1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

25

τὸ δὲ ἀδόκιμον τῆς προσηκούσης θεραπείας ἀξιωθήσεται· ἔκ τε τῆς τοιαύτης συνασκήσεως διὰ τῆς κατὰ μικρὸν προσθήκης ἡ τελείωσις ἡμῖν προσγενήσεται.

ΕΡΩΤΗΣΙΣ ΚΖʹ. Ὅτι δεῖ καὶ τὸν προεστῶτα ὑπομιμνήσκεσθαι παρὰ τῶν

προεχόντων ἐν τῇ ἀδελφότητι, εἴποτε σφαλῇ. ΑΠΟΚΡΙΣΙΣ Ὥσπερ δὲ ὁ προεστὼς ὑπεύθυνός ἐστιν ὁδηγεῖν εἰς πάντα τὴν ἀδελφότητα, οὕτω πάλιν καὶ τοῖς λοιποῖς ἐπιβάλλει, ἄν ποτε ὑποπτευθῇ τι περὶ τὸν προεστῶτα πλημμέλημα, ὑπομιμνήσκειν αὐτόν. Ὥστε δὲ μὴ λυθῆναι τὴν εὐταξίαν, τοῖς προέχουσι τήν τε ἡλικίαν καὶ τὴν σύνεσιν ἐπιτρέπειν χρὴ τὴν ὑπόμνησιν. Ἐὰν μὲν οὖν ᾖ τι διορθώσεως ἄξιον, τόν τε ἀδελφὸν ὠφελήσαμεν, καὶ ἑαυτοὺς δι' ἐκείνου, τὸν οἱονεὶ κανόνα τοῦ ἡμετέρου βίου ὄντα, καὶ τῇ ἑαυτοῦ ὀρθότητι τὸ ἐνδιάστροφον ἡμῶν δι ελέγχειν ὀφείλοντα πρὸς τὸ εὐθὺ καταρτίσαντες· ἐὰν δὲ μάτην τινὲς ἐπ' αὐτῷ ταραχθῶσι πληροφορη θέντες διὰ τῆς φανερώσεως τῶν οὐ μετ' ἀληθείας ὑποπτευθέντων, τῆς ἐπ' αὐτῷ διακρίσεως ἀπαλλάσ σονται.

ΕΡΩΤΗΣΙΣ ΚΗʹ. Πῶς χρὴ διακεῖσθαι τοὺς πάντας περὶ τὸν ἀπειθῆ. ΑΠΟΚΡΙΣΙΣ.

Τῷ μέντοι ὀκνηρῶς διακειμένῳ πρὸς τὴν ὑπακοὴν τῶν ἐντολῶν τοῦ Κυρίου πρῶτον μὲν συμπάσχειν πάντας χρὴ ὡς νενοσηκότι μέλει, καὶ ταῖς ἰδίαις παραινέσεσι τὸν προεστῶτα πειρᾶσθαι αὐτοῦ τὴν ἀῤῥωστίαν ἐπανορθοῦσθαι· ἐπιμένοντα δὲ τῇ ἀπει θείᾳ καὶ τὴν διόρθωσιν μὴ δεχόμενον ἐμβριθέστερον ἐλέγχειν ἐπὶ πάσης τῆς ἀδελφότητος, καὶ μετὰ πά σης παρακλήσεως προσάγειν αὐτῷ τὰς ἰατρείας· μὴ ἐντρεπόμενον δὲ μετὰ πολλὴν νουθεσίαν, μηδὲ ἰώμενον ἑαυτὸν ἐν τοῖς ἔργοις, ὡς αὐτὸν ἑαυτοῦ λυμεῶνα ὄντα, κατὰ τὴν παροιμίαν, μετὰ πολ λῶν μὲν δακρύων καὶ θρήνων, ὅμως δ' οὖν ὡς δι εφθαρμένον μέλος καὶ παντελῶς ἄχρηστον, κατὰ τὴν τῶν ἰατρῶν μίμησιν, τοῦ κοινοῦ σώματος ἀπο κόπτειν. Καὶ γὰρ κἀκεῖνοι, ὅπερ ἂν εὕρωσι τῶν μελῶν ἀνιάτῳ πάθει προειλημμένον, ὡς μὴ ἐπὶ πολὺ χυθῆναι τὴν βλάβην κατὰ τὸ συνεχὲς τὰ πα ρακείμενα διαφθείρουσαν, τομαῖς καὶ καύσεσιν ἐξαιρεῖν εἰώθασιν. Ὅπερ καὶ ἡμῖν ἐπὶ τῶν ἐχθραι νόντων ἢ ἐμποδιζόντων ταῖς ἐντολαῖς τοῦ Κυρίου ἐξ ἀνάγκης ἐστὶ ποιεῖν, κατὰ τὸ πρόσταγμα αὐτοῦ τοῦ 31.989 Κυρίου εἰπόντος· Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔξελε αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ. Ἡ γὰρ ἐπὶ τῶν τοιούτων φιλανθρωπία παραπλησία ἐστὶ τῇ ἀπαιδεύτῳ χρηστότητι τοῦ Ἠλεὶ, ᾗπερ ἐπὶ τῶν υἱῶν παρὰ τὸ ἀρέσκον τῷ Θεῷ χρησάμενος ἐλέγχεται. Προδοσία οὖν ἐστι τῆς ἀληθείας, καὶ ἐπι βουλὴ τοῦ κοινοῦ, καὶ ἐθισμὸς πρὸς ἀδιαφορίαν κα κῶν, ἡ πρὸς τοὺς πονηρευομένους ἐσχηματισμένη χρηστότης, μηκέτι μὲν γινομένου τοῦ γεγραμμένου· ∆ιὰ τί οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας; συμβαίνοντος δὲ ἐξ ἀνάγκης τοῦ ἐπιφερομένου, ὅτι Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. Τοὺς δὲ ἁμαρτάνοντας, φησὶν ὁ Ἀπόστολος, ἐνώπιον πάν των ἔλεγχε· καὶ τὴν αἰτίαν εὐθὺς ἐπάγει, λέγων· Ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. Ὅλως δὲ ὁ μὴ καταδεχόμενος τὴν παρὰ τοῦ προεστῶτος θεραπείαν προσαγομένην αὐτῷ ἀσύμ φωνός ἐστι καὶ αὐτὸς ἑαυτῷ. Εἰ γὰρ ὑποταγῆναι οὐ καταδέχεται, καὶ τὸ ἑαυτοῦ θέλημα ἐκδικεῖ, τί καὶ ἐστὶ μετ' αὐτοῦ; τί καὶ προστάτην αὐτὸν τῆς ἑαυτοῦ ζωῆς ἐπιγράφεται; Καταδεξάμενος δὲ ἅπαξ ἐγκαταλεγῆναι τῷ σώματι τῆς ἀδελφότητος, ἐὰν κριθῇ σκεῦος γενέσθαι ὑπουργικὸν, κἂν ὑπὲρ δύναμιν τὸ ἐπίταγμα εἶναι δοκῇ, ἐπιῤῥίψας τὸ κρῖμα τῷ παρὰ δύναμιν ἐπιτάσσοντι, τὸ εὐπει θὲς καὶ ὑπήκοον ἄχρι θανάτου ἐπιδεικνύσθω, μεμνη μένος τοῦ Κυρίου, ὅτι ἐγένετο Ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Τὸ δὲ ἀφηνιάζειν, καὶ ἀντιλέγειν, πολλῶν κακῶν ἀπόδειξιν ἔχει, πί στεως νόσον, ἐλπίδος ἐνδοιασμὸν, ὄγκον τε καὶ ὑπερηφανίαν ἤθους. Οὔτε γὰρ ἀπειθεῖ τις μὴ πρό τερον καταγνοὺς τοῦ