1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

26

σφόδρα δάκνου τοῖς λυπηροῖς. Ἃν γὰρ ἧττον λυπώμεθα, ἧττόν ἐστι λυπηρά. Οὐδὲν δεινὸν εἰ ἀνεθάλφθη σαν οἱ αἱρετικοὶ καὶ τῷ ἔαρι θαρροῦσι τῶν φωλεῶν ἐξερπύσαντες, ὡς γράφεις. Μικρὰ συριοῦσιν, εὖ οἶδα, εἶτα καταδύσονται, καὶ τῇ ἀληθείᾳ καὶ τῷ καιρῷ πολεμούμενοι, καὶ τόσῳ μᾶλλον ὅσῳπερ ἂν τῷ Θεῷ τὸ πᾶν ἐπιτρέπωμεν. 73.Τ ΤΩΙ ΑΥΤΩΙ 73.1 Περὶ ὧν ἐπέσταλκας, οὕτως ἔχομεν· οὔτε ὑπερορώμενοι δυσχεραίνομεν, καὶ τιμώμενοι χαίρομεν. Τοῦ μὲν γὰρ ἡμεῖς ἄξιοι, τὸ δὲ τῆς ὑμετέρας φιλοτιμίας. Προσεύχου περὶ ἡμῶν. Τῇ βραχυλογίᾳ συγγίνωσκε· πάντως γάρ, εἰ καὶ μικρὰ ταῦτα, σιωπῆς γε μακρότερα. 74.Τ ΤΩΙ ΑΥΤΩΙ Καὶ μένων συνεκδημῶ διὰ τῆς ἀγάπης ὑμῖν· πάντα γὰρ ὁ πόθος κοινοποιεῖ τὰ ἡμέτερα. Καὶ πολλὰς ἐλπίδας ἔχω, τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ θαρρῶν καὶ ταῖς ὑμετέραις εὐχαῖς, ὅτι πάντα κατὰ νοῦν ὑμῖν ἐκβήσεται καὶ ἡ καταιγὶς εἰς αὔραν λυθήσεται καὶ τοῦτον ὑμῖν ὁ Θεὸς τῆς ὀρθοδοξίας δώσει μισθὸν τὸ τοὺς ἐπηρεάζοντας ὑπερσχεῖν. 74.2 Μάλιστα μὲν οὖν ἴδοιμεν ὑμᾶς ἐν τάχει καὶ ἀπολάβοιμεν ὡς εὐχόμεθα. Εἰ δὲ χρονίζοιτε, τῶν πραγμάτων οὕτω τυπούντων, γράμμασι γοῦν εὐφραίνειν ἡμᾶς μὴ ἀπαξιοῦτε δηλοῦσι τὰ ὑμέτερα καὶ προσεύχεσθαι τὰ συνήθη περὶ ἡμῶν. Ἐρρωμένους ὑμᾶς καὶ τοῖς πᾶσιν εὐθύμους ὁ ἀγαθὸς Θεὸς χαρίσαιτο, τῆς Ἐκκλησίας τὸ κοινὸν ἔρεισμα. 75.Τ ΒΙΤΑΛΙΑΝΩΙ 75.1 Οὐ συνεχῶς ὁμιλοῦμέν σοι. Τὸ δὲ αἴτιον, ὅτι πολλοὶ περὶ σέ, καὶ οἷς ἥκιστα χαίρομεν. Εἰ δ' ἀνακαθήραις σαυτὸν τῶν πολλῶν καὶ σύνοικον ἔχοις τὴν ἀρετήν, ὄψει καὶ χωλῶν δρόμον, ὡς ἡ παροιμία. Τοῦτο γὰρ καὶ ὑπισ χνούμεθα σὺν Θεῷ καὶ πράξομεν. 76.Τ ΓΡΗΓΟΡΙΩΙ ΝΥΣΣΗΣ 76.1 Καὶ τοῦτο ἀπέκειτο τῇ μοχθηρᾷ μου ζωῇ, τὸ Βασι λείου θάνατον ἀκοῦσαι καὶ τῆς ἁγίας ἐκείνης ψυχῆς ἐκδημίαν, ἣν ἐξεδήμησεν ἀφ' ἡμῶν ἵν' ἐνδημήσῃ πρὸς Κύριον, πάντα τὸν βίον μελέτην τούτου πεποιημένος. 76.2 Ἀλλ' ἐγὼ μὲν μετὰ τῶν ἄλλων καὶ τοῦτο ἀφῄρημαι διὰ τὸ καὶ νῦν ἔτι πονηρῶς ἔχειν τοῦ σώματος καὶ λίαν ἐπικινδύνως, τὸ καὶ περιπτύξασθαι τὴν ἁγίαν κόνιν καί σοι παρεῖναι τὰ εἰκότα φιλοσοφοῦντι καὶ τοὺς κοινοὺς ἡμῶν φίλους παραμυθήσασθαι. 76.3 Τὸ γὰρ τὴν τῆς Ἐκκλησίας ἰδεῖν ἐρημίαν, τοιαύτην ἀποκειραμένης δόξαν καὶ τοιοῦτον ἀποσεισαμένης στέφανον, οὔτε ὄψει θεατὸν οὔτε ἀκοῇ χωρητὸν τοῖς γε νοῦν ἔχουσι. 76.4 Σὺ δέ μοι δοκεῖς, πολλῶν ὄντων καὶ φίλων καὶ λόγων τῶν εἰς παρά κλησιν, ὑπ' οὐδενὸς ἂν οὕτω παρακληθῆναι ὡς ὑπὸ σεαυτοῦ καὶ τῆς ἐκείνου μνήμης· οἳ καὶ τοῖς ἄλλοις πᾶσι γεγόνατε φιλοσοφίας ὑπόδειγμα καὶ οἷόν τις στάθμη πνευματικὴ τῆς τε ἐν τοῖς χρηστοῖς εὐταξίας καὶ τῆς ἐν τοῖς ἀνιαροῖς καρτερίας, ἐπειδὴ δύο ταῦτα οἶδε φιλοσοφία εὐπραξίαν τε διαθέσθαι μετρίως καὶ συμφορὰν εὐσχημόνως. 76.5 Ταῦτα παρ' ἡμῶν πρὸς τὴν σὴν τιμιότητα· ἐμὲ δὲ τίς παραμυθήσεται χρόνος ἢ λόγος, τὸν ταῦτα γράφοντα, πλὴν τῆς σῆς συνουσίας καὶ ὁμιλίας, ἣν ἀντὶ πάντων ἡμῖν ὁ μακάριος καταλέλοιπεν, ἵν' ἐν σοὶ τὰ ἐκείνου καθορῶντες ὥσπερ ἐν ἐσόπτρῳ καλῷ τε καὶ διαυγεῖ, κἀκεῖνον ἔχειν νομίζωμεν; 77.Τ ΘΕΟ∆ΩΡΩΙ 77.1 Πυνθάνομαί σε βαρέως ἔχειν πρὸς τὰς γεγενημένας ἡμῖν παρὰ τῶν μοναστῶν καὶ τῶν πτωχῶν ὕβρεις. Καὶ θαυμαστὸν οὐδέν, ἀπλῆγα ἔτι σε τυγχάνοντα καὶ τῶν ἡμετέρων κακῶν ἀπείρατον, πρὸς τὰ τοιαῦτα δυσφόρως ἔχειν. 77.2 Ἡμεῖς δέ, ὡς καὶ κακῶν πλειόνων πεπειραμένοι καὶ τῆς ὕβρεως κοινωνήσαντες, εἰκότως ἂν ἀξιόπιστοι νομισθείημεν παραινοῦντες τῇ σῇ εὐλαβείᾳ ἅπερ ἥ τε πολιὰ διδάσκει καὶ ὁ λόγος ὑποδείκνυσι. 77.3 ∆εινὰ μὲν τὰ γεγενημένα καὶ πέρα δεινῶν, τίς ἀντερεῖ; -ὑβρισθῆναι θυσιαστήρια, συγχυθῆναι μυστήρια, μέσους ἡμᾶς ἑστάναι τῶν τελουμένων καὶ τῶν λιθαζόντων, καὶ φάρμακον ποιεῖσθαι κατὰ τῶν λιθασμῶν τὰς ἐντεύξεις, αἰδῶ παρθένων ἐπιλησθῆναι, μοναστῶν εὐκοσμίαν, πτωχῶν συμφοράν, ζημιωθέντων ἐκ τῆς τραχύτητος καὶ τὸν ἔλεον. 77.4 Ἀλλ' ἴσως μακροθυμεῖν ἄμεινον καὶ πολλοῖς ἐξ ὧν πάσχομεν διδόναι μακροθυμίας ὑπόδειγμα· οὐ γὰρ οὕτως ὁ λόγος πείθει τοὺς