1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

27

ἐπεπόνθεσαν τὰ πικρὰ ἐκεῖνα, καὶ πάντων χαλεπώτερα, ὅτε τὴν πόλιν κατερειπομένην εἶδον, καὶ τὸ πῦρ ἀναπτόμενον, καὶ τὰ τείχη ῥιπτούμενα χαμαὶ, καὶ τὰς ποικίλας βακχείας ἐκείνας, ἃς οὐδεὶς παραστῆσαι 60.48 δύναται λόγῳ, οὐκ ἔτι ἐγέλων Οὕτω καὶ ὑμεῖς τότε οὐ γελάσεσθε, ὅταν ὁ τῆς κρίσεως ἐπιστῇ καιρὸς, ὅταν τὸ τῆς γεέννης ἀναφθῇ πῦρ. Ἀλλὰ τί περὶ μελλόντων λέγω; Βούλει δείξω τίς ἐστι Πέτρος, τίς δὲ Πλάτων; Τὰ γὰρ ἤθη τέως αὐτῶν, εἰ δοκεῖ, ἐξετάσωμεν, καὶ ἴδωμεν τίσιν ἐπεχείρησαν ἑκάτεροι. Οὗτος μὲν οὖν πάντα τὸν χρόνον ἀνάλωσε περὶ δόγματα στρεφόμενος ἀνόνητα καὶ περιττά. Τί γὰρ ὄφελος ἐκ τοῦ μαθεῖν, ὅτι μυῖα ἡ ψυχὴ τοῦ φιλοσόφου γίνεται; Ὄντως μυῖα, οὐκ εἰς μυῖαν μετέπιπτεν, ἀλλ' ἐπέβαινε τῇ ἐν Πλάτωνι οἰκούσῃ ψυχῇ. Ποίας ταῦτα οὐ ματαιολογίας; πόθεν δὴ τοιαῦτα ληρεῖν ἐπεβάλετο; Εἰρωνείας μεστὸς ἦν ὁ ἀνὴρ, καὶ ζηλοτύπως πρὸς ἅπαντας διακείμενος. Ὥσπερ οὖν φιλονεικῶν, μήτε οἴκοθεν, μήτε παρ' ἑτέρου χρήσιμόν τι εἰσαγαγεῖν· οὕτω παρὰ μὲν ἑτέρου τὴν μετεμψύχωσιν ἐδέξατο, παρὰ δὲ ἑαυτοῦ τὴν πολιτείαν εἰσήγαγεν, ἔνθα τὰ πολλῆς αἰσχρότητος γέμοντα ἐνομοθέτησε. Κοιναὶ, φησὶν, αἱ γυναῖκες ἔστωσαν, καὶ γεγυμνωμέναι παρθένοι, ἐπ' ὄψεσι τῶν ἐραστῶν παλαιέτωσαν, καὶ κοινοὶ πατέρες ἔστωσαν, καὶ οἱ τικτόμενοι παῖδες. Ποίαν οὐχ ὑπερβάλλει ταῦτα ἄνοιαν; Ἀλλὰ τὰ μὲν ἐκείνου τοιαῦτα. Ἐνταῦθα δὲ οὐχ ἡ φύσις ποιεῖ κοινοὺς πατέρας, ἀλλ' ἡ Πέτρου φιλοσοφία· ἐπεὶ ἐκεῖνό γε καὶ ἀνῄρει. Οὐδὲν γὰρ ἕτερον ἐποίει, ἀλλ' ἢ τὸν ὄντα ἀγνοεῖσθαι μονονουχὶ, καὶ τὸν οὐκ ὄντα εἰσάγεσθαι. Εἰς μέθην τινὰ καὶ συρφετὸν ἐνέβαλε τὴν ψυχήν. Πάντες, φησὶν, ἀδεῶς κεχρήσθωσαν ταῖς γυναιξί. ∆ιὰ τοῦτο οὐκ ἐξετάζω ποιητῶν δόγματα, ἵνα μή μέ τις εἴποι μύθους ἐξετάζειν· ἀλλ' ἑτέρους λέγω μύθους ἐκείνων πολλῷ καταγελαστοτέρους. Ποῦ τοιοῦτόν τι ἐτερατεύσαντο ποιηταί; Ἀλλ' ὁ κορυφαῖος τῶν φιλοσόφων, ὡς ἐδόκει, καὶ ὅπλα ταῖς γυναιξὶ περιτίθησι, καὶ κράνη, καὶ κνημῖδας, καὶ κυνῶν οὐδὲν διαφέρειν λέγει τὸ ἀνθρώπινον γένος. Ἐπειδὴ γὰρ ἡ κύων ἡ θήλεια, φησὶ, καὶ ὁ ἄῤῥην κοινωνοῦσιν ἐν τοῖς ἔργοις, κοινωνείτωσαν καὶ αἱ γυναῖκες, καὶ πάντα ἀνατρεπέσθω. Ἀεὶ γὰρ δι' αὐτῶν ἐσπούδασεν ὁ διάβολος, μηδὲν ἐντιμότερον τῶν ἀλόγων τὸ ἡμέτερον δεῖξαι γένος· ὅπου γέ τινες εἰς τοῦτο κενοδοξίας ἦλθον, ὡς εἰπεῖν, ὅτι καὶ τὰ ἄλογα λογικὰ τυγχάνει. Καὶ ὅρα, πῶς ποικίλως ἐβάκχευσεν ἐν ταῖς ἐκείνων ψυχαῖς. Οἱ μὲν γὰρ κορυφαῖοι αὐτῶν ἔφησαν τὴν ἡμετέραν ψυχὴν εἰς μυίας, καὶ κύνας, καὶ ἄλογα μεθίστασθαι· οἱ δὲ μετ' ἐκείνους τοῦτο αἰσχυνθέντες, εἰς ἑτέραν αἰσχύνην κατέπεσον, πάσης λογικῆς ἐπιστήμης μεταδόντες τοῖς ἀλόγοις, καὶ πανταχοῦ δείξαντες ἡμῶν τὰ δι' ἡμᾶς γενόμενα ἐντιμότερα. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ προγνώσεις εἶναι παρ' αὐτοῖς, καὶ εὐσέβειαν λέγουσιν. Ὁ κόραξ, φησὶν, οἶδε τὸν Θεὸν, καὶ ἡ κορώνη, καὶ προφητείας ἔχουσι χαρίσματα, καὶ τὰ μέλλοντα προλέγουσι, καὶ δικαιοσύνη παρ' αὐτοῖς, καὶ πολιτεία, καὶ νόμοι, καὶ ζηλοῖ παρ' αὐτοῖς ὁ κύων κατὰ Πλάτωνα. Τάχα ἀπιστεῖτε τοῖς λεγομένοις; Εἰκότως, ἅτε τοῖς ὑγιέσιν ἐντεθραμμένοι δόγμασιν· ἐπεὶ καὶ εἴ τις τραφείη ταύτῃ τῇ τροφῇ, ἀπιστήσειεν ἂν, ὅτι ἔστιν ἄνθρωπος κόπρου γευόμενος ἡδέως. Ὅταν οὖν λέγωμεν αὐτοῖς, ὅτι μῦθοι ταῦτα 60.49 καὶ ἀνοίας μεστὰ, οὐκ ἐνοήσατε, φασί. Μηδὲ νοήσωμέν ποτε τὸν τοσοῦτον ὑμῶν γέλωτα. Σφόδρα γε· οὐ γὰρ φρενὸς βαθείας δεῖ, ἵνα μάθωμεν, τί βούλεται ἡ τοσαύτη ἀσέβεια καὶ σύγχυσις. Μὴ κορακιστὶ φθέγγεσθε, ὦ ἀνόητοι, καθάπερ τὰ παιδία; Παῖδες γὰρ ὄντως ἐστὲ, καθάπερ ἐκεῖνα. Ἀλλὰ Πέτρος οὐδὲν τοιοῦτον ἔφησεν· ἀλλ' ἀφῆκε φωνὴν, ἣ καθάπερ ἐν σκότῳ τινὶ φῶς ἀπολάμψασα μέγα, τὴν ἀχλὺν διεσκέδασε τῆς οἰκουμένης. Ἀλλὰ τὸ ἦθος αὐτοῦ πῶς ἥμερον ἦν, πῶς ἐπιεικές· πῶς πάσης ἀνωτέρω δόξης ἵστατο κενῆς· πῶς εἰς τὸν οὐρανὸν ἑώρα ἄτυφος ὢν, καὶ ταῦτα νεκροὺς ἀνιστῶν. Εἰ δὲ ἐξεγένετο ἐκείνων τινὶ τῶν ἀνοήτων, φαντασίᾳ γοῦν τοιοῦτόν τι ἐργάζεσθαι, ἆρ' οὐκ ἂν εὐθέως βωμὸν ἐζήτησε καὶ ναὸν, καὶ ἰσόθεός τις εἶναι