1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

26

συμβουλεύσαντος, οὔτε μὴν ὁ πιστεύων ταῖς ἐπαγγελίαις τοῦ Θεοῦ, καὶ βεβαίαν ἔχων ἐπ' αὐταῖς τὴν ἐλπίδα, κἂν ἐπίπονα ᾖ τὰ προσ τεταγμένα, ἀποκνήσει ποτὲ πρὸς αὐτά· εἰδὼς, Ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι. Καὶ ὁ πεπεισμέ νος, ὅτι ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται, πλείονα προθυμίαν ἐπιδείκνυται τῆς τοῦ ἐπιτάξαντος προσδο κίας, εἰδὼς ὅτι, Τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται.

ΕΡΩΤΗΣΙΣ ΚΘʹ. Περὶ τοῦ μετὰ ἐπάρσεως ἣ γογγυσμοῦ ἐργαζο μένου.

ΑΠΟΚΡΙΣΙΣ. Τοῦ μέντοι γογγύσαντος ἢ ἐπὶ ἐπάρσει ἐφευ 31.992 ρεθέντος δεῖ τὴν ἐργασίαν μὴ καταμίγνυσθαι τῇ παρὰ τῶν ταπεινῶν τῇ καρδίᾳ καὶ συντετριμμένων τῷ πνεύματι γινομένῃ ἐργασίᾳ, καὶ ὅλως μὴ ἀναλίσκε σθαι παρὰ τοῖς εὐλαβέσι. ∆ιότι τὸ ὑψηλὸν ἐν ἀνθρώποις βδέλυγμά ἐστιν ἐνώπιον τοῦ Θεοῦ. Καὶ ἄλλο παράγγελμα τοῦ Ἀποστόλου, λέγοντος· Μηδὲ γογγύζετε, καθάπερ τινὲς αὐτῶν ἐγόγ γυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ· καὶ τὸ, Μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Ἀπρόσδεκτον οὖν τὸ τῶν τοιούτων ἔργον, ὡς θυσία ἐπίμωμος· ὅπερ ἐγκαταμιγῆναι τῇ τῶν λοιπῶν ἐργασίᾳ οὐκ εὐαγές. Εἰ γὰρ οἱ πῦρ ἀλλότριον προσάγοντες τῷ θυσιαστηρίῳ τοσαύτης ὀργῆς ἐπειράθησαν, πῶς οὐκ ἐπικίνδυνον ἀπὸ ἐχθρᾶς τῷ Θεῷ διαθέσεως ἔργον εἰς τὴν οἰκονομίαν τῶν ἐντολῶν παραδέχεσθαι; Τίς γὰρ μετοχὴ, φησὶ, δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; ∆ιόπερ φησίν· Ὁ ἄνομος, ὁ θύων μοι μόσχον, ὡς ὁ ἀποκτείνων κύνα· καὶ ὁ προσφέρων σεμίδαλιν, ὡς αἷμα ὕειον. Ὅθεν ἀναγκαίως τὰ τοῦ ὀκνηροῦ καὶ ἀντι λόγου ἔργα ἀλλοτριωτέον τῆς ἀδελφότητος. Καὶ τούτου τοῦ μέρους ἀκριβῶς ἐπιμελεῖσθαι δεῖ τοὺς προεστῶτας, ἵνα μήτε αὐτοὶ παραφθείρωσι τὸ δόγμα τοῦ εἰπόντος· Πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει· οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου, ποιῶν ὑπερηφανίαν· μήτε τὸν τῇ ἐντολῇ τὴν ἁμαρτίαν ἐπιμιγνύντα, καὶ μολύνοντα τὴν ἐργασίαν ῥᾳθυμίᾳ τοῦ κόπου, ἢ ἐπάρσει τοῦ πλεονεκτήματος, οἰκοδομῶσιν ἐπιμένειν τῇ διαστροφῇ δι' ὧν αὐτοὶ προσδέχονται, οὐκ ἐῶντες αὐτὸν εἰς συναίσθησιν τῶν οἰκείων κακῶν ἐφικνεῖσθαι. Χρὴ οὖν καὶ τὸν προεστῶτα πεπεῖσθαι, ὅτι τὸ μὴ κατὰ λόγον προ στῆναι τοῦ ἀδελφοῦ βαρεῖαν αὐτῷ καὶ ἀπαραίτητον τὴν ὀργὴν ἐπάγει· τὸ γὰρ αἷμα αὐτοῦ ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζητηθήσεται, καθὼς γέγραπται· καὶ τὸν ὑπήκοον οὕτω παρεσκευάσθαι, ὡς πρὸς μηδὲν ἐπίταγμα, μηδὲ τὸ χαλεπώτατον, ἀποκνεῖν, πε πεισμένον, ὅτι ὁ μισθὸς πολὺς ἐν τοῖς οὐρανοῖς. Τὸν μὲν οὖν ὑπακούοντα εὐφραινέτω ἡ ἐλπὶς τῆς δόξης, ἵνα ἐν πάσῃ χαρᾷ καὶ ὑπομονῇ τὸ ἔργον τοῦ Κυρίου γένηται.

ΕΡΩΤΗΣΙΣ Λʹ. Ποταπῇ διαθέσει χρὴ τῶν ἀδελφῶν ἐπιμελεῖσθαι τοὺς

προεστῶτας. ΑΠΟΚΡΙΣΙΣ. Τὸν δὲ προεστῶτα μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα μὴ καὶ αὐτὸς ἐκπέσῃ τοῦ μακαρισμοῦ τῆς ταπεινο 31.993 φροσύνης, ἢ καὶ τυφωθεὶς εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου· ἀλλ' ἐκεῖνο πεπείσθω, ὅτι ἡ τῶν πλειόνων ἐπιμέλεια πλειόνων ἐστὶν ὑπηρεσία. Ὡς οὖν ὁ πολλοῖς ὑπηρετῶν τετραυματισμένοις, καὶ ἀποξύων μὲν τοὺς ἰχῶρας ἑνὸς ἑκάστου τραύματος, προσάγων δὲ τὰ βοηθήματα κατὰ τὴν ἰδιότητα τῆς ὑποκειμένης κακώσεως, οὐχὶ ἐπάρσεως ἀφορμὴν τὴν ὑπηρεσίαν λαμβάνει, ἀλλὰ μᾶλλον ταπεινώσεως, ἀγωνίας τε καὶ ἀγῶνος· οὕτω καὶ πολλῷ πλέον ὁ τὰ ἀσθενήματα ἰᾶσθαι τῆς ἀδελφότητος πιστευ θεὶς, ὡς πάντων ὑπηρέτης, καὶ ὑπὲρ πάντων λό γον δώσων, διανοεῖσθαι καὶ ἀγωνιᾷν ὀφείλει. Τούτῳ γὰρ τῷ τρόπῳ κατορθωθήσεται αὐτῷ ὁ σκο πὸς, τοῦ Κυρίου εἰπόντος· Εἴ τις θέλει ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω ἁπάντων ἔσχατος, καὶ πάν των διάκονος.