1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

29

τὰ ἑαυτῶν καταλύοντες καὶ ἀνθρώπους μᾶλλον ἢ Θεὸν φοβούμενοι. 79.9 Οὓς πάλιν ἐρεῖν οἴου διὰ τὴν εὐκολίαν, ὅτι φόβῳ τῷ πρὸς σὲ μετετέθησαν, καὶ πολλῷ γε ἀληθέστερον· ἐπειδὴ δεῖ πταίειν μὲν αὐτοὺς ἀεί, θηρᾶσθαι δὲ ψευδεῖς καὶ σεσοφισμένας ἀπολογίας. Εἰ δέ σοι ταῦτα μὲν ὀρθῶς δοκεῖ λέγεσθαι, οἰκονομίας δὲ ἀπαιτεῖτε λόγον (ἐπεὶ καὶ τοῦτο ἀκούω, οὐ γὰρ ἐν τοῖς γράμμασιν ἐνεκάλεσας), δικαίως τοῦτο ἀπαιτείσθω καὶ φιλανθρώπως, καὶ οὐδὲν μεμψόμεθα· οὐδὲ γὰρ ἡμῖν ἀρέσκει ζημιοῦσθαι δεσποτῶν ἐπιείκειαν. 79.10 Τί λοιπὸν ἔτι; ὡς ἀναξίου τοῦ ἀνδρὸς ἴσως λαμβά νεσθαι καὶ διὰ τοῦτο ἐπισκήπτειν τῇ καταστάσει; Τοῦτο γάρ πως καὶ ἐγκαλεῖν εὐπρεπέστερον. Ὁ δέ μοι πρὸς τοῦτο λόγος ἁπλοῦς καὶ ῥᾴδιος. Ἡμεῖς οὐδ' ἄλλον τινὰ τῶν ἐν αἰτίαις ἀφίεμεν ἀνεξέταστον, οὐδ' ἂν πάνυ τῶν φίλων ᾖ καὶ τῶν εὖ γεγονότων (οὐδὲν γὰρ τοῦ Θεοῦ καὶ τοῦ κανόνος αἰδεσιμώτερον), οὐδὲ τοῦτον ἀφήσομεν. 79.11 Ἀλλ' εἴ τις ἔχοι τι κατηγορεῖν, εἰ μὲν βούλει, παρού σης σου καὶ συνδικαζούσης· εἰ δὲ μή, καὶ ἀπούσης, ἐφ' ἡμῶν ἐξετασθείς, εἰ μὲν ἀθῷος εὑρίσκοιτο, κἂν ᾖ δοῦλος, ἀποφευγέτω· ἐπειδὴ καὶ δούλων καὶ δεσποτῶν ὁ αὐτὸς πατὴρ καὶ Θεός, καὶ οὐ ταῖς ἀξίαις τὸ δίκαιον διορίζεται. Εἰ δὲ ἁλίσκοιτο, τηνικαῦτα ὑπὸ τῆς ἰδίας ἁμαρτίας κατακριθήσεται. 79.12 Καὶ οὕτως οὔτε ὁ κανὼν ὑβρισθή σεται οὔτε ὁ ἀπελθὼν ἀτιμασθήσεται (τὸ γὰρ καθ' ἡμᾶς ἴσως καὶ παροπτέον, ὡς οὐδενὸς ἀξίους), καὶ αὐτὴ φεύξῃ πονηρὰν ὑπόνοιαν, ὡς διὰ τὸ ἀλλοτρίως ἔχειν πρὸς ἡμᾶς καὶ τὴν ὑγιῆ πίστιν, ταῦτα τεχνάζουσα σοφιστικῶς ἀλλ' οὐκ εὐγενῶς, καὶ ὑπ' ἄλλου μὲν κινουμένη, εἰς ἄλλο δὲ ἀποσκήπτουσα. 79.13 Ὃ συμβουλεύω σοι μὴ παθεῖν ὡς οὔτε ὅσιον οὔτε εὐπρεπές· μηδὲ τοὺς ἡμετέρους νόμους ἀτιμάσασαν, ἐπὶ τοὺς ἔξωθεν καταφεύγειν, μηδὲ προσφι λονεικεῖν ἡμῖν, ἀλλὰ συγγινώσκειν, εἴ τι ἁπλούστερον πεποιήκαμεν διὰ τὴν ἐλευθερίαν τῆς χάριτος, καὶ δέξασθαι νικηθῆναι μᾶλλον καλῶς ἢ νικῆσαι κακῶς τῷ ἀντιβῆναι τῷ Πνεύματι. 80.Τ ΦΙΛΑΓΡΙΩΙ 80.1 Ἐρωτᾷς πῶς τὰ ἡμέτερα. Καὶ λίαν πικρῶς. Βασίλειον οὐκ ἔχω, Καισάριον οὐκ ἔχω, τὸν πνευματικὸν ἀδελφὸν καὶ τὸν σωματικόν. 20Ὁ πατήρ μου καὶ ἡ μητήρ μου ἐγκατέλιπόν με20, μετὰ τοῦ ∆αυῒδ φθέγξομαι. 80.2 Τὰ τοῦ σώματος πονηρῶς ἔχει, τὸ γῆρας ὑπὲρ κεφαλῆς, φροντίδων ἐπιπλοκαί, πραγμάτων ἐπιδρομαί, τὰ τῶν φίλων ἄπιστα, τὰ τῆς Ἐκκλησίας ἀποίμαντα. Ἔρρει τὰ καλά, γυμνὰ τὰ κακά, ὁ πλοῦς ἐν νυκτί, πυρσὸς οὐδαμοῦ, Χριστὸς καθεύδει. 80.3 Τί χρὴ παθεῖν; Μία μοι τῶν κακῶν λύσις, ὁ θάνατος. Καὶ τὰ ἐκεῖθέν μοι φοβερά, τοῖς ἐντεῦθεν τεκμαιρομένῳ.

81.Τ ΓΡΗΓΟΡΙΩΙ ΝΥΣΣΗΣ 81.1 ∆υσχεραίνεις τῇ περιόδῳ καὶ ἀστατεῖν σεαυτῷ

φαίνῃ, καθάπερ τῶν ξύλων ἃ καθ' ὕδατος φέρεται. Μηδαμῶς, ὦ θαυμάσιε, μὴ οὕτως ἔχε. Τῶν μὲν γὰρ ἀκούσιος ἡ φορά, σοῦ δὲ κατὰ Θεὸν ἡ περίοδος, καὶ πάγιον τὸ τοὺς πολλοὺς εὖ ποιεῖν, κἂν εἰ μὴ τῷ τόπῳ πεπήγοις. 81.2 Εἰ μὴ καὶ τὸν ἥλιον αἰτιῷτό τις ὅτι περιτρέχει σπείρων τὴν ἀκτῖνα καὶ πάντα ζῳογονῶν ὅσα ἐπέρχεται, ἢ καὶ τῶν ἀστέρων τοὺς ἀπλανεῖς ἐπαινῶν κακίζοι τοὺς πλάνη τας, ὧν καὶ τὸ πλάνον ἐναρμόνιον. 82.Τ ΑΛΥΠΙΩΙ 82.1 Πρώτην σοι ταύτην καὶ ἐπιστολὴν γράφω καὶ προσάγω πρεσβείαν, ὥστε δίκαιος ἂν εἴην καὶ κατὰ τοῦτο τυχεῖν σου περὶ ὧν ἀπαγγέλλω. Ἀπαγγέλλω δὲ τί; Σπαράσσει τὴν ἡμετέραν οἰκίαν τὴν παρ' ὑμῖν, ὡς πυνθά νομαι, βιαίοις ἐφόδοις ὁ καλὸς Παλλάδιος, ὁ δὲ βοηθήσων οὐδείς. 82.2 Καλὸν οὖν ἐστί σοι μάλιστα μὲν καὶ παρόντος κήδεσθαι τοῦ ἀνδρός, πολλῷ δὲ πλέον ἀπόντος, ὡς ἂν μὴ παντάπασιν οἴχηται διαφθαρέντα καὶ διαρρυέντα τὰ πράγματα κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν, καὶ μηδὲ τοῖς μαχομένοις αὐτοῖς ᾖ τι πλέον, τὸ ἆθλον οὐκ ἔχουσι τοῦ παλαίσματος. 83.Τ ΤΩΙ ΑΥΤΩΙ 83.1 Ἐπαινῶ ὅτι κήδῃ τῶν ἡμετέρων· ἔτι ἐπαινῶ τὸ καὶ γνωρίσαι δι' ἐπιστολῆς ἡμῖν ὅτι τοῦτο ποιεῖς. Τὸ μὲν γὰρ τῷ δικαίῳ χαρίζῃ, τὸ δὲ ἡμῖν. 83.2 Ἀλλ' ὅπως μὴ ἀποκάμνῃς ἡμῖν καὶ πρὸς τὸ