1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

28

οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου, καὶ εὑρεῖν ἔλεος. Καίτοι γε πολὺς ἦν ἐκεῖ τόπος, ἀλλ' ἐπειδὴ ὁ ναὸς οὐκ ἦν, ἔμενον μὴ θύοντες. Καὶ πρὸς ἑτέρους δὲ πάλιν ὁ Θεὸς διὰ τοῦ Ζαχαρίου, Μὴ νηστείαν νενηστεύκατέ μοι ἔτη ἑβδομήκοντα; τὰ τῆς αἰχμαλωσίας λέγων. Πῶς οὖν σὺ νῦν νηστεύεις, εἰπέ μοι, τῶν προγόνων τῶν σῶν οὔτε θυσάντων, οὔτε νηστευσάντων, οὔτε ἑορτασάντων; Ὅτι γὰρ οὔτε τὸ πάσχα ἐπετέλουν, μάλιστα μὲν καὶ ἐκ τούτων δῆλον. Ὅπου γὰρ θυσία οὐκ ἦν, οὐδὲ ἑορτὴ ἦν, ἐπειδὴ πάσας οὕτως ἐπιτελεῖσθαι ἔδει. Ἵνα δὲ καὶ αὐτοῦ τοῦ πράγματος τὴν ἀπόδειξιν παρασχώμεθα, ἄκουσον τί φησιν ὁ ∆ανιήλ· Ἐν ταῖς ἡμέραις ἐκείναις ἤμην ἐγὼ ∆ανιὴλ πενθῶν, τρεῖς ἑβδομάδας ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον, καὶ οἶνος καὶ κρέας οὐκ εἰσῆλθεν εἰς τὸ στόμα μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην ἐν ταῖς ἑβδομάσιν ἐκείναις. Καὶ ἐγένετο ἐν τῇ τετάρτῃ καὶ εἰκάδι ἡμέρᾳ τοῦ πρώτου μηνὸς, εἶδον τὴν ὅρασιν. Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε· ἀπὸ γὰρ τούτων δῆλον, ὅτι τὸ πάσχα οὐκ ἐπετέλεσαν· καὶ πῶς, ἐγὼ λέγω. Ἐν ταῖς ἡμέραις τῶν ἀζύμων νηστεύειν Ἰουδαίοις οὐ θέμις· οὗτος δὲ ἡμέρας εἴκοσι καὶ μίαν οὐδενὸς ὅλως μετέλαβεν. Καὶ πόθεν δῆλον, φησὶν, ὅτι αἱ εἴκοσι ἡμέραι καὶ μία κατὰ τὰς ἡμέρας τῶν ἀζύμων ἦσαν; Ἐξ ὧν εἶπεν, ὅτι τετάρτῃ καὶ εἰκάδι τοῦ πρώτου μηνός. Καίτοι γε τὸ πάσχα εἰς μίαν καὶ εἰκάδα τελευτᾷ. Ἀρξάμενοι γὰρ ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης τοῦ πρώτου μηνὸς, εἶτα ἡμέρας ἑπτὰ ἑορτάσαντες, εἰς τὴν εἰκάδα καὶ πρώτην ἀπαντῶσιν. Ἀλλ' ὅμως καὶ παρελθόντος τοῦ πάσχα ἔμεινεν αὐτὸς νηστεύων. Ἀρξάμενος γὰρ ἀπὸ τῆς τρίτης ἡμέρας τοῦ πρώτου μηνὸς, εἶτα εἴκοσι καὶ μίαν πληρώσας, τὴν τεσσαρεσκαιδεκάτην παρῆλθεν, καὶ μετ' ἐκείνην ἑπτὰ καὶ τρεῖς ἡμέρας ἑτέρας. Πῶς οὖν οὐκ ἐναγεῖς οὗτοι καὶ μιαροὶ, τῶν ἁγίων ἐκείνων οὐδὲν τοιοῦτον τῶν νομίμων φυλαττόντων ἐπὶ γῆς ἀλλοτρίας, αὐτοὶ τὰ ἐναντία ποιοῦντες πρὸς φιλονεικίαν καὶ ἔριν; Καὶ γὰρ εἰ μὲν ῥᾴθυμοί τινες ἦσαν καὶ ἀνευλαβεῖς οἱ ταῦτα λέγοντες καὶ ποιοῦντες, ἴσως ἄν τις ῥᾳθυμίας ἐνόμισεν εἶναι τὸ μὴ φυλάττειν· εἰ δὲ φιλόθεοι καὶ εὐλαβεῖς, καὶ τὰς ψυχὰς τὰς ἑαυτῶν ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων ἔδωκαν, εὔδηλον ὅτι τὸ μὴ φυλάξαι τὸν νόμον οὐ κατὰ ῥᾳθυμίαν ἐποίουν, ἀλλὰ παρὰ τὸ πεπεῖσθαι παρ' αὐτοῦ τοῦ νόμου, ὅτι τὰς παρατηρήσεις ταύτας ἁπάσας ἕξω τῶν Ἱεροσολύμων φυλάττειν οὐ χρή. Καὶ ἕτερον δὲ ἀπὸ τούτου συνωμολόγηται μέγιστον· ὅτι θυσιῶν παρατηρήσεις καὶ σαββάτων καὶ νουμηνιῶν, καὶ πάντων τῶν τοιούτων, ἐκ περιουσίας ἀπῄτει ἡ τότε πολιτεία· καὶ οὔτε τηρούμενα πρὸς 48.879 ἀρετήν τι μέγα συντελεῖν ἐδύνατο, οὔτε καταλιμπανόμενα φαῦλον ποιῆσαι τὸν σπουδαῖον ἴσχυεν. ἢ μειῶσαί τι τῆς ἐν τῇ ψυχῇ φιλοσοφίας. Οὗτοι γοῦν οἱ τῇ φιλοσοφίᾳ τῶν ἀγγέλων ἐπιδειξάμενοι ἐφαμίλλους πολιτείας ἐπὶ γῆς, οὐδὲν τούτων ἐπιτελοῦντες, οὐ θυσίαν καταβαλόντες, οὐχ ἑορτὴν τηρήσαντες, οὐ νηστείαν τοιαύτην ἐπιδειξάμενοι, οὕτως ἤρεσαν τῷ Θεῷ, ὡς καὶ αὐτῆς περιγενέσθαι τῆς φύσεως, καὶ τὴν οἰκουμένην ἅπασαν διὰ τῶν εἰς αὐτοὺς συμβάντων εἰς θεογνωσίαν ἐπισπάσασθαι. Τί γὰρ ἂν ἴσον γένοιτο τοῦ ∆ανιήλ; τί δὲ τῶν τριῶν παίδων, οἳ τὸ μέγιστον ἐν τοῖς Εὐαγγελίοις παράγγελμα, καὶ τῶν ἀγαθῶν ἁπάντων κεφάλαιον προλαβόντες, ἤδη διὰ τῶν ἔργων ἐπεδείξαντο; Μείζονα γὰρ ταύτης, φησὶν, ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὑτοῦ ὑπὲρ τῶν φίλων αὑτοῦ θήσῃ. Ἐκεῖνοι δὲ τὴν ψυχὴν αὑτῶν ἔθηκαν ὑπὲρ τοῦ Θεοῦ. Καὶ οὐ διὰ τοῦτο μόνον θαυμαστοὶ, ἀλλ' ὅτι οὐδὲ ἐπὶ μισθῷ τινι τοῦτο ἔπραττον. ∆ιὰ τοῦτο ἔλεγον, ὅτι Ἔστι Θεὸς ἐν τῷ οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς· καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν. Ἀρκετὸν ἡμῖν ἐστιν ὁ μισθὸς, φησὶν, ὅτι διὰ τὸν Θεὸν ἀποθνήσκομεν. Καὶ ταῦτα ἐποίουν, καὶ τοσαύτην ἀρετὴν ἐπεδείκνυντο, οὐδὲν τῶν νομιζομένων παρατηροῦντες.

ςʹ. Καὶ τίνος ἕνεκεν. φησὶ, ταῦτα ἐπέταξεν ὁ Θεὸς, εἰ μὴ ἐβούλετο γίνεσθαι; Καὶ εἰ ἐβούλετο γίνεσθαι, τίνος οὖν ἕνεκεν τὴν πόλιν σου κατέλυσε; ∆υοῖν γὰρ θάτερον ἐχρῆν ποιεῖν αὐτὸν, βουλόμενον αὐτὰ μένειν, ἢ μὴ κελεῦσαι ἐν ἑνὶ τόπῳ