26
τοιαῦτα διαχλευαζόντων παῤῥησιάζεται. Πόσης εἶναι νομίζεις ἰταμότητος τοῦτο, πόσης ἀσεβείας, πόσης ἀναισχυντίας, τὸ μέθης λογίζεσθαι ἔργον τῶν γλωσσῶν τὸ παράδοξον; Ἀλλ' οὐδὲν τοῦτο τοὺς ἀποστόλους ἐλύπησεν, οὐδ' ἀτολμοτέρους εἰργάσατο τότε τὰ τῆς χλεύης ἀκούοντας. Τῇ γὰρ παρουσίᾳ τοῦ Πνεύματος ἤδη μετεσκευάσθησαν, καὶ ἀνώτεροι τῶν σωματικῶν πάντων ὑπῆρχον. Ἔνθα δὲ ἂν παραγένηται τὸ Πνεῦμα τὸ ἅγιον, χρυσοῦς ἀντὶ πηλίνων ἐργάζεται. Ὅρα μοι λοιπὸν τὸν Πέτρον, καὶ ἐξέταζε τὸν δειλὸν, τὸν ἀσύνετον, καθάπερ ὁ Χριστός φησιν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε· τὸν μετὰ τὴν ὁμολογίαν ἐκείνην τὴν θαυμαστὴν Σατᾶν κληθέντα. Σκόπει δὲ καὶ τῶν ἀποστόλων τὴν ὁμόνοιαν. Αὐτοὶ παραχωροῦσιν αὐτῷ τῆς δημηγορίας· οὐ γὰρ ἔδει πάντας φθέγγεσθαι. Καὶ ἐπῆρε, φησὶ, τὴν φωνὴν αὐτοῦ, καὶ ἀπεφθέγξατο αὐτοῖς μετὰ πολλῆς τῆς παῤῥησίας. Τοιοῦτόν ἐστιν ἄνδρα εἶναι πνευματικόν. Μόνον καὶ ἡμεῖς ἀξίους ἑαυτοὺς καταστήσωμεν τῆς ἄνωθεν χάριτος, καὶ πάντα εὔκολα ἔσται. Καθάπερ γὰρ πύρινος ἄνθρωπος εἰς μέσην καλάμην ἐμπεσὼν, οὐδὲν ἂν πάθοι δεινὸν, ἀλλὰ μᾶλλον ἐργάσεται· οὐ γὰρ αὐτός τι πάσχει, ἀλλ' αὐτοὶ ἑαυτοὺς οἱ πυκτεύοντες διαφθείρουσιν· οὕτω καὶ νῦν ἐγένετο. Μᾶλλον δὲ ὥσπερ ἂν εἴ τις πῦρ ἐπιφερομένῳ χόρτον ἔχων 60.47 πυκτεύοι· οὕτω δὴ καὶ οὗτοι τούτους προσίεσαν μετὰ πολλῆς τῆς ἀνδρείας. Τί γὰρ αὐτοὺς ἔβλαψε τὸ τοσοῦτον πλῆθος; Εἰπὲ γάρ μοι, οὐχὶ πενίᾳ ἐμάχοντο καὶ λιμῷ; οὐχὶ ἀτιμίᾳ καὶ δόξῃ πονηρᾷ; (πλάνοι γὰρ εἶναι ἐνομίζοντο·) οὐχὶ γέλωτι καὶ χλεύῃ τῶν παρόντων ὑπέκειντο; Ἐπ' αὐτῶν γὰρ τὰ ἑκάτερα συνέπιπτεν· οἱ μὲν γὰρ αὐτοὺς ἐγέλων, οἱ δὲ καὶ ἐχλεύαζον. Οὐχὶ θυμοῖς, οὐχὶ μανίαις ὁλοκλήρων πόλεων, οὐχὶ στάσεσι καὶ ἐπιβουλαῖς προέκειντο; οὐχὶ πυρὶ καὶ σιδήρῳ, καὶ θηρίοις; οὐχὶ πάντοθεν αὐτοὺς μυρίος περιειστήκει πόλεμος; οὐχὶ ὡς ὄναρ ταῦτα ὁρῶντες τὰ δεινὰ ἢ ἐν γραφῇ, οὕτω διέκειντο; Τί δαί; οὐκ ἀνάλωσαν αὐτῶν τοὺς θυμούς; οὐκ εἰς ἑαυτοὺς τὴν ἀπορίαν περιέτρεψαν; οὐχὶ καὶ θυμῷ, καὶ δέει πάντων μάλιστα ἐκεῖνοι συνείχοντο; οὐχὶ ἐναγώνιοι ἦσαν, καὶ ἐφοβοῦντο, καὶ ἔτρεμον; Ἄκουε γὰρ αὐτῶν λεγόντων· Θέλετε ἐπαγαγεῖν ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Καὶ τὸ θαυμαστὸν, ὅτι γυμνῷ τῷ σώματι παρετάττοντο πρὸς ὡπλισμένους, πρὸς ἄρχοντας κατὰ αὐτῶν ἔχοντας ἐξουσίαν, ἄπειροι, ἄγλωττοι, καὶ ἰδιωτικώτερον διακείμενοι, πρὸς γόητας, πρὸς πλάνους, πρὸς σοφιστῶν, πρὸς ῥητόρων, πρὸς φιλοσόφων πλῆθος, τῶν κατασαπέντων ἐν Ἀκαδημίᾳ καὶ Περιπάτοις, ἐνίσταντό τε καὶ ἀπεμάχοντο. Καὶ ὁ περὶ λίμνας ἠσχολημένος οὕτως αὐτῶν ἐκράτησεν, ὡς οὐδὲ εἰ πρὸς ἰχθῦς ἀγλώττους ὁ ἀγὼν ἦν αὐτῷ· καθάπερ γὰρ ὄντως ἁλιεὺς ἰχθύων ἀφωνοτέρων, οὕτω τούτων περιεγένετο. Καὶ ὁ μὲν πολλὰ ληρήσας Πλάτων, σεσίγηκεν· οὗτος δὲ φθέγγεται, οὐχὶ παρ' οἰκείοις μόνοις, ἀλλὰ καὶ παρὰ Πάρθοις, παρὰ Μήδοις, παρὰ Ἐλαμίταις, καὶ ἐν Ἰνδίᾳ, καὶ πανταχοῦ γῆς, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης. Ποῦ νῦν τῆς Ἑλλάδος ὁ τῦφος; ποῦ τῶν Ἀθηνῶν τὸ ὄνομα; ποῦ τῶν φιλοσόφων ὁ λῆρος; Ὁ ἀπὸ Γαλιλαίας, ὁ ἀπὸ Βηθσαϊδᾶ, ὁ ἀγροῖκος, πάντων ἐκείνων περιεγένετο. Οὐκ αἰσχύνεσθε, εἰπέ μοι, ἐπὶ τῷ ὀνόματι τῆς πατρίδος τοῦ νενικηκότος ὑμᾶς; Ἂν δὲ καὶ τὸ ὄνομα αὐτοῦ ἀκούσητε, καὶ ὅτι Κηφᾶς ἐλέγετο, πολλῷ μᾶλλον ἐγκαλύψεσθε. Τοῦτο γὰρ ὑμᾶς, τοῦτο ἀπολώλεκεν, ὅτι τοῦτο ὄνειδος εἶναι νομίζετε, καὶ εὐγλωττίαν ἐγκώμιον, καὶ ἀπειρίαν εὐγλωττίας, ὄνειδος. Οὐκ ἤλθετε ἣν ἐλθεῖν ὑμᾶς ἔδει, ἀλλὰ τὴν βασιλικὴν ἀφέντες ὁδὸν τὴν εὔκολον καὶ λείαν, τὴν τραχεῖαν καὶ ἀνάντη καὶ χαλεπὴν ἐβαδίσατε. ∆ιὰ τοῦτο οὐδὲ ἐφθάσατε πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν. δʹ. Τί οὖν οὐκ εἰς Πλάτωνα ἐνήργησεν ὁ Χριστὸς, οὐδὲ εἰς Πυθαγόραν, φησίν; Ὅτι πολλῷ φιλοσοφωτέρα ἦν ἡ Πέτρου ψυχὴ τῶν ψυχῶν ἐκείνων. Ἐκεῖνοι μὲν γὰρ παῖδες ὄντως ἦσαν, ὑπὸ τῆς κενῆς δόξης περιτρεπόμενοι πανταχοῦ· οὗτος δὲ ἀνὴρ φιλόσοφος, καὶ δεκτικὸς τῆς χάριτος. Εἰ δὲ γελᾷς ταῦτα ἀκούων, οὐ θαυμαστόν· ἐπεὶ καὶ οἱ τότε ἐγέλων, καὶ γλεύκους αὐτοὺς ἔλεγον εἶναι μεστούς· ἀλλ' ὕστερον, ὅτε