1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

25

ἀντειπεῖν. Ἐκ τούτου δῆλον, ὅτι καὶ φωτὸς ἄγγελοι ἦσαν, καὶ τῶν ἄνωθεν πραγμάτων ὑπηρέται. Καὶ ἐκείνοις μὲν οὐδεὶς ἀπ' οὐρανοῦ φαίνεται τὰ ἐν τῇ γῇ διώκουσιν ἔτι· ἐπειδὴ δὲ ἀνῆλθεν ἄνθρωπος ἄνω, καὶ Πνεῦμα ἄνωθεν φέρεται, Ὡσεὶ φερομένης, φησὶ, πνοῆς βιαίας. ∆ιὰ τούτου δῆλον ποιεῖ, ὅτι οὐδὲν αὐτοῖς ἀντιστῆναι δυνήσεται, ἀλλ' ὥσπερ χοῦν τοὺς ὑπεναντίους λικμήσουσι. Καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον. Ἡ οἰκία τοῦ κόσμου σύμβολον ἦν. Καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν. Καὶ συνῆλθε τὸ πλῆθος, καὶ συνεχύθη. Ὁρᾷς τὴν τούτων εὐλάβειαν, καὶ πῶς οὐκ εὐθέως ἀποφαίνονται, ἀλλ' ἐν ἀπορίᾳ εἰσίν; Ἐκεῖνοι δὲ οἱ ἀγνώμονες ἀποφαίνονται λέγοντες, ὅτι Γλεύκους εἰσὶ μεμεστωμένοι. Ἐπεὶ ἐξῆν αὐτοῖς κατὰ τὸν νόμον τρὶς τοῦ ἐνιαυτοῦ φαίνεσθαι ἐν τῷ ναῷ, διὰ τοῦτο ᾤκουν ἐκεῖ ἀπὸ πάντων τῶν ἐθνῶν εὐλαβεῖς ἄνδρες. Ὅρα ἐντεῦθεν τὸν γράφοντα, πῶς αὐτοὺς οὐ κολακεύει. Οὐ γὰρ εἶπεν, ὅτι ἀπεφήναντο· ἀλλὰ τί; Γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος, καὶ συνεχύθη. Εἰκότως· ἐνόμιζον γὰρ αὐτοῖς τέλος ἔχειν τὸ πρᾶγμα διὰ τὴν γενομένην τόλμαν κατὰ τοῦ Χριστοῦ. Ἄλλως δὲ καὶ τὸ συνειδὸς κατέσειεν αὐτῶν τὰς ψυχὰς, ἐν χερσὶν οὔσης ἔτι τῆς σφαγῆς, καὶ πάντα αὐτοὺς ἐπτόει. Οὐκ ἰδοὺ, φησὶ, πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καλῶς οὕτως εἶπε· καὶ γὰρ τοῦτο εἶναι ὡμολογοῦντο. Οὕτως αὐτοὺς ἐπτόησεν ὁ ἦχος, ὅτι καὶ τὸ πλέον τῆς οἰκουμένης ἐνταῦθα κατέλαβε. Τοῦτο δὲ αὐτοὺς ἐνεύρου τοὺς ἀποστόλους, ὅτι τί ποτε Παρθιστὶ ἦν φθέγγεσθαι οὐκ ᾔδεσαν, ἀλλὰ παρ' ἐκείνων τότε ἐμάνθανον. Ἐθνῶν δὲ μέμνηται πολεμίων αὐτοῖς, Κρητῶν, Ἀράβων, Αἰγυπτίων, Περσῶν, δηλῶν ὅτι πάντων τούτων κρατήσουσιν. γʹ. Ἅτε δὲ ὄντων ἐν αἰχμαλωσίᾳ τῶν Ἰουδαίων, εἰκὸς αὐτοῖς συμπαρεῖναι τηνικαῦτα πολλοὺς τῶν ἐθνῶν· ἢ ὅτι καὶ πρὸς τὰ ἔθνη τὰ τῶν δογμάτων ἤδη κατέσπαρτο. Καὶ διὰ τοῦτο πολλοὶ καὶ ἐξ αὐτῶν παρῆσαν ἐκεῖ κατὰ μνήμην, ὧν ἤκουσαν. Πάντοθεν τοίνυν ἀναντίῤῥητος ἡ μαρτυρία, παρὰ τῶν πολιτῶν, παρὰ τῶν ξένων, παρὰ τῶν προσηλύτων. Ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ. Οὐ γὰρ ἁπλῶς ἐλάλουν, ἀλλά τινα θαυμαστὰ ἔλεγον. Εἰκότως τοίνυν ἠπόρουν· οὐδέποτε γὰρ γέγονέ τι τοιοῦτον. Ὅρα εὐγνωμοσύνην ἀνθρώπων. Ἐξίσταντο καὶ διηπόρουν λέγοντες· Τί θέλει τοῦτο εἶναι; Ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον, ὅτι Γλεύκους μεμεστωμένοι εἰσίν. Ὢ τῆς 60.46 ἀναισχυντίας! εἰ διὰ τοῦτο ἐχλεύαζον. Καὶ τί θαυμαστόν; ὅπου γε καὶ αὐτὸν τὸν ∆εσπότην δαίμονας ἐλαύνοντα, δαίμονα ἔχειν λέγουσιν. Ἔνθα γὰρ ἂν ᾖ ἰταμότης, ἓν ζητεῖ μόνον, εἰπεῖν ὅ τι δήποτε, οὐχ ὅπως τι λόγου πρᾶγμα ἐχόμενον εἴποι, ἀλλ' ὅπως εἴποι ὅ τι δήποτε. Γλεύκους μεμεστωμένοι εἰσί. Πάνυ γε· ὅτι ἄνθρωποι ἐν τοσούτοις κινδύνοις, περὶ τῶν ἐσχάτων τρέμοντες, ἐν τοσαύτῃ ὄντες ἀθυμίᾳ, τοιαῦτα φθέγγεσθαι τολμῶσι. Καὶ ὅρα· ἐπειδὴ τοῦτο ἀπίθανον ἦν, παραλογιζόμενοι τοὺς ἀκούοντας, καὶ δεικνύντες, ὅτι ἐμεθύσθησαν, τῇ ποιότητι τὸ πᾶν ἐπιγράφουσι, καί φασι· Γλεύκους μεμεστωμένοι εἰσί. Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἔνδεκα, ἐπῆρε τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς. Ὁρᾷς ἐκεῖ τὴν κηδεμονίαν, ἐνταῦθα δὲ τὴν ἀνδρείαν. Εἰ γὰρ ἐθαύμαζον, εἰ γὰρ ἐξεπλήττοντο, οὐχὶ καὶ οὕτω θαυμαστὸν ἦν, τὸ δυνηθῆναι μεταξὺ τοσούτων ῥῆξαι φωνὴν ἄνθρωπον ἀγράμματον καὶ ἰδιώτην; Εἰ γὰρ ἐν οἰκείοις τις λέγων ταράττεται, πολλῷ μᾶλλον ἐπὶ ἐχθρῶν καὶ φονώντων. Ὅτι δὲ οὐ μεθύουσιν, εὐθέως ἀπὸ τῆς φωνῆς ἐδήλωσεν· ὅτι οὐκ ἐξεστήκασι, καθάπερ οἱ μάντεις, ὅτι οὐκ ἀνάγκῃ κατείχοντο. Τί δέ ἐστι, Σὺν τοῖς ἕνδεκα; Κοινὴν προεβάλλοντο φωνὴν, φησὶ, καὶ πάντων αὐτὸς ἦν τὸ στόμα. Παρεστήκασι δὲ οἱ ἕνδεκα μαρτυροῦντες τοῖς λεγομένοις. Ἐπῆρε τὴν φωνὴν αὐτοῦ, φησί· τουτέστι, Μετὰ πολλῆς εἶπε τῆς παῤῥησίας. Τοῦτο δὲ ποιεῖ, ἵνα μάθωσι τοῦ Πνεύματος τὴν χάριν. Ὁ γὰρ μὴ ἐνεγκὼν ἐρώτησιν κορασίου εὐτελοῦς, οὗτος ἐν μέσῳ δήμων, φονώντων ἁπάντων, μετὰ τοσαύτης διαλέγεται παῤῥησίας, ὡς ἀναμφισβήτητον τῆς ἀναστάσεως γενέσθαι τοῦτο τεκμήριον· μεταξὺ γὰρ γελώντων ἀνθρώπων, καὶ τὰ