24
φησὶν, ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν, ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι, καὶ Μῆδοι, καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοίτε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ; Ἐξίσταντο δὲ πάντες, καὶ διηπόρουν πρὸς ἀλλήλους, λέγοντες· Τί θέλει τοῦτο εἶναι; Ὁρᾷς ἐξ ἀνατολῶν εἰς δυσμὰς αὐτοὺς τρέχοντας; Ἕτεροι δὲ, φησὶ, διαχλευάζοντες ἔλεγον· Γλεύκους μεμεστωμένοι εἰσίν. βʹ. Ὢ τῆς ἀνοίας! ὢ τῆς κακίας τῆς πολλῆς! Καίτοι οὐδὲ καιρὸς ἦν οὗτος τοῦ γλεύκους· Πεντηκοστὴ γὰρ ἦν. Καὶ τὸ δεινότερον, ὅτι πάντων ὁμολογούντων, Ῥωμαίων ὄντων, προσηλύτων ὄντων, τῶν σταυρωσάντων ἴσως, ἐκεῖνοι μετὰ τοσαῦτα λέγουσιν, ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἐπλήρωσε, φησὶ, τὸν οἶκον. Ἡ πνοὴ καθάπερ κολυμβήθρα γέγονεν ὕδατος. Τῆς δαψιλείας δὲ τοῦτο τεκμήριον καὶ τῆς σφοδρότητος τὸ πῦρ. Οὐδαμοῦ τοιοῦτο γέγονεν ἐπὶ τῶν προφητῶν· ἀλλὰ τότε μὲν οὕτως ἐκείνοις, τοῖς προφήταις δὲ ἑτέρως. Κεφαλὶς γὰρ βιβλίου δίδοται τῷ Ἰεζεκιὴλ, καὶ ἐσθίει ἃ ἔμελλε λέγειν· Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ στόματι αὐτοῦ ὡς μέλι γλυκάζον. Καὶ πάλιν ἡ χεὶρ ἅπτεται τοῦ Θεοῦ τῆς γλώσσης ἑτέρου προφήτου. Ἐνταῦθα δὲ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον· οὕτως ὁμότιμον τυγχάνει Πατρὶ καὶ Υἱῷ. Καὶ πάλιν ἑτέρωθι ἄλλως· Κατάλεγμα, καὶ μέλος, καὶ οὐαί. Ἐκείνοις μὲν οὖν εἰκότως ἐν βιβλίῳ· ἔτι γὰρ αὐτοῖς παραδειγμάτων ἔδει· πρὸς ἓν ἔθνος εἶχον ἐκεῖνοι μόνον, καὶ τοὺς οἰκείους· οὗτοι δὲ καὶ πρὸς τὴν οἰκουμένην ἅπασαν, καὶ τοὺς οὐδέποτε γνωρισθέντας. Ἑλισσαῖος δὲ διὰ μηλωτῆς λαμβάνει τὴν χάριν, ἄλλος δι' ἐλαίου, ὡς ὁ ∆αυῒδ, Μωϋσῆς δὲ, διὰ πυρὸς τῆς βάτου καλεῖται. Ἀλλ' ἐνταῦθα οὐχ οὕτως, ἀλλ' αὐτὸ τὸ πῦρ ἐνεκάθισε. ∆ιατί δὲ μὴ ἐφάνη πῦρ τὸν οἶκον πληροῦν; Ὅτι ἐξέστησαν ἄν. Ἀλλὰ δείκνυσιν ὅτι τοῦτο ἐκεῖνό ἐστι. Μὴ γὰρ τῷ λέγειν, ὅτι Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι, πρόσχῃς· ἀλλ' ὅτι πυρός. Τοσοῦτον πῦρ μυρίαν ὕλην ἀνάψαι δύναται. Καὶ καλῶς εἶπε, ∆ιαμεριζόμεναι. Ἐκ μιᾶς γὰρ ἦν ῥίζης· ἵνα μάθῃς; ὅτι ἐνέργειά ἐστιν ἀπὸ τοῦ Παρακλήτου πεμφθεῖσα. Ὅρα δὲ καὶ ἐκείνους πρῶτον δειχθέντας ἀξίους, καὶ τότε Πνεύματος καταξιωθέντας· οἷον ὥσπερ ὁ ∆αυΐδ· ἅπερ γὰρ ἐν ταῖς ποίμναις εἰργάζετο, ταῦτα καὶ μετὰ τὴν νίκην καὶ τὸ τρόπαιον, ἵνα δειχθῇ αὐτοῦ γυμνὴ ἡ πίστις. Ὅρα πάλιν τὸν Μωϋσέα καὶ αὐτὸν καταφρονοῦντα βασιλείων, καὶ μετὰ τεσσαράκοντα ἔτη τῆς δημαγωγίας ἁπτόμενον· τὸν Σαμουὴλ ἀνατρεφόμενον ἐν τῷ ναῷ· τὸν Ἐλισσαῖον πάντα ἀφιέντα· τὸν Ἰεζεκιὴλ πάλιν. Ὅτι δὲ οὕτω συνέβαινε, καὶ ἐκ τῶν μετὰ ταῦτα δῆλον· καὶ γὰρ καὶ οὗτοι πάντα εἴασαν τὰ αὐτῶν. ∆ιὰ τοῦτο τότε τὸ Πνεῦμα λαμβάνουσιν, ὅτε τὴν οἰκείαν ἀρετὴν ἐπεδείξαντο. Ἔμαθον καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν, δι' ὧν ἔπαθον· ἔμαθον, ὅτι οὐκ εἰκῆ ταῦτα κατώρθωσαν. Οὕτω καὶ Σαοὺλ πρότερον μαρτυρηθεὶς ἀγαθὸς εἶναι, τότε τὸ Πνεῦμα ἔλαβεν. Ἀλλ' οὕτως οὐδεὶς, οὐδὲ ὁ 60.45 μείζων τῶν προφητῶν Μωϋσῆς. Ἐκεῖνος γὰρ ὅτε ἔδει ἑτέρους γενέσθαι πνευματικοὺς, ἠλαττοῦτο αὐτός. Ἀλλ' ἐνταῦθα οὐχ οὕτως· ἀλλ' ὥσπερ ἐπὶ τοῦ πυρὸς, ὅσους ἄν τις θέλοι λύχνους ἀνάπτει, τὸ πῦρ οὐδὲν ἐλαττῶν· οὕτω καὶ ἐπὶ τῶν ἀποστόλων συνέβαινε τότε. Καὶ γὰρ διὰ τοῦ πυρὸς οὐ μόνον τὸ δαψιλὲς τῆς χάριτος ἐδείκνυτο, ἀλλὰ καὶ πηγὴν ἕκαστος ἐλάμβανε Πνεύματος· ὥσπερ οὖν καὶ αὐτὸς πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον ἔφησεν ἕξειν τοὺς πιστεύοντας ἐπ' αὐτόν· καὶ μάλα εἰκότως. Οὐ γὰρ τῷ Φαραὼ διαλεξόμενοι ἀπῄεσαν, ἀλλὰ τῷ διαβόλῳ παλαίσοντες. Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι πεμπόμενοι οὐδὲν ἀντεῖπον, οὐδὲ εἶπον ἰσχνόφωνοι εἶναι, καὶ βραδύγλωσσοι· Μωϋσῆς γὰρ αὐτοὺς εἰς τοῦτο ἐπαίδευσεν. Οὐκ εἶπον εἶναι νεώτεροι· Ἱερεμίας γὰρ αὐτοὺς ἐσωφρόνισε. Καίτοι πολλὰ ἤκουσαν φοβερὰ, καὶ πολλῷ μείζονα ἐκείνων· ἀλλ' ὅμως ἐφοβοῦντο