1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

26

παρόντων καταφρονεῖν ὡς οὐκ ὄντων· κακοῦ δὲ μὴ ἀντιδιδόναι, μηδὲ ἐξεῖναι, κακόν· μηδὲ τὴν παρειὰν παιομένους φείδεσθαι τῆς ἑτέρας, ἀλλὰ καὶ ταύτην ἐμπαρέχειν τῷ παίοντι, καὶ τὸν χιτῶνα τῷ ἱματίῳ προσαποδύεσθαι. Προσθήσει δὲ ἴσως, ὅτι καὶ ὑπερεύχεσθαι τῶν ἀδι κούντων, καὶ τὰ κάλλιστα βούλεσθαι τοῖς διώκουσι. Τί δὲ οὐκ ἔμελλε ταῦτα γινώσκειν ἀκριβῶς ὁ τῶν θείων ὑπαναγνώστης ποτὲ λογίων, καὶ τῆς τοῦ με γάλου βήματος ἠξιωμένος τιμῆς, καὶ τοὺς μάρτυρας τιμῶν σηκοῖς τε καὶ τεμένεσιν;

Ηʹ. Οὗ τοῦτο πρῶτον θαυμάζω, πῶς τούτοις μὲν ἀκριβῶς καθωμίλησεν, ἐκεῖνο δὲ οὐκ ἀνέγνω, ἢ ἑκὼν παρέδραμεν· ὅτι Κακὸς κακῶς ἀπολεῖται; πᾶς ὁ τὸ Θεῖον ἐξαρνησάμενος, καὶ ὃ τούτου μεῖζόν ἐστι, τοὺς ἐμμένοντας τῇ ὁμολογίᾳ περιωθῶν, καὶ τοιούτοις κακοῖς περιβάλλων, οἷς αὐτὸς περιπεσεῖν ἦν ἄξιος. Εἰ μὲν οὖν ὥσπερ ἡμᾶς τοιούτους εἶναι νομοθετεῖ, καὶ τοῖς ὡρισμένοις ἐμμένειν, οὕτω δύναται δεῖξαι, καὶ αὐτῷ τὸ κάκιστον εἶναι προστεταγμένον, ἢ τοῖς αὐτοῦ θεοῖς ἐν καλῷ τοῦτο τυγχάνον· καὶ εἰς δύο ταῦτα διῃρημένων τῶν ἕξεων, ἀρετήν τε, φημὶ, καὶ κακίαν, ἡμῖν μὲν ἀποκεκρίσθαι τὴν κρείσσω μοῖραν, αὐτοῖς δὲ ἀπεῤῥίφθαι τὴν χείρονα· λεγέτω τοῦτο, καὶ οὕτω νικήσομεν ὑπὸ μάρτυσι τοῖς ἐχθροῖς, καὶ τοῖς διώκουσι τὰ ἡμέτερα· εἰ δὲ καὶ αὐτοί τι μεταποιοῦνται καλοκἀγαθίας καὶ ἡμερό τητος, λόγῳ γοῦν, εἰ καὶ μὴ τοῖς ἔργοις αὐτοῖς, καὶ οὐχ οὕτως εἰσὶν ἀναίσχυντοι, κἂν σφόδρα ὦσι κακοὶ, καὶ πονηροῖς θεοῖς χαίροντες, ὥστε φάσκειν ὥσπερ ἄλλον τινὰ κλῆρον προσήκειν αὐτοῖς τὴν κακίαν· δει 35.633 ξάτωσαν πῶς ἢ ποῦ δίκαιον ἡμᾶς μὲν καὶ πάσχοντας καρτερεῖν, αὐτοὺς δὲ μηδὲ φειδομένων φείδεσθαι· σκόπει γὰρ οὕτω. Τῶν μὲν ἡμῖν γεγονότων και ρῶν τοῦ δύνασθαι, τῶν δὲ ὑμῖν ἄλλοτε ἄλλως τούτων περιτρεχόντων τε καὶ μεθισταμένων, τί τοιοῦτο παρὰ Χριστιανῶν ποτε συνέβη τοῖς ὑμετέροις, οἷα παρ' ὑμῶν πολλάκις Χριστιανοῖς; Ποίας παῤῥη σίας ὑμᾶς ἀπεστερήσαμεν; Τίσι δήμους ἐπανεστήσαμεν ζέοντας; τίσιν ἄρχοντας, πλείω τῶν ἐπιταττομένων ὑπηρετοῦντας; Τίσι τὸν περὶ ψυχῆς ἐπηγάγομεν κίνδυνον; Μᾶλλον δὲ τίνας ἀρχῶν ἀπηλάσαμεν, καὶ τῶν ἄλλων τιμῶν αἳ τοῖς ἀρίστοις ὀφείλονται; Καὶ συνελόντα φάναι, τίνι τι τοιοῦτον ἐπενηνόχαμεν, οἷα πολλὰ παρ' ὑμῶν τὰ μὲν ἐτολμήθη, τὰ δὲ ἠπειλήθη; Ἀλλ' οὐδ' ἂν αὐτοὶ φαίητε, οἱ τὸ ἥμερον ἡμῖν ἐγκαλοῦντες καὶ τὸ φιλάν θρωπον.

Θ. Ἔπειτα πῶς ἐκεῖνο οὐ λογίζῃ, ὦ σοφώ τατε πάντων καὶ συνετώτατε, ὁ πρὸς τὸ τῆς ἀρετῆς ἄκρον συγκλείων Χριστιανοὺς, ὅτι τῆς ἡμετέρας νο μοθεσίας τὰ μὲν ἀνάγκην ἔχει τοῖς ἐπιταττομένοις, ἃ καὶ μὴ φυλάττουσι κίνδυνος· τὰ δὲ οὐκ ἀνάγ κην, αἵρεσιν δέ· ἃ φυλάττουσι μὲν, τιμὴν καὶ ἀντί δοσιν, μὴ φυλάττουσι δὲ, οὐδ' ὅντιν' οὖν κίν δυνον; Εἰ μὲν γὰρ οἷόν τε ἦν ἅπαντας ἀρίστους εἶναι, καὶ τοῦ ἄκρου τῆς ἀρετῆς ἐπιβαίνειν, τοῦτ' ἂν ἦν κράτιστόν τε καὶ τελεώτατον· ἐπεὶ δὲ χωρὶς τὰ θεῖα τῶν ἀνθρωπίνων, καὶ τοῖς μὲν οὐκ ἔστιν ὅτου μὴ τῶν καλῶν μέτεστι, τοῖς δὲ μέγα, κἂν εἰ τοῦ μέσου τυγχάνοιεν, τί σοι βούλεται τὸ ταῦτα νομοθετεῖν, ἃ μὴ τῶν πάντων ἐστὶν, ἢ κατακρίτους εἶναι τοὺς οὐ φυλάσσοντας; Ὥσπερ γὰρ ὅστις οὐ κολάσεως ἄξιος, ἤδη καὶ ἀναῤῥήσεως· οὕτως ὅστις οὐκ ἀναῤῥήσεως, ἤδη καὶ τιμωρίας· ἀλλ' ἐν ὅροις δεῖ μένοντας τῆς ἡμετέρας φιλοσοφίας, καὶ τῆς ἀνθρωπίνης δυνάμεως, οὕτως ἀπαιτεῖν καὶ τὸ κατορθούμενον.

Ρʹ. Ἀλλ' ἀνακτέον μοι πάλιν τὸν λόγον ἐπὶ τοὺς 35.636 λόγους· οὐ γὰρ φέρω μὴ τοῦτο πολλάκις ἀνακυκλεῖν, καὶ πειρατέον συνηγορῆσαι τούτοις εἰς δύναμιν· πολ λῶν γὰρ καὶ δεινῶν ὄντων, ἐφ' οἷς ἐκεῖνος μισεῖσθαι δίκαιος, οὐκ ἔστιν ὅ τι μᾶλλον ἢ τοῦτο παρανομήσας φαίνεται. Καί μοι συναγανακτείτω πᾶς ὅστις λόγοις χαίρων, καὶ τῇ μοίρᾳ ταύτῃ προσκείμενος, ὧν εἶναι καὶ αὐτὸς οὐκ ἀρνήσομαι. Τὰ μὲν γὰρ ἄλλα παρῆκα τοῖς βουλομένοις, πλοῦτον, εὐγένειαν, εὔ κλειαν, δυναστείαν, ἃ