1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

26

Κηδὰρ, καὶ ἴδετε· ἀποστείλατε εἰς τὰς νήσους Χετιεὶμ, καὶ γνῶτε, εἰ γέγονε τοιαῦτα. Ποῖα ταῦτα; Εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί· ὑμεῖς δὲ ἠλλάξασθε τὴν δόξαν ὑμῶν, ἐξ ἧς οὐκ ὠφεληθήσεσθε. Οὐκ εἶπεν· Ἠλλάξασθε τὸν Θεὸν ὑμῶν, ἀλλὰ, τὴν δόξαν Ὃ δὲ λέγει τοιοῦτόν ἐστίν· Ἐκεῖνοι, φησὶν, εἴδωλα προσκυνοῦντες, καὶ δαίμονας θεραπεύοντες, τοσοῦτον περὶ τὴν πλάνην ἔχουσι συνειδὸς, ὡς μηδὲ ἑλέσθαι καταλιπεῖν ἐκεῖνα, καὶ πρὸς τὴν ἀλήθειαν αὐτομολῆσαι· ὑμεῖς δὲ τὸν ἀληθῆ Θεὸν προσκυνοῦντες, ἀφέντες τὴν πατρῴαν εὐσέβειαν, πρὸς τὰ ἀλλότρια ηὐτομολήσατε· καὶ οὐδὲ ὅσην ἔχουσιν ἐκεῖνοι περὶ τὴν πλάνην ταύτην συνείδησιν, τοσαύτην περὶ τὴν ἀλήθειαν ὑμεῖς ἐπεδείξασθε ∆ιὰ τοῦτό φησιν· Εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί· ὑμεῖς δὲ ἠλλάξασθε τὴν δόξαν ὑμῶν, ἐξ ἧς οὐκ ὠφεληθήσεσθε. Οὐκ εἶπεν, Ἠλλάξασθε τὸν Θεὸν ὑμῶν· ὁ Θεὸς γὰρ οὐκ ἀλλάσσεται· ἀλλ', Ἠλλάξασθε τὴν δόξαν ὑμῶν. Μὴ γὰρ ἐμὲ, φησὶν, ἠδικήσατε· μὴ γὰρ ἐμοὶ ἐγένετο βλάβη· ὑμεῖς ἑαυτοὺς ἠτιμώσατε· τὴν ἐμὴν οὐκ ἠλαττώσατε δόξαν, ἀλλὰ τὴν ὑμετέραν. ∆ότε δὴ κἀμοὶ τοῦτο καὶ πρὸς τοὺς ἡμετέρους εἰπεῖν, εἴ γε ἡμετέρους χρὴ καλεῖν τοὺς τὰ ἐκείνων φρονοῦντας. Πορεύεσθε εἰς τὰς συναγωγὰς, καὶ ἴδετε εἰ ἠλλάξαντο Ἰουδαῖοι τὴν νηστείαν αὐτῶν, εἰ 48.876 τὸ πάσχα μεθ' ἡμῶν ἐνήστευσαν, εἰ ταύτην τὴν ἡμέραν ποτὲ ἔφαγον. Καὶ αὕτη οὐκ ἔστι νηστεία, ἀλλὰ παρανομία καὶ ἁμαρτία καὶ πλημμέλεια· ἀλλ' ὅμως οὐκ ἤλλαξαν. Ὑμεῖς δὲ ἠλλάξασθε τὴν δόξαν ὑμῶν, ἐξ ἧς οὐκ ὠφεληθήσεσθε, καὶ πρὸς τὰ ἐκείνων ηὐτομολήσατε. Πότε τὸ πάσχα ἐνήστευσαν ἐκεῖνοι; πότε μαρτύρων μεθ' ἡμῶν ἑορτὴν ἐπετέλεσαν; πότε κατὰ τὴν τῶν Ἐπιφανίων ἡμέραν ἡμῖν ἐκοινώνησαν; Ἐκεῖνοι πρὸς τὴν ἀλήθειαν οὐ τρέχουσι, καὶ ὑμεῖς πρὸς τὴν παρανομίαν τρέχετε· παρανομίαν δὲ λέγω, ἐπειδὴ παρὰ τὸν προσήκοντα ταῦτα γίνεται καιρόν. Ἦν ποτε καιρὸς, ὅτε ταῦτα φυλάττεσθαι ἔδει, ἀλλὰ νῦν οὐκ ἔστι. ∆ιὰ τοῦτο τὸ ποτὲ ἔννομον παράνομόν ἐστι νῦν.

δʹ. ∆ότε μοι τὸ τοῦ Ἠλία πρὸς αὐτοὺς εἰπεῖν. Καὶ γὰρ ἐκεῖνος ὁρῶν τοὺς Ἰουδαίους ἀσεβοῦντας, καὶ ποτὲ μὲν τῷ Θεῷ προσέχοντας, ποτὲ δὲ τὰ εἴδωλα θεραπεύοντας, οὕτω πως φησίν· Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις; Εἰ ἔστι Κύριος ὁ Θεὸς ἡμῶν μεθ' ὑμῶν, δεῦτε καὶ πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ ὁ Βαὰλ, πορεύεσθε ὀπίσω αὐτοῦ. Τοῦτο καὶ ἐγὼ νῦν λέγω πρὸς αὐτούς· Εἰ τὸν Ἰουδαϊσμὸν νομίζετε ἀλήθειαν εἶναι, τίνος ἕνεκεν ἐνοχλεῖτε τῇ Ἐκκλησίᾳ; εἰ δὲ ὁ Χριστιανισμός ἐστιν ἀληθὴς, ὡσπεροῦν καὶ ἔστι, μένετε, καὶ πορεύεσθε ὀπίσω αὐτοῦ. Τῶν μυστηρίων κοινωνεῖς, εἰπέ μοι, τὸν Χριστὸν προσκυνεῖς ὡς Χριστιανὸς, παρ' ἐκείνου τὰ ἀγαθὰ αἰτεῖς· καὶ μετὰ τῶν ἐχθρῶν ἑορτάζεις τῶν ἐκείνου; καὶ ποίᾳ γνώμῃ εἰς τὴν ἐκκλησίαν ἀπαντᾷς λοιπόν; Πρὸς μὲν οὖν τοὺς τὰ ἡμέτερα λέγοντας φρονεῖν, καὶ τὰ ἐκείνων ζηλοῦντας, ἀρκεῖ οὗτος ὁ λόγος ἡμῖν· ἐπειδὴ δὲ καὶ πρὸς ἐκείνους ἀποτείνασθαι βούλομαι, δότε μοι μακροτέραν προσενεγκεῖν τὴν διδασκαλίαν καὶ δεῖξαι πῶς τὸν νόμον ἀτιμάζουσιν οἱ Ἰουδαῖοι νηστεύοντες νῦν, καὶ τὰ τοῦ Θεοῦ καταπατοῦσι προστάγματα, ἀπεναντίας τοῖς ἐκείνῳ δοκοῦσι πάντα ποιοῦντες ἀεί. Ὅτε γοῦν ἐβούλετο αὐτοὺς νηστεύειν, λιπαίνοντες ἐπλατύνοντο· ὅτε δὲ βούλεται αὐτοὺς μὴ νηστεύειν, τότε φιλονεικοῦσι νηστεύοντες· ὅτε ἤθελεν αὐτοὺς θυσίαν προσάγειν, πρὸς τὰ εἴδωλα ἔτρεχον· ὅτε οὐ βούλεται αὐτοὺς ἑορτὰς ἐπιτελεῖν, σπουδάζουσιν ἑορτάζειν. ∆ιὰ τοῦτο ὁ Στέφανος ἔλεγε πρὸς αὐτούς· Ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε. Ἓν τοῦτο, φησὶν, ἐσπουδάκατε μόνον, ἐναντία ποιεῖν ὧν ἂν ὁ Θεὸς ἐπιτάξῃ· καθάπερ οὖν καὶ νῦν ποιοῦσι. Πόθεν τοῦτο δῆλον; Ἀπ' αὐτοῦ τοῦ νόμου. Καὶ γὰρ ἐπὶ τῶν ἑορτῶν τῶν Ἰουδαϊκῶν οὐ καιρὸν μόνον, ἀλλὰ καὶ τόπον παρατηρεῖν ἐκέλευσεν ὁ νόμος. Καὶ γὰρ περὶ τοῦ πάσχα τούτου πρὸς αὐτοὺς διαλεγόμενος, οὕτω πώς φησιν· Οὐ δυνήσεσθε ποιεῖν τὸ πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεων ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι. Ἀλλ' ὥσπερ ἐν τῇ