1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

24

βασάνους; Καὶ οὗ κρατῆσαι μὴ μέγα, τού του πῶς οὐ τῆς ἐσχάτης συμφορᾶς ἀπελθεῖν ἡττημένους; Καὶ, ὡς ἔοικε, τοῖς αὐτοῖς ὕπαρχοι μὲν ᾐσχύνοντο, βασιλεῖς δὲ ἐκαλλωπίζοντο. Τούτων τί ἂν γένοιτο τοῖς δρῶσι μᾶλλον ἀθλιώτερον ἢ τοῖς πάσχουσι; Τὰ μὲν δὴ τῶν Ἀρεθουσίων τοιαῦτα καὶ οὕτως ἔχοντα, ὡς μικρὰν εἶναι τὴν Ἐχέτου καὶ Φαλάριδος ἀπανθρωπίαν πρὸς τὴν ἐκείνων ὠμό τητα, μᾶλλον δὲ τοῦ ταῦτα πείθοντος καὶ κατασκευά ζοντος· εἴπερ τοῦ σπέρματος τὰ βλαστήματα, καὶ τοῦ πνεύματος τὰ ναυάγια.

Βʹ. Τἄλλα δὲ οἷα καὶ ὅσα; Τίς ἄν μοι δοίη τὴν Ἡροδότου καὶ Θουκυδίδου σχολήν τε καὶ γλῶτταν, ἵνα καὶ τῷ μέλλοντι χρόνῳ παραδῶ τὴν τοῦ ἀνδρὸς πονηρίαν, καὶ στηλιτευθῇ τοῖς μετέπειτα τὰ τοῦ και ροῦ διηγήματα; Σιωπήσομαι τὸν Ὀρόντην καὶ τοὺς νυκτερινοὺς νεκροὺς, οὓς τῷ βασιλεῖ συν έκρυπτεν οὗτος στεινόμενος νεκύεσσι, καὶ κτεί νων ἀδήλως· ἐνταῦθα γὰρ τὰ τοῦ ἔπους εἰπεῖν οἰκειότερον. Παραδραμοῦμαι καὶ τῶν βασιλείων τὰ κοῖ λα καὶ ἀπωτάτω, ὅσα τε ἐν λάκκοις καὶ φρέασι, καὶ διώρυξι κακῶν γέμοντα θησαυρῶν τε καὶ μυστηρίων· οὐ μόνον τῶν ἀνατεμνομένων παίδων τε καὶ παρθένων ἐπὶ ψυχαγωγίᾳ καὶ μαντείᾳ, καὶ θυσίαις οὐ νενομισμέναις, ἀλλὰ καὶ τῶν ὑπὲρ εὐσεβείας κινδυνευόντων. Συγχωρή σωμεν, εἰ δοκεῖ, ταῦτα, οἷς κἀκεῖνος ᾐσχύνετο, 35.625 τοῦτό γε ποιῶν μέτριον· δῆλον δὲ τῷ κρύπτειν ἐπιχειρεῖν, ὡς οὐκ εὐπρεπὲς ὂν τὸ ἄγος δημοσιεύε σθαι· τὰ μὲν γὰρ Καισαρέων τῶν ἡμετέρων, τούτων δὲ τῶν μεγαλοφυῶν καὶ θερμῶν εἰς εὐσέ βειαν, οὕτως ὑπ' αὐτοῦ περιεληλαμένων καὶ ὑβρισμέ νων, ἴσως οὐδὲν ὀνειδίζειν ἄξιον· ἐδόκει γὰρ ὑπὲρ τῆς τύχης ἐνδίκως ἀγανακτῶν ἐν καιρῷ τῆς εὐτυχίας ἀτυχησάσης, ἐπὶ ταύτην προεληλυθέ ναι τὴν ἀντίδοσιν· ἐπειδὴ δεῖ τι καὶ συγχωρεῖν καὶ ἀδικίᾳ κατακρατούσῃ.

Γʹ. Ἀλλὰ τίς οὐκ οἶδεν, ὡς, δήμου τινὸς ἐπιμα νέντος Χριστιανοῖς, καὶ πολὺν μὲν ἐργασαμένων φόνον, πλείω δὲ ἀπειλούντων, ἐπειδὴ μέσην βαδίζων ὁ τοῦ ἔθνους ἄρχων τοῦ καιροῦ καὶ τῶν νόμων (τῷ μὲν γὰρ δουλεύειν ᾤετο δεῖν, τοὺς δὲ μετρίως ᾐσχύ νετο), καὶ διὰ τοῦτο πολλοὺς μὲν ἀπαγαγὼν Χρι στιανῶν, ὀλίγοις δὲ τῶν Ἑλλήνων ἐπιτιμήσας, εἶτ' ἀναχθεὶς τῷ βασιλεῖ, κατηγορίας γενομένης, ἄτιμος καὶ ἀνάρπαστος περὶ τούτων ἐκρίνετο· καὶ τοὺς νόμους προὐβάλλετο, καθ' οὓς ἐπιστεύθη δικάζειν, μικροῦ μὲν ἀπήχθη τὴν ἐπὶ θανάτῳ· τέλος δὲ, φιλανθρωπίας τυχὼν, ἐξορίαν κατακρίνεται; Καὶ ἡ ἀπόφασις ὡς θαυμασία τε καὶ φιλάνθρωπος! Τί γὰρ μέγα, φησὶν ὁ δίκαιος δικαστὴς, καὶ μὴ διώκων Χριστιανοὺς, εἰ Γαλιλαίους δέκα μία χεὶρ Ἑλληνικὴ κατειργάσατο; Ταῦτα οὐκ ὠμότης περιφανής; ταῦτα οὐ πρόγραμμα διωγμοῦ, καὶ πολύ γε τῶν δημοσίᾳ προτιθεμένων ἐναργέστερον καὶ φοβε ρώτερον; Τί γὰρ διαφέρει τοῦ κίνδυνον προγράψαι Χριστιανοῖς τὸ τοῖς διώκταις Χριστιανῶν ἡδόμενον φαίνεσθαι, καὶ μέγα ἔγκλημα ποιεῖσθαι τὸ μετριά ζειν; τὸ γὰρ βούλεσθαι βασιλέως ἄγραφός ἐστι νό μος, τῷ κράτει συνηγορούμενος, καὶ πολύ γε τῶν γραπτῶν ἰσχυρότερος, τῶν οὐ δυναστείᾳ βοηθουμέ νων.

∆ʹ. Οὒ, φασὶν οἱ τὰ ἐκείνου σέβοντες, καὶ τὸν νέον ἡμῖν θεὸν ἀναπλάττοντες, τὸν ἡδὺν καὶ φιλάνθρωπον· ἀλλ' ὅτι μὴ δημοσίᾳ, διωκέσθωσαν Χριστιανοὶ, προὔ θηκε, καὶ πάντα πασχέτωσαν, ὅσα δοκεῖ τοῖς διώκου σιν, ἀφιέντες αὐτὸν τῆς τοῦ διώκειν αἰτίας. Τὴν ὕδραν δὲ οὐδεὶς πώποτε εἶπεν ἥμερον, ὅτι ἐννέα κεφαλὰς ἀντὶ μιᾶς προὐβάλλετο, εἴ τι τῷ μύθῳ 35.628 πειστέον· οὐδὲ τὴν Παταρικὴν Χίμαιραν, ὅτι τρεῖς καὶ ἀνομοίους, ὥστε εἶναι φοβερωτέραν· ἢ τὸν ἐν ᾅδου Κέρβερον, ὅτι τοσαύτας τε καὶ ὁμοίας· ἢ τὸ θαλάττιον κακὸν τὴν Σκύλλαν, ὅτι ἓξ ἐν κύκλῳ καὶ φευκτοτάτας· καίτοι γε τὰ ἄνω, φασὶν, αὐτῆς χρηστὰ καὶ φιλάνθρωπα, καὶ εἰς ὄψιν οὐκ ἀηδῆ· κόρη γὰρ ἦν πρὸς ἡμᾶς τι συγγενὲς ἔχου σα· αἱ δὲ ἀπὸ τούτου κυνώδεις κεφαλαὶ καὶ θηριώδεις οὐδενὸς ἦσαν ἀγαθοῦ, στόλους ὅλους ἁρπάζουσαι καὶ μηδὲν εἰς κίνδυνον