1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

29

θύειν, πανταχοῦ τῆς οἰκουμένης μέλλοντα διασπείρειν ὑμᾶς, ἢ βουλόμενον ὑμᾶς ἐκεῖ θύειν μόνον, μὴ πανταχοῦ τῆς οἰκουμένης διασπεῖραι καὶ μόνην ἐκείνην τὴν πόλιν ποιῆσαι ἄβατον ἐν ᾗ μόνῃ τὴν θυσίαν ἀναφέρεσθαι ἐχρῆν. Τί οὖν; ἑαυτῷ μάχεται, φησὶ, θῦσαι μὲν ἐν ἑνὶ τόπῳ κελεύσας, αὐτὸν δὲ πάλιν ἀποκλείσας τὸν τόπον ἐκεῖνον; Οὐδαμῶς, ἀλλὰ καὶ σφόδρα ἑαυτῷ συμφωνεῖ· οὐδὲ γὰρ παρὰ τὴν ἀρχὴν ὑμῖν δοῦναι τὰς θυσίας ἠβούλετο· καὶ τούτου αὐτὸν τὸν προφήτην παράγω μάρτυρα, λέγοντα οὕτως· Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ ὑμῶν, λαὸς Γομόῤῥας· οὐ πρὸς Σοδομίτας καὶ τοὺς ἐν Γομόῤῥοις οἰκοῦντας διαλεγόμενος, ἀλλὰ πρὸς Ἰουδαίους. Καλεῖ δὲ αὐτοὺς οὕτως, ἐπειδὴ τῇ τῆς κακίας μιμήσει τὴν πρὸς ἐκείνους ἐπεσπάσαντο συγγένειαν. Οὕτω γοῦν καὶ κύνας καλεῖ, καὶ ἵππους θηλυμανεῖς, οὐκ ἐπειδὴ πρὸς τὴν φύσιν ἐκείνων μετέπεσαν, ἀλλ' ἐπειδὴ τὴν τῶν ζώων τούτων λαγνείαν ἐδίωκον. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Οἱ δὲ ἐν Σοδόμοις οὐδέποτε ἀνεφάνησαν ἀναφέροντες θυσίας· ἀλλὰ πρὸς τούτους ὁ λόγος ἀποτείνεται καλῶν αὐτοὺς ἀπὸ τῆς ἐκείνων ἐπωνυμίας, διὰ τὴν αἰτίαν ἣν εἶπον· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν· καὶ στέαρ 48.880 ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι· οὐδὲ ἐὰν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα πάντα ἐκ τῶν χειρῶν ὑμῶν; Ἥκουσας σαφεστάτης φωνῆς λεγούσης, ὅτι οὐκ ἐξεζήτει ταῦτα παρ' ὑμῶν παρὰ τὴν ἀρχήν; Εἰ γὰρ ταῦτα ἐπεζήτει, καὶ τοὺς παλαιοὺς πάντας τοὺς πρὸ αὐτῶν λάμψαντας πρώτους ἂν εἰς ταύτην εἰσήγαγε τὴν πολιτείαν. Πῶς οὖν ἄρτι, φησὶν, ἐπέτρεψε; Τῇ ἀσθενείᾳ τῇ ὑμετέρᾳ συγκαταβαίνων. Καὶ καθάπερ ἰατρὸς, πυρέττοντα ὁρῶν ἄνθρωπον, δυσάρεστόν τινα καὶ ἀκαρτέρητον, ἐπιθυμοῦντα ψυχροποσίας, καὶ ἀπειλοῦντα, εἰ μὴ λάβοι, βρόχον ἀνάψειν, ἢ κατὰ κρημνῶν ἑαυτὸν ἀφήσειν, τὸ μεῖζον βουλόμενος κωλῦσαι κακὸν, τὸ ἔλαττον δίδωσι, βουλόμενος βιαίου τελευτῆς αὐτὸν ἀπαγαγεῖν· οὕτω δὴ καὶ ὁ Θεὸς ἐποίησεν. Ἐπειδὴ γὰρ εἶδεν μαινομένους, ἀγχομένους, ἐπιθυμοῦντας θυσιῶν, παρεσκευασμένους, εἰ μὴ λάβοιεν, πρὸς τὰ εἴδωλα αὐτομολῆσαι, μᾶλλον δὲ οὐ παρεσκευασμένους μόνον, ἀλλὰ καὶ αὐτομολήσαντας ἤδη. ἐπέτρεψε τὰς θυσίας. Καὶ ὅτι αὕτη ἐστὶν ἡ αἰτία, καὶ ἀπ' αὐτοῦ τοῦ χρόνου γένοιτ' ἂν καταφανὲς τὸ λεγόμενον. Μετὰ γὰρ τὴν ἑορτὴν, ἣν ἐπετέλεσαν τοῖς πονηροῖς δαίμοσι, τότε τὰς θυσίας ἐπέτρεψε, μονονουχὶ λέγων· Μαίνεσθε καὶ βούλεσθε θύειν· οὐκοῦν κἂν ἐμοὶ θύετε. Ἀλλ' ὅμως καὶ τοῦτο ἐπιτρέψας οὐ μέχρι τέλους ἀφῆκεν, ἀλλὰ διὰ τῆς σοφωτάτης μεθόδου πάλιν ἀπήγαγεν. Καὶ καθάπερ ὁ ἰατρὸς ἐκεῖνος οὐδὲν γὰρ κωλύει τῷ αὐτῷ παραδείγματι χρήσασθαι πάλιν, χαρισάμενος τῇ ἐπιθυμίᾳ τοῦ κάμνοντος, φιάλην οἴκοθεν κομίσας ἐκέλευσεν ἐν ταύτῃ μόνῃ τῆς ψυχροποσίας ἀπολαύειν, καὶ τοῦ κάμνοντος πεισθέντος, λάθρα τοῖς ἐπιδιδοῦσι προσέταξε συντρίψαι τὴν φιάλην αὐτὴν, ἵνα ἀνυπόπτως καὶ λαθραίως αὐτὸν ἀπαγάγῃ τῆς ἐπιθυμίας ἐκείνης· οὕτω καὶ ὁ Θεὸς ἐποίησε, θύειν ἐπιτρέψας, ἐν οὐδενὶ ἑτέρῳ τόπῳ τῆς οἰκουμένης εἴασε τοῦτο γίνεσθαι, ἀλλ' ἐν τοῖς Ἱεροσολύμοις μόνον. Εἶτα ἐπειδὴ χρόνον ἔθυσαν βραχὺν, καθεῖλε τὴν πόλιν, ἵν' ὥσπερ ὁ ἰατρὸς διὰ τῆς τοῦ σκεύους συντριβῆς, οὕτω καὶ ὁ Θεὸς διὰ τῆς κατασκαφῆς τῆς κατὰ τὴν πόλιν καὶ ἄκοντας αὐτοὺς ἀπαγάγῃ τοῦ πράγματος. Εἰ γὰρ φανερῶς εἶπεν, ἀπόστητε, οὐκ ἂν ἠνέσχοντο ῥᾳδίως τῆς κατὰ τὴν θυσίαν μανίας ἀποστῆναι· νυνὶ δὲ διὰ τῆς κατὰ τὸν τόπον ἀνάγκης λανθανόντως αὐτοὺς ἀπήγαγε τῆς περὶ τὸ πρᾶγμα μανίας. Ἔστω τοίνυν ὁ μὲν ἰατρὸς ὁ Θεὸς, ἡ φιάλη δὲ ἡ πόλις, ὁ δὲ νοσῶν ὁ δυσάρεστος τῶν Ἰουδαίων δῆμος, ἡ δὲ ψυχροποσία ἡ τῶν θυσιῶν ἐπιτροπὴ καὶ ἐξουσία. Ὥσπερ οὖν ὁ ἰατρὸς ἵστησι τῆς ἀκαίρου ταύτης αἰτήσεως τὸν ἄῤῥωστον τὸ σκεῦος ἀφανίσας· οὕτω καὶ ὁ Θεὸς τῶν θυσιῶν ἀπήγαγε, τὴν πόλιν αὐτὴν καθελὼν, καὶ ποιήσας αὐτὴν ἄβατον πᾶσιν. Εἰ γὰρ μὴ τοῦτο κατασκευάσαι ἐβούλετο, τίνος ἕνεκεν εἰς τόπον ἕνα συνέκλεισε τὴν τοιαύτην