30
τὰ δικαιώματα τοῦ Θεοῦ, τὸν προεστῶτα τῆς ἀδελφότητος ἐπιζητεῖ ἡ ἀκρίβεια, πῶς δυνατὸν ἐν τῇ αὐτῇ κώμῃ τοιούτων πλειόνων ἐπιτυχεῖν; Εἰ δὲ καὶ συμβαίη ποτὲ εὑρεθῆναι δύο ἢ τρεῖς, ὅπερ οὐκ εὔκολον οὐδὲ ἔγνωμέν ποτε· πολλῷ βέλτιον κοινω νεῖν ἀλλήλοις τοῦ φροντίσματος τούτους καὶ ἐπικου φίζειν τὸν πόνον· ὡς ἐν τῇ τοῦ ἄλλου ἀποδημίᾳ, ἢ ἀσχολίᾳ, ἢ ἐν ἄλλαις τισὶ περιστάσεσι, καθὼς χωρίζεσθαι συμβαίνει τῆς ἀδελφότητος τὸν ἕνα τὸν προεστῶτα, εἶναι τὸν ἕτερον εἰς παραμυθίαν τῆς ἀπολείψεως· ἢ εἰ μὴ τοῦτο, ἀπιέναι εἰς ἄλλην ἀδελ φότητα δεομένην τοῦ ὁδηγήσοντος. Πολλὰ δὲ καὶ ἡ τῶν ἔξωθεν πραγμάτων πεῖρα εἰς τὸν προκείμενον σκοπὸν ὠφελεῖν ἡμᾶς δύναται. Ὡς οὖν καὶ οἱ τῶν κοινῶν τεχνῶν ἔμπειροι ζηλοτύπως ἔχουσι πρὸς τοὺς ἀντιτέχνους, αὐτοῦ τοῦ πράγματος, κατὰ τὸ λαν θάνον, τὰς φιλονεικίας ἐμποιεῖν πεφυκότος· οὕτω καὶ ἐπὶ τῆς τοιαύτης ζωῆς, ὡς τὰ πολλὰ, συμβαίνει γίνε σθαι. Ἀρχόμενοι γὰρ ἀπὸ τοῦ διαμιλλᾶσθαι εἰς τὸ καλὸν καὶ σπουδάζειν ἀλλήλους ὑπερβαλέσθαι, ἢ ἐν ταῖς ξενοδοχίαις, ἢ ἐν τῇ αὐξήσει τοῦ ἀριθμοῦ τῶν συνασκουμένων, ἢ ἐν ἄλλοις τισὶ τοιούτοις ἔρ γοις, προϊόντες εἰς ἐριθείας ἐκπίπτουσιν. Εἶτα τοῖς μὲν ἐπιδημοῦσι τῶν ἀδελφῶν πολλὴν ἀμφιβολίαν συμβαίνειν γίνεσθαι καὶ δυσκολίαν ἀντὶ ἀναπαύσεως, μεριζομένοις τὸν λογισμὸν, πρὸς τίνας χρὴ καταχθῆ ναι· ἥ τε γὰρ προτίμησις λυπηρὰ, καὶ τὸ ἀμφοτέ ρους πληροφορῆσαι ἀδύνατον, καὶ μάλιστα ὅταν ἐπει γόμενοι τυγχάνωσι· τοῖς δὲ ἐξ ἀρχῆς προσιοῦ σιν εἰς τὸ συζῇν πολλὴν ἀδημονίαν παρέξουσι, τίνας δεῖ προεστῶτας τῆς ἑαυτῶν ζωῆς ἑλέσθαι, καὶ πάντως ἐκ τοῦ τινας αἱρεῖσθαι, τοὺς λοιποὺς ἀπο δοκιμάζειν 31.1005 Εὐθὺς οὖν αὐτοὺς ἀπὸ τῆς πρώτης εἰς ἔπαρσιν συμβαίνει βλάπτεσθαι, οὐχὶ τυποῦντας ἑαυτοὺς εἰς μάθησιν, ἀλλ' ἐθιζομένους κριτὰς καὶ δοκιμαστὰς τῆς ἀδελφότητος γίνεσθαι. Ὁπότε τοίνυν ἀγαθὸν μὲν οὐδὲν ὁμολογούμενόν ἐστιν ἐν τῇ διαιρέσει τῶν οἰκή σεων, τὰ δὲ ὑπεναντία τοσαῦτα, τὸ χωρίζεσθαι ἀπ' ἀλλήλων παντελῶς ἀσύμφορον. Εἰ δὲ προειλῆφθαί τινα συμβαίη, ἐπείγεσθαι χρὴ πρὸς τὴν διόρθω σιν, καὶ μάλιστα μετὰ τὴν πεῖραν τῶν βλαβερῶν. Τὸ δὲ ἐπιμένειν τῇ κρίσει φιλονεικία σαφής. Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, φησὶν ὁ Ἀπόστολος, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ Ἐκκλη σίαι τοῦ Θεοῦ. Τίνος γὰρ ἕνεκεν φήσουσιν εἰς τὴν συνάφειαν κωλύεσθαι; Πότερον χρειῶν; Ἀλλὰ πολλῷ εὐπορώτεραί εἰσιν ἐν τῇ κοινωνίᾳ, ἑνὸς λύχνου, καὶ μιᾶς ἑστίας, καὶ πάντων τῶν τοιούτων τοῖς πᾶσιν ἐπαρκέσαι δυναμένων. Χρὴ γὰρ, εἴπερ τι ἕτερον, καὶ τὴν ἐν τούτοις εὐχέρειαν μεταδιώκειν ἐκ παντὸς τρό που, ἐπὶ τὸ ἔλαττον τὰς κτήσεις τῶν ἀναγκαίων συστέλλοντας. Ἔπειτα καὶ τῶν ἔξωθεν τὰς χρείας ἐπεισαγόντων τῇ ἀδελφότητι, ἐν μὲν τῇ διαιρέσει πλειόνων χρεία, ἐν δὲ τῇ συνοικήσει τῶν ἡμίσεων. Ὅπως δὲ δύσκολόν ἐστιν εὑρεθῆναι ἄνδρα μὴ καται σχύνοντα τὸ ὄνομα τοῦ Χριστοῦ, ἀλλ' ἀξίαν τοῦ ἐπαγγέλματος τὴν τῶν ἔξωθεν συντυχίαν ἐν ταῖς ἀποδημίαις ποιούμενον, γνώριμον ὑμῖν πρὸ τῶν ἐμῶν λόγων. Εἶτα οἱ ἐπιμένοντες τῇ διαστάσει πῶς δύναν ται τοὺς ἐν τῷ κοινῷ βίῳ οἰκοδομεῖν, ἢ πρὸς εἰρήνην συνελαύνοντες, εἴ ποτε δέοι, ἢ πρὸς τὰς ἄλλας ἐντολὰς παρακαλοῦντες, ὑπονοίας πονηρὰς ἐκ τοῦ μὴ ἡνῶσθαι καθ' ἑαυτῶν παρεχόμενοι; Καὶ πρὸς τούτοις ἀκούομεν τοῦ Ἀποστόλου γράφοντος Φιλιππησίοις, ὅτι Πληρώσατέ μου τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατ' ἐριθείαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι. Τίς οὖν μείζων ἀπόδειξις ταπεινοφροσύνης τοῦ ἀλλήλοις ὑποταγῆναι τοὺς προεστῶτας τῆς ἀδελ φότητος; Εἴτε γὰρ ἴσοι εἰσὶν ἐν τοῖς πνευματικοῖς χαρίσμασι, κάλλιόν ἐστιν ἡ συνάθλησις. Ὥσπερ οὖν ὑπέδειξεν ἡμῖν αὐτὸς ὁ Κύριος, ἀνὰ δύο δύο ἀπο στείλας· καὶ ὁ ἕτερος αὐτῶν αἱρήσεται πάντως μετὰ χαρᾶς ὑποτετάχθαι τῷ ἑτέρῳ,