις τὴν ψυχὴν αὑτοῦ θῇ ὑπὲρ τῶν φίλων αὑτοῦ, ἀλλὰ κατὰ τὸν ἴδιον τοῦ εἰπόντος· Ἱμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μετα δοῦναι ὑμῖν οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς.
ΕΡΩΤΗΣΙΣ Κςʹ. Περὶ τοῦ πάντα καὶ τὰ κρυπτὰ τῆς καρδίας ἀνα τίθεσθαι τῷ
προεστῶτι. ΑΠΟΚΡΙΣΙΣ. ∆εῖ δὲ καὶ τῶν ὑποτεταγμένων ἕκαστον, εἴ γε μέλλοι ἀξιόλογον προκοπὴν ἐπιδείκνυσθαι, καὶ ἐν ἕξει τῆς κατὰ τὰ προστάγματα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ζωῆς γενέσθαι, μηδὲν μὲν ψυχῆς κίνημα ἀπόκρυφον φυλάσσειν παρ' ἑαυτῷ, μηδένα δὲ λόγον ἀβασανίστως προΐεσθαι, ἀλλ' ἀπογυμνοῦν τὰ κρυπτὰ τῆς καρδίας τοῖς πεπιστευμένοις τῶν 31.988 ἀδελφῶν εὐσπλάγχνως καὶ συμπαθῶς ἐπιμελεῖσθαι τῶν ἀσθενούντων. Οὕτω γὰρ τὸ μὲν ἐπαινετὸν βε βαιοῦται,