1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

28

ὡς Ἑλληνικὸν ἦν, ἤ τινι τῶν παρ' ὑμῖν θεῶν ἢ δαιμόνων τὸ κοινὸν ἀπεκρίθη, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν κοι νῶν θύειν νενομοθέτηται.

Ρ∆ʹ. Εἰ δ' οὐχὶ τοῦτο φήσεις, τῆς γλώσσης δὲ ὡς ὑμετέρας μεταποιήσῃ, καὶ διὰ τοῦτο πόῤῥω θήσεις ἡμᾶς, ὥσπερ κλήρου πατρικοῦ, καὶ οὐδὲν ἡμῖν διαφέροντος, πρῶτον μὲν οὐχ ὁρῶ τίς ὁ λόγος, ἢ πῶς τοῦτο προσάξεις τοῖς δαίμοσιν. Οὐ γὰρ, εἰ τοὺς αὐτοὺς τήν τε γλῶσσαν Ἑλληνίζοντας καὶ τὴν θρη σκείαν εἶναι συμβέβηκεν, ἤδη καὶ τῆς θρησκείας οἱ λόγοι, καὶ διὰ τοῦτ' ἃν εἰκότως ἔξω ταύτης ἡμεῖς γραφείημεν· ἀλλὰ τοῦτό γε καὶ ἀσυλλόγιστον δοκεῖ τοῖς καθ' ὑμᾶς τεχνολόγοις· οὐ γὰρ, εἰ περὶ ταυ τὸν ἄμφω, καὶ ἀλλήλοις ἄμφω ταυτά· ἢ οὕτω γε, εἰ χρυσοχόον τὸν αὐτὸν καὶ ζωγράφον θείημεν, τὸ χρυσοχοεῖν εἰς τὸ ζωγραφεῖν, ἢ τὸ ζωγραφεῖν εἰς τὸ χρυσοχοεῖν περιστήσεται· πολλῶν ταῦτα τῶν ληρημάτων.

ΡΕʹ. Ἔπειτα ἐρήσομαί σε, ὦ φιλέλλην σὺ καὶ φιλόλογε, πότερον παντὸς εἴρξεις ἡμᾶς τοῦ Ἑλληνί ζειν, οἷον δὴ καὶ τῶν ἐν μέσῳ καὶ πεζῶν τούτων ῥημάτων, καὶ τῆς τῶν πολλῶν χρήσεως, ἢ τοῦ κομ ψοῦ τε καὶ ὑπεραίροντος, ὡς οὐκ ἄλλοις ἐφικτοῦ ἢ τοῖς κατὰ παίδευσιν διαφέρουσιν; εἰ μὲν γὰρ τούτου, τίς ἡ ἀποκλήρωσις, τὸ μὲν σμερδαλέον, 35.641 καὶ τὸ κοναβίξειν, καὶ τὸ μῶν, καὶ τὸ δήπουθεν, καὶ τὸ ἅττα, καὶ τὸ ἀμωσγέπως εἶναι τῆς διαλέκτου μόνης, τἄλλα δὲ ἀπεῤῥίφθαι εἰς Κυνόσαργες, ὥσπερ τὸ πάλαι τοὺς νόθους; εἰ δὲ καὶ τὸ εὐτελὲς τοῦ λόγου καὶ ἀκαλλώπιστον ὁμοίως τοῦ Ἑλληνίζειν ἐστὶ, τί μὴ καὶ τούτων ἀποστερεῖτε ἡμᾶς, καὶ ἁπλῶς πάσης Ἑλλάδος φωνῆς, ὁποία πότ' ἂν ᾖ, καὶ ὡς ἂν ἔχουσα τύχῃ; τοῦτ' ἂν ἦν ὑμῶν φιλανθρω πότερον καὶ τελείως τῆς ἀμουσίας τῆς ὑμετέ ρας.

Ρςʹ. Ἔχει γὰρ οὕτως, ἵνα σοι φιλοσοφήσω περὶ τούτων, ὑψηλότερόν τε καὶ τελεώτερον· Εἰ μὲν καὶ θεῖαί τινές εἰσι φωναὶ φωνητικοῖς ὀργάνοις ἐκ πορευόμεναι, καὶ διὰ τοῦ ἀέρος χεόμεναί τε καὶ ἀκοαῖς εἰσρέουσαι, τῶν ἡμετέρων κρείττους καὶ εὐσημότεραι (γελῶ γὰρ ὑμῶν τῶν σεμνῶν τὸ Μῶλυ, καὶ τὸν Ξάνθον, καὶ τὴν Χαλκίδα), ἢ διὰ γυμνῶν ἀλλήλοις συγγίνονται τῶν ἐννοιῶν καὶ τῶν τυπωμά των, οὐχ ἡμέτερον λέγειν· τὸ δ' οὖν ἡμέτερον τοιοῦ τόν ἐστιν· Οὔτε φωνὴ τῶν εὑρομένων μόνον ἐστὶν, ἀλλὰ πάντων τῶν μετεχόντων· οὔτε τέχνη τις ἢ ἐπιτήδευσις, ἣν ἂν ἐνθυμηθῆναι θελήσῃς· ἀλλ' ὥσπερ ἐν ἁρμονίᾳ τεχνικῇ τε καὶ μουσικῇ ἄλλος μὲν ἦχος ἄλλης τινὸς τῶν νευρῶν συντεταμένος, ἢ ἀνει μένος, πάντα δὲ τοῦ ἑνὸς ἁρμοστοῦ καὶ τεχνίτου, πρὸς ἕν τι κάλλος ἁρμονίας συντείνοντα· οὕτω κἀν τούτοις ὁ τεχνίτης καὶ δημιουργὸς Λόγος ἄλλον μὲν ἄλλης τινὸς ἐπιτηδεύσεως ἢ τέχνης εὑρετὴν προὐστήσατο, πάντα δὲ εἰς μέσον προὔθηκε πᾶσι τοῖς βουλομένοις, τῷ κοινωνικῷ καὶ φιλανθρώπῳ συνδέων τὸν βίον ἡμῖν, καὶ ποιῶν ἡμερώτερον.

ΡΖʹ. Σὸν τὸ Ἑλληνίζειν; εἰπέ μοι· τί δέ; οὐ Φοι νίκων τὰ γράμματα; ὡς δέ τινες, Αἰγυπτίων; ἢ τῶν ἔτι τούτων σοφωτέρων Ἑβραίων; οἳ καὶ πλαξὶ θεοχαράκτοις ἐγγραφῆναι τὸν νόμον παρὰ 35.644 Θεοῦ πιστεύουσι; Σὸν τὸ Ἀττικίζειν; Τὸ πετ τεύειν δὲ καὶ ἀριθμεῖν, καὶ λογίζεσθαι δακτύ λοις, μέτρα τε καὶ σταθμὰ, καὶ ἔτι πρὸ τούτων, τὰ τακτικὰ καὶ πολεμικὰ, τίνος; οὐκ Εὐβοέων; εἵ περ Εὐβοεὺς ὁ Παλαμήδης, ὁ πολλῶν εὑρετὴς, καὶ διὰ τοῦτο ἐπίφθονος, καὶ μέντοι καὶ δίκας τῆς σο φίας ἀπαιτηθεὶς, καὶ κατακριθεὶς τοῖς ἐπὶ Ἰλίου στρατεύσασι; Τί οὖν; ἂν Αἰγύπτιοι, καὶ Φοίνικες, Ἑβραῖοί τε, οἷς ἡμεῖς συγχρώμεθα πρὸς τὴν ἡμετέ ραν παίδευσιν, τί δ' ἂν οἱ τὴν νῆσον ἔχοντες Εὔβοιαν μεταποιοῦνται τούτων ὡς αὐτοῖς διαφε ρόντων, κατὰ τὰς σὰς ὑποθέσεις, τί δράσομεν; ἢ τί δικαιολογησόμεθα πρὸς αὐτοὺς, τοῖς οἰκείοις ἑαλω κότες νόμοις; Ἢ πᾶσα στέρεσθαι τούτων ἀνάγκη, καὶ τὸ τοῦ κολοιοῦ πάσχειν, γυμνοὺς εἶναι τῶν ἀλλοτρίων περιαιρεθέντας πτερῶν καὶ ἀσχήμο νας; ΡΗʹ. Σὰ τὰ ποιήματα; τί δέ; οὐ τῆς γραὸς μᾶλλον ἐκείνης, ἣ, τὸν ὦμον σεισθεῖσα παρά τινος