1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

27

τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς, οὕτω καὶ ἐν τοῖς Ἱεροσολύμοις αὐτὸ κελεύει ποιεῖν· καὶ τὴν πεντηκοστὴν ὁμοίως καὶ χρόνου καὶ τόπου παρατηρήσει συνέκλεισε, μετὰ ἑπτὰ ἑβδομάδας κελεύσας αὐτὴν ἐπιτελεῖν, καὶ πάλιν προσθεὶς, ὅτι Ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου. Οὕτω καὶ τὰς σκηνοπηγίας. Ἀλλ' ἴδωμεν ἀμφοτέρων τούτων, τοῦ καιροῦ καὶ τοῦ τόπου, τί ποτέ ἐστιν ἀναγκαιότερον, ὅταν ἀμφότερα μὴ ἐξῇ σῶ48.877 σαι, πότερον τοῦ τόπου δεῖ καταφρονῆσαι, τὸν καιρὸν δὲ φυλάξαι, ἢ τοῦ καιροῦ καταφρονήσαντας, τὸν τόπον τηρῆσαι. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· Ἐπέταξε καὶ ἐν τῷ πρώτῳ μηνὶ, καὶ ἐν Ἱεροσολύμοις τὸ πάσχα γίνεσθαι, καὶ ἐν καιρῷ καὶ ἐν τόπῳ διωρισμένῳ. Ὑποθώμεθα τοίνυν δύο τινὰς εἶναι ποιοῦντας τὸ πάσχα, καὶ ὁ μὲν παραβαινέτω τὸν τόπον, τὸν δὲ καιρὸν τηρείτω· ὁ δὲ τηρείτω μὲν τὸν τόπον, παραβαινέτω δὲ τὸν καιρόν· καὶ ποιείτω ὁ μὲν τὸν καιρὸν τηρῶν, παραβαίνων δὲ τὸν τόπον ἐν τῷ πρώτῳ μηνὶ, καὶ τῶν Ἱεροσολύμων ἔξω που μακράν· ὁ δὲ τὸν τόπον τηρῶν, παραβαίνων δὲ τὸν καιρὸν, ποιείτω μὲν ἐν Ἱεροσολύμοις τὸ πάσχα, μὴ τῷ πρώτῳ δὲ μηνὶ, ἀλλὰ τῷ δευτέρῳ· εἶτα ἴδωμεν τίς τῶν δύο τούτων ἐστὶν ὁ ἐγκαλούμενος, τίς δὲ ὁ εὐδοκιμῶν, ὁ παραβὰς τὸν καιρὸν, καὶ ἐν τῷ τόπῳ ποιήσας, ἢ ὁ τὸν τόπον καταλιπὼν, καὶ τὸν καιρὸν φυλάξας. Ἂν γὰρ ὁ τὸν καιρὸν μὲν παραβὰς ἵνα εἴσω ποιήσῃ τῆς πόλεως, ἀποδοχῆς ἄξιος ὢν φανῇ, ὁ δὲ τὸν καιρὸν μὲν φυλάξας, καταλιπὼν δὲ τὸν τόπον, ἐγκλημάτων καὶ κατηγορίας ὥσπερ ἀσεβήσας, εὔδηλον, ὅτι καὶ οὗτοι παρανομοῦσιν, ἐν τῷ τόπῳ μὴ ποιοῦντες, κἂν μυριάκις λέγωσι τὸν καιρὸν τηρεῖν. Πόθεν οὖν τοῦτο ἔσται δῆλον; Ἀπ' αὐτοῦ τοῦ Μωϋσέως. Ἐπειδὴ γὰρ ἐποίησαν ἔξω τὸ πάσχα, προσῆλθον, φησὶ, τινὲς τῷ Μωϋσῇ, λέγοντες· Ἡμεῖς ἀκάθαρτοί ἐσμεν ἐπὶ ψυχῇ ἀνθρώπου· μὴ ὑστερήσωμεν προσενεγκεῖν τὸ δῶρον Κυρίου κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Ἰσραήλ; Καὶ εἶπε πρὸς αὐτοὺς Μωϋσῆς· Στῆτε αὐτοῦ, καὶ ἀκούσομαι τί ἐντελεῖται Κύριος περὶ ὑμῶν. Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν, λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων· Ἄνθρωπος ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου, ἢ ἐν ὁδῷ μακρᾷ, ἢ ἐν ὑμῖν, ἐν ταῖς γενεαῖς ὑμῶν, ποιήσει τὸ πάσχα ἐν τῷ μηνὶ τῷ δευτέρῳ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὃς ἂν ᾖ, φησὶν, ἐν ἀποδημίᾳ κατὰ τὸν πρῶτον μῆνα, μὴ ποιείτω τῆς πόλεως ἔξω, ἀλλ' ἐν τῷ δευτέρῳ μηνὶ, ἵνα φθάσῃ εἰς Ἱεροσόλυμα, καὶ παραβαινέτω τὸν καιρὸν, ἵνα μὴ τῆς πόλεως ἐκπέσῃ· ἀπ' αὐτοῦ δεικνὺς, ὅτι ἡ τοῦ τόπου παρατήρησις τῆς τοῦ καιροῦ παρατηρήσεώς ἐστιν ἀναγκαιοτέρα. Τί τοίνυν ἔχοιεν ἂν εἰπεῖν οἱ τῆς πόλεως ἔξω ποιοῦντες; Ὅταν γὰρ τὸ ἀναγκαιότερον παραβῶσιν, οὐδὲ ἡ ἐν τῷ μικροτέρῳ παρατήρησις ὑπὲρ αὐτῶν ἀπολογήσασθαι δύναται. Ὥστε κἂν μυριάκις δοκῶσι μὴ παραβαίνειν τὸν καιρὸν, ἐσχάτην παρανομίαν παρανομοῦσι. Καὶ τοῦτο οὐκ ἐντεῦθεν δῆλον μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν προφητῶν. Ὅταν γὰρ φαίνωνται ἐκεῖνοι, μήτε θύσαντες, μήτε ᾠδὴν ᾄσαντες ἐπὶ γῆς ἀλλοτρίας, μήτε νηστείαν τοιαύτην τινὰ νηστεύσαντες, ποίαν ἔχοιεν ἂν οὗτοι συγγνώμην; Καίτοι γε ἐκεῖνοι προσδοκῶντες ἀπολήψεσθαι τὴν τοιαύτην αὐτῶν πολιτείαν, ὅμως ἔμενον τῷ νόμῳ πειθόμενοι, καὶ τὰ τοῦ νόμου πληροῦντες· τοῦτο γὰρ ὁ νόμος ἔλεγεν· οὗτοι δὲ μηδὲ ἐλπίδα τινὰ ἔχοντες τὴν προτέραν ἀπολήψεσθαι πολιτείαν ποῦ γὰρ ἔχουσιν ἀπὸ τῶν προφητῶν δεῖξαι τοῦτο; οὐδὲ οὕτως ἀνέχονται ἡσυχάζειν. Καίτοι εἰ καὶ προσεδόκων ἀπολήψεσθαι, καὶ οὕτω μιμεῖσθαι ἔδει τοὺς ἁγίους ἐκείνους, καὶ νηστεύειν, μηδὲ ἄλλο τοιοῦτον ποιεῖν.

εʹ. Ὅτι γὰρ οὐδὲν τούτων ἐποίησαν ἐκεῖνοι, ἄκουσον 48.878 τί πρὸς τοὺς ἐρωτῶντας ἔλεγον. Ἐπειδὴ γὰρ ἐπέκειντο βιαζόμενοι καὶ ἀναγκάζοντες αὐτοὺς οἱ βάρβαροι κεχρῆσθαι τοῖς ὀργάνοις αὐτῶν, λέγοντες· Ἄσατε ἡμῖν τὴν ᾠδὴν Κυρίου, ἐκεῖνοι τὸν νόμον σαφῶς ἐπιστάμενοι οὐκ ἐπιτρέποντα ταῦτα ἕξω ποιεῖν, ἔλεγον· Πῶς ᾄσομεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας; Καὶ πάλιν οἱ παῖδες οἱ τρεῖς ἐν Βαβυλῶνι διατρίβοντες ἔλεγον· Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης,