30
ἁγιστείαν, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν; Τίνος δὲ ἕνεκεν τὴν μὲν λατρείαν εἰς θυσίας, τὰς δὲ θυσίας εἰς τόπον, τὸν δὲ τόπον εἰς καιρὸν, τὸν δὲ καιρὸν εἰς μίαν πόλιν συναγαγὼν, αὐτὴν πάλιν ἐκείνην τὴν πόλιν κατέσκαψε; Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ἡ μὲν οἰκουμένη πᾶσα ἀνεῖται τοῖς Ἰου48.881 δαίοις, ἔνθα οὐκ ἔξεστι θύειν, μόνη δὲ ἡ Ἱερουσαλὴμ ἄβατος γέγονεν, ἔνθα μόνον θύειν ἐξῆν. Ἆρα οὐχὶ καὶ τοῖς σφόδρα ἀνοήτοις δήλη καὶ καταφανὴς γένοιτο ἂν ἡ αἰτία τῆς κατασκαφῆς ἐκείνης; Ὥσπερ γὰρ οἰκοδόμος θεμελίους θεὶς, τοίχους ἀναστήσας, ὄροφον καμαρώσας, τὴν καμάραν ἐκείνην εἰς ἕνα μέσον συνδήσας λίθον, ἂν ἐκεῖνον ἀφέλῃ, τὸν πάντα τῆς οἰκοδομῆς διέλυσε σύνδεσμον· οὕτω καὶ ὁ Θεὸς, καθάπερ τινὰ σύνδεσμον λατρείας τὴν πόλιν ποιήσας, εἶτα ταύτην ἀνατρέψας. καὶ τὴν λοιπὴν τῆς πολιτείας ἐκείνης οἰκοδομὴν κατέλυσεν ἅπασαν.
ζʹ. Ἡ μὲν οὖν πρὸς Ἰουδαίους μενέτω τέως μάχη. Σήμερον γὰρ ἠκροβολισάμεθα πρὸς αὐτοὺς, μόνον τοσοῦτον εἰπόντες, ὅσον ἤρκει πρὸς ἀσφάλειαν τοῖς ἀδελφοῖς τοῖς ἡμετέροις, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Ἀνάγκη δὲ λοιπὸν παρακαλέσαι ὑμᾶς τοὺς παρόντας, ἵνα πολλὴν τῶν μελῶν τῶν ἡμετέρων ποιήσησθε πρόνοιαν, ἵνα μὴ λέγητε· Τί δέ μοι μέλει; τί δὲ ἐγὼ περιεργάζομαι καὶ πολυπραγμονῶ; Ὁ ∆εσπότης ἡμῶν δι' ἡμᾶς ἀπέθανε, σὺ δὲ οὐδὲ λόγον προΐεσαι; καὶ ποίαν ἕξεις συγγνώμην; ποίας ἀπολογίας τεύξῃ; πῶς ἐπὶ τοῦ βήματος στήσῃ τοῦ Χριστοῦ μετὰ παῤῥησίας, εἰπέ μοι, τοσούτων ψυχῶν ἀπώλειαν παρορῶν; Εἴθε μοι δυνατὸν ἦν τοὺς ἐκεῖ τρέχοντας εἰδέναι, καὶ οὐκ ἂν ἐδεήθην ὑμῶν, ἀλλὰ τὴν ταχίστην ἐποιήσαμεν ἂν διόρθωσιν. Ὅταν τὸν ἀδελφὸν δέῃ διορθῶσαι, κἂν τὴν ψυχὴν ἐπιδοῦναι δέῃ, μὴ παραιτήσῃ, μίμησαί σου τὸν ∆εσπότην· κἂν οἰκέτην ἔχῃς, κἂν γυναῖκα, κάτεχε ἐπὶ τῆς οἰκίας μετὰ πολλῆς τῆς σφοδρότητος. Εἰ γὰρ εἰς θέατρον οὐκ ἐπιτρέπεις ἀπελθεῖν, πολλῷ μᾶλλον ἐπὶ συναγωγῆς τοῦτο χρὴ ποιεῖν· μείζων γὰρ ἡ παρανομία ἐκείνης αὕτη· ἐκεῖ ἁμαρτία τὸ γινόμενον, ἐνταῦθα δὲ ἀσέβεια. Ταῦτα δὲ λέγομεν, οὐχ ἵνα εἰς θέατρον ἀφῆτε ἀναβαίνειν, κακὸν γὰρ κἀκεῖνο, ἀλλ' ἵνα καὶ τοῦτο πολλῷ πλέον κωλύσητε. Τί τρέχεις ἰδεῖν ἐν τῇ συναγωγῇ τῶν θεομάχων Ἰουδαίων, εἰπέ μοι, σαλπίζοντας ἀνθρώπους; δέον σε οἴκοι καθήμενον στενάζειν ὑπὲρ ἐκείνων καὶ δακρύειν, ὅτι τῷ προστάγματι τοῦ Θεοῦ μάχονται, ὅτι τὸν διάβολον ἔχουσι μεθ' ἑαυτῶν χορεύοντα. Ὅπερ γὰρ ἔφθην εἰπὼν, τὸ παρὰ γνώμην τοῦ Θεοῦ γινόμενον, εἰ καὶ ποτὲ συγκεχωρημένον ἦν, ὕστερον παρανομία τίς ἐστι, καὶ μυρίων τιμωριῶν ὑπόθεσις. Ἐσάλπιζον οἱ Ἰουδαῖοί ποτε, ὅτε τὰς θυσίας εἶχον, νῦν δὲ αὐτοῖς οὐκ ἀφίεται τοῦτο ποιεῖν. Ἄκουσον γοῦν, καὶ διὰ τί τὰς σάλπιγγας ἔλαβον· Ποίησον σεαυτῷ, φησὶ, σάλπιγγας ἐλατὰς ἀργυρᾶς. Εἶτα λέγων αὐτῶν τὴν χρείαν, ἐπήγαγε· Καὶ σαλπιεῖτε ἐν αὐταῖς ἐπὶ τοῖς ὁλοκαυτώμασιν ὑμῶν, καὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν. Ποῦ τοίνυν ἐστὶν ὁ βωμός; ποῦ δὲ ἡ κιβωτός; ποῦ δὲ ἡ σκηνὴ καὶ τὰ ἅγια τὸν ἁγίων; ποῦ δὲ ὁ ἱερεύς; ποῦ δὲ τὰ χερουβὶμ τῆς δόξης; ποῦ δὲ τὸ χρυσοῦν θυμιατήριον; ποῦ δὲ τὸ ἱλαστήριον; ποῦ 48.882 ἡ φιάλη; ποῦ τὰ σπονδεῖα; ποῦ τὸ πῦρ τὸ ἄνωθεν κατενεχθέν; Πάντα ἀφῆκας, καὶ τὰς σάλπιγγας κατέχεις μόνον; Ὁρᾷς ὅτι παίζουσι μᾶλλον, ἢ λατρεύουσιν; Ἀλλ' ὥσπερ ἐκείνοις ἐγκαλοῦμεν ὅτι παρανομοῦσιν, οὕτω καὶ πολλῷ μᾶλλον ὑμῖν, ὅτι τοῖς παρανομοῦσι συνέρχεσθε, καὶ οὐχὶ τοῖς συντρέχουσι μόνον, ἀλλὰ καὶ τοῖς κυρίοις οὖσι κωλῦσαι, καὶ μὴ βουλομένοις. Μή μοι λέγε· Τί γὰρ ἔχω κοινὸν πρὸς ἐκεῖνον; ἀλλότριός ἐστι καὶ ἄγνωστος. Ἕως ἂν ᾖ πιστὸς, καὶ τῶν αὐτῶν σοι μετέχων μυστηρίων, καὶ εἰς τὴν αὐτὴν Ἐκκλησίαν ἀπαντᾷ, καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ ἐπιτηδείων καὶ πάντων ἐστὶν οἰκειότερος. Ὥσπερ οὖν οὐχ οἱ κλέπτοντες μόνον, ἀλλὰ καὶ οἱ κύριοι μὲν ὄντες κωλῦσαι, μὴ κωλύοντες δὲ, τὴν αὐτὴν ἐκείνοις διδόασι δίκην· οὕτως οὐχ οἱ ἀσεβοῦντες μόνον, ἀλλὰ καὶ οἱ δυνάμενοι μὲν ἀπαγαγεῖν τῆς ἀσεβείας, μὴ βουλόμενοι δὲ ἢ δι' ὄκνον ἢ διὰ νωθρίαν, ὁμοίως κολάζονται. Ἐπεὶ καὶ ὁ τὸ