28
ἠθέλησεν; ὅπου γε οὐδενὸς τούτων ὄντος τοιαῦτα φαντάζονται ἀεί. Τί γὰρ βούλεται αὐτοῖς Ἀθηνᾶ, καὶ Ἀπόλλων, καὶ Ἥρα; Γένη παρ' αὐτοῖς ἐστι δαιμόνων. Καὶ βασιλεύς ἐστι παρ' αὐτοῖς διὰ τοῦτο ἀξιῶν ἀποθανεῖν, ἵνα ἰσόθεος νομίζοιτο. Ἀλλ' οὗτοι οὐχ οὕτως, ἀλλὰ τοὐναντίον. Ἄκουε γὰρ αὐτῶν λεγόντων ἐπὶ τῆς θεραπείας τοῦ χωλοῦ· Ἄνδρες Ἰσραηλῖται, τί ἡμῖν προσέχετε, 60.50 ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Καὶ ἀλλαχοῦ· Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι. Ἐκεῖ δὲ πολὺς ὁ τῦφος, πολλὴ ἡ ἀλαζονεία· πάντα διὰ τὰς παρὰ τῶν ἀνθρώπων τιμὰς, οὐδὲν φιλοσοφίας ἕνεκεν. Ὅταν γάρ τι διὰ δόξαν γίνηται, πάντα μένουσιν εὐτελῆ. Κἂν γὰρ πάντα τις ἔχῃ, τούτου δὲ μὴ κρατῇ, πάσης φιλοσοφίας ἐξέπεσε, τῷ τυραννικωτέρῳ κατεχόμενος, καὶ αἰσχροτέρῳ πάθει. Ταύτης ἡ ὑπεροψία πάντα διδάξαι τὰ ἀγαθὰ ἱκανὴ, καὶ τῆς ψυχῆς ἐξορίσαι πᾶν πάθος ὀλέθριον. ∆ιὸ παραινῶ καὶ ὑμῖν πολλὴν ποιεῖσθαι τὴν σπουδὴν, ὥστε τοῦτο τὸ πάθος πρόῤῥιζον ἐξελεῖν· οὐ γὰρ ἔστιν ἄλλως εὐδοκιμῆσαι παρὰ τῷ Θεῷ, καὶ τὴν παρὰ τοῦ ἀκοιμήτου ἐκείνου ὀφθαλμοῦ εὔνοιαν ἐπισπάσασθαι. Οὐκοῦν πᾶσαν σπουδὴν ποιώμεθα, ὥστε τῆς ἐκεῖθεν ἡμᾶς ῥοπῆς ἀπολαύειν, ἵνα καὶ τῶν παρόντων λυπηρῶν διαφύγωμεν τὴν πεῖραν, καὶ τῶν μελλόντων ἀγαθῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.49 ΟΜΙΛΙΑ Εʹ. Ἄνδρες Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἱερουσα λὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
αʹ. Οὓς ξένους εἶπεν ἀνωτέρω, ἐνταῦθα πρὸς ἐκείνους ἀποτείνει τὸν λόγον·
καὶ δοκεῖ μὲν ἐκείνοις διαλέγεσθαι, ὀρθοῖ δὲ τοὺς διαχλευάζοντας. Καὶ γὰρ ᾠκονομήθη τινὰς διαχλευάσαι, ἵνα ἀρχὴν τῆς ἀπολογίας λάβῃ, καὶ ἀπολογούμενος διδάξῃ. Μέγα ἄρα ἐγκώμιον ἡγοῦντο, καὶ τὸ ἐν Ἱεροσολύμοις οἰκεῖν. Τοῦτο ὑμῖν, φησὶ, γνωστὸν ἔστω, καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. Προσεκτικωτέρους τέως αὐτοὺς ποιεῖ. Εἶτα καὶ ἀπολογεῖται. Οὐ γὰρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν. Ὁρᾷς τὴν ἀπολογίαν, πῶς προσηνής; Καίτοι τὸ πλέον ἔχων τοῦ δήμου μεθ' ἑαυτοῦ, ἐπιεικέστερον ὅμως αὐτοῖς διαλέγεται· καὶ πρότερον ἀναιρεῖ τὴν ὑποψίαν τὴν πονηρὰν, καὶ τότε ἐκείνην ἵστησι. ∆ιὸ καὶ οὐκ εἶπεν, Οὐ γὰρ ὡς ὑμεῖς χλευάζετε, οὔτε, Ὡς ὑμεῖς γελᾶτε, ἀλλ', Ὡς ὑπολαμβάνετε, βουλόμενος οὐκ ἐπίτηδες τοῦτο λέγοντας δεῖξαι, ἀλλὰ τέως αὐτοῖς περιθεῖναι ἀγνοίας μᾶλλον ἢ κακουργίας ἔγκλημα. Οὐ γὰρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας. Καὶ τί φησι τοῦτο; οὐκ ἔνι καὶ ἐν τῇ τρίτῃ ὥρᾳ μεθύειν; Ἔνι, ἀλλ' οὐκ ἔστη πρὸς τοῦτο ἐπὶ πολύ· οὐδὲ γὰρ οὕτως εἶχον, ὡς διαχλευάζοντες αὐτοὶ ἔλεγον. Οὐκοῦν ἐντεῦθεν μανθάνομεν, ὅτι πρὸς τὰ μὴ ἀναγκαῖα οὐ δεῖ πολὺν ἀναλίσκειν λόγον. Ἄλλως δὲ καὶ τὰ ἐπαγόμενα τούτου ἐστὶ συστατικά· καὶ λοιπὸν κοινῇ πρὸς πάντας ὁ λόγος γίνεται. Ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει Κύριος ὁ Θεός. Οὐδαμοῦ τέως ὄνομα τοῦ Χριστοῦ, οὐδὲ ἡ ἐπαγγελία, αὐτοῦ ἐπαγγελία, ἀλλὰ τοῦ Πατρός. Ὅρα σύνεσιν. Οὐ παρῆλθε καὶ εἶπεν εὐθέως τὰ κατὰ τὸν Χριστὸν, ὅτι ἐκεῖνος ἐπηγγείλατο ταῦτα μετὰ τὸ σταυρωθῆναι· ἦ γὰρ ἂν 60.50 πάντα ἀνέτρεψεν οὕτως εἰπών. Καὶ μὴν ἱκανὰ ἦν δεῖξαι αὐτοῦ, φησὶ, τὴν θεότητα. Ἀλλὰ πιστευόμενα (τὸ δὲ ζητούμενον τέως πιστευθῆναι ἦν), μὴ πιστευόμενα δὲ, καὶ καταλευσθῆναι αὐτοὺς ἂν ἐποίησεν. Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα. ∆ίδωσι καὶ αὐτοῖς ἐλπίδας χρηστὰς, εἴ γε θέλοιεν. Καὶ οὐκ ἀφίησιν αὐτῶν εἶναι τὸ πλεονέκτημα, ὅπερ καὶ βασκανίαν ἐποίει, καὶ ταύτῃ τὸν φθόνον ὑποτεμνόμενος. Καὶ προφητεύσουσι, φησὶν, οἱ υἱοὶ ὑμῶν.