25
διαφέρουσαι τῆς ἀντιθέτοι Χαρύβδεως. Ἢ καὶ τῶν τοξοτῶν σὺ καὶ τῶν σφενδονιτῶν τὰ βέλη καὶ τοὺς λίθους καταιτιάσῃ, ἀλλ' οὐ τοὺς σφενδονῶντας καὶ τοὺς τοξεύοντας; ἔτι δὲ τῶν κυνηγετῶν τοὺς κύνας, καὶ τῶν φαρμα κέων τὰ δηλητήρια, καὶ τῶν κεραττόντων βοῶν καὶ σπαραττόντων θηρίων τὰ κέρατα καὶ τοὺς ὄνυχας· οἱ δὲ χρώμενοι τούτοις ἐκτὸς στήσονται καὶ οὐ μεθέξουσι τῆς ὧν τολμῶσιν αἰτίας; Πολλῆς ταῦ τα τῆς ἀλογίας, καὶ ὄντως σοφιστοῦ δεόμενα, τοῖς ἑαυτοῦ συνηγοροῦντος κακοῖς, καὶ τῇ τοῦ λόγου δυ νάμει τὸ ἀληθὲς συγκαλύπτοντος. Ἀλλ' οὐκ ἔστι· ὅπως ἑαυτὸν ἀποκρύψει, οὐδ' ἂν πολλὰ στραφῇ καὶ παντοῖος γένηται ταῖς ἐπινοίαις, οὐδ' εἰ τὴν Ἄϊδος κυνέην, ὃ δὴ λέγεται, περιθέμενος, ἢ τῷ δακτυλίῳ Γύγου, καὶ τῇ στροφῇ τῆς σφενδόνης χρησάμενος, ἑαυτὸν ἀποκλέψειε· τοὐναντίον μὲν οὖν, ὅσῳ φεύγειν ἐπιχειρεῖ καὶ διαδιδράσκειν, τοσού τῳ πλέον ἁλίσκεται παρὰ ἀληθείᾳ δικαζούσῃ, καὶ τοῖς συνετωτέροις τούτων κριταῖς, ὡς ταῦτα πράττων τε καὶ τολμῶν, οἷς οὐδ' ἂν αὐτὸς ὡς δικαίως πραττο μένοις ἔχῃ συνηγορεῖν· οὕτως εὐάλωτόν ἐστιν ἡ πονη ρία, καὶ πανταχόθεν ἑαυτῇ περιπίπτουσα.
Εʹ. Καὶ οὐχ ἃ μὲν ἔπραττεν ἤδη, τοιαῦτα καὶ οὕτω πόῤῥω βασιλικῆς εὐγενείας καὶ μεγαλοπρεπείας· ἃ δὲ διενοεῖτο πράξειν, ἡμερώτερά τε καὶ βασιλικώτερα. Πολλοῦ μέντ' ἂν ἄξιον ἦν, εἰ μὴ πολὺ τῶν εἰρημένων ἀπανθρωπότερα. Ὥσπερ γὰρ δράκοντος κινουμένου 35.629 φολίδες, αἱ μὲν ἤδη φρίσσουσιν, αἱ δὲ ἐπιφρίσσουσιν, αἱ δὲ μέλλουσι, τὰς δὲ οὐκ ἔστι μὴ κινηθῆναι, κἂν ἠρεμοῦσαι τέως τυγχάνωσιν· εἰ βούλει δὲ, ὥσπερ κεραυνῷ, τὰ μὲν ἤδη κατέχεται, τὰ δὲ προμε λαίνεται, μέχρις ἂν καὶ ταῦτα ἐπέλθῃ τοῦ κακοῦ δυναστεύοντος, οὕτω κἀκείνῳ τὰ μὲν ἤδη παρηνομεῖτο, τὰ δὲ ὑπεγράφετο ταῖς ἐλπίσι καὶ ταῖς καθ' ἡμῶν ἀπειλαῖς· καὶ ταῦτα οὕτως ἔκτοπα, καὶ πόῤῥω τῶν εἰθισμένων, ὡς τῆς ἐκείνου διανοίας εἶναι μόνης, ταῦτα καὶ βουλεύσασθαι, καὶ εἰς ἔργον ἀγαγεῖν ἐθε λῆσαι, καίτοι πολλῶν πρὸ αὐτοῦ γεγενημένων διωκτῶν καὶ πολεμίων Χριστιανοῖς.
ςʹ. Ἃ γὰρ μήτε ∆ιοκλητιανὸς, ὁ πρῶτος ἐνυβρίσας Χριστιανοῖς, μήτε ὁ τοῦτον ἐκδεξάμενος καὶ ὑπερβαλὼν Μαξιμιανὸς ἐνεθυμήθη πώποτε, μήτε Μαξιμῖνος, ὁ μετ' ἐκείνους, καὶ ὑπὲρ ἐκείνους διώ κτης (οὗ τὰ σύμβολα τῆς ἐπὶ τούτῳ πληγῆς αἱ εἰκόνες φέρουσιν ἔτι δημοσίᾳ προκείμεναι, καὶ στη λιτεύουσαι τὴν λώβην τοῦ σώματος), ταῦτα ἐκεῖνος διενοεῖτο μὲν, ὡς οἱ τῶν ἀποῤῥήτων ἐκείνου κοινω νοὶ καὶ μάρτυρες· ἐπεσχέθη δὲ τῇ τοῦ Θεοῦ φι λανθρωπίᾳ, καὶ τοῖς Χριστιανῶν δάκρυσιν, ἃ πολλὰ δὴ καὶ παρὰ πολλῶν ἐχέθη, τοῦτο μόνον ἐχόντων κατὰ τοῦ διώκτου φάρμακον· ταῦτα δὲ ἦν πάσης μὲν παῤῥησίας ἀποστερεῖσθαι Χριστιανοὺς, πάντων δὲ αὐτοὺς εἴργεσθαι συλλόγων, ἀγορῶν, πανηγύρεων, τῶν δικαστηρίων αὐτῶν μὴ γὰρ ἐξεῖ ναι κεχρῆσθαι τούτοις, ὅστις μὴ κατὰ τῶν βωμῶν θυμιάσειεν ἔμπροσθεν κειμένων, καὶ μισθὸν δοίη μέγαν οὕτω καὶ τοσούτου πράγματος. Ὦ νόμοι, καὶ νομοθέται, καὶ βασιλεῖς, οἳ καθάπερ οὐρανοῦ κάλλος, καὶ ἡλίου φῶς, καὶ ἀέρος χύσις, ἅπασι πρόκεινται φιλανθρωπία κοινή τε καὶ ἄφθονος, οὕτω δὲ καὶ τὴν τῶν νόμων μετουσίαν προθέντες ἅπασιν ἐλευθέροις, ἴσην τε καὶ ὁμότιμον! ἧς ἐκεῖνος ἀποστερήσειν διενοεῖτο Χριστιανούς· ὡς μήτε τυραννουμένοις δίκας ἐξεῖναι λαβεῖν, μήτε ζημιουμένοις εἰς χρήματα, μήτε ἄλλο τι πάσχουσι μικρὸν ἢ μεῖζον τῶν ἀπηγορευμέ νων ἐπικουρεῖσθαι τοῖς νόμοις· ἀλλ' ἐξορί στους εἶναι, καὶ ἀναιρεῖσθαι, καὶ μικροῦ τῶν ἀνα 35.632 πνοῶν εἴργεσθαι· ἃ τοῖς μὲν πάσχουσι πλείω φιλοτι μίαν εἶχε καὶ τὴν πρὸς Θεὸν παῤῥησίαν, τοῖς δρῶσι δὲ μείζω τὴν παρανομίαν καὶ ἀδοξίαν
. Ζʹ. Καὶ ὁ λόγος ὡς πάνσοφος τοῦ φονευτοῦ καὶ προστάτου, καὶ παρανόμου καὶ νομοθέτου, ἢ, ἵν' οἰκειότερον εἴπω, τοῦ ἐχθροῦ καὶ ἐκδικητοῦ, κατὰ τὸν ἡμετέρον λόγον· εἶναι γὰρ τοῦ ἡμετέρου νόμου μήτε ἀμύνεσθαι, μήτε δικάζεσθαι, μήτε κεκτῆσθαί τι τὴν ἀρχὴν, μήτε νομίζειν ἴδιόν τι· ἀλλὰ ζῇν ἑτέρωθι, καὶ τῶν