30
ἐνυπνιασθήσονται. Ὅρα τὴν ἀκολουθίαν. Πρότερον υἱοί· καθὼς καὶ ὁ ∆αυΐδ φησιν· Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου· καὶ ὁ Μαλαχίας πάλιν, Ἐπιστρέψας καρδίας πατέρων ἐπὶ τέκνα. Καὶ ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου. Καὶ τοῦτο ἀρετῆς τεκμήριον· δοῦλοι 60.52 γὰρ αὐτοῦ γεγόναμεν, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας. Πολλὴ δὲ καὶ ἡ δωρεὰ, ὅταν καὶ ἐπὶ τὸ ἕτερον γένος μεταβαίνῃ τὸ χάρισμα, καὶ οὐχὶ πρὸς μίαν καὶ δευτέραν περιέστη ὥσπερ τὸ παλαιὸν, οἷον ∆εββώραν καὶ Ὀλδάν. Καὶ οὐκ εἶπεν, ὅτι Πνεῦμά ἐστιν ἅγιον, οὐδὲ ἡρμήνευσε τὰ τοῦ προφήτου· ἀλλὰ τὴν προφητείαν μόνην εἰσήγαγε καθ' ἑαυτὴν ἀγωνιζομένην. Καὶ οὐδὲν περὶ Ἰούδα τέως φθέγγεται, ἐπειδὴ τοῖς πᾶσιν ἦν δῆλον, οἵαν ἔδωκε δίκην, ἀλλὰ σιγᾷ, εἰδὼς οὐδὲν ὂν ἰσχυρότερον τοῦ ἀπὸ προφητείας αὐτοῖς διαλέγεσθαι· τοῦτο καὶ τῶν πραγμάτων αὐτῶν ἰσχυρότερον. Σημεῖα γὰρ ποιοῦντος τοῦ Χριστοῦ, πολλάκις ἀντέλεγον· ὅτε δὲ τὸν προφήτην παρήγαγεν αὐτοῖς ὁ Χριστὸς λέγοντα, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἐσίγησαν οὕτως, ὡς μηδένα λοιπὸν ἰσχῦσαι ἀποκριθῆναι αὐτῷ λόγον. Καὶ πολλαχοῦ τῶν Γραφῶν καὶ αὐτὸς μέμνηται λέγων· Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο. Μᾶλλον δὲ πανταχοῦ τοῦτο εὕροι τις ἄν. ∆ιὰ τοῦτο καὶ ἐνταῦθά φησιν· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα· τουτέστι, τὰ ἔθνη. Ἀλλ' οὐδέπω ἀποκαλύπτει, οὐδὲ ἑρμηνεύει· οὐδὲ γὰρ συνέφερεν, ἐπεὶ καὶ τοῦτο ἀσαφές. ∆ώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω. Μᾶλλον γὰρ αὐτοὺς ἐφόβει ἀσαφὲς ὄν. Εἰ δὲ ἡρμήνευσε, μᾶλλον ἂν αὐτοῖς καὶ προσέστη. Εἶτα καὶ ὡς δῆλον παρίησι, τοιαύτην βουλόμενος δοῦναι δόξαν. Ἀμέλει γοῦν μετὰ ταῦτα αὐτοῖς ἑρμηνεύει, ὅτε περὶ τῆς ἀναστάσεως αὐτοῖς διαλέγεται· ὅτε προωδοποίησε τῷ λόγῳ. ∆ιὰ τοῦτο ἑκὼν παρίησιν, ἐπειδὴ οὐκ ἤρκει τὰ ἀγαθὰ ἐπισπάσασθαι· καίτοι τοῦτο οὐδέποτε γέγονεν. Οὐδεὶς γὰρ τότε διέφυγε· νῦν δὲ οἱ πιστοὶ διέφυγον ἐπὶ Οὐεσπασιανοῦ. Καὶ τοῦτό ἐστιν, ὃ λέγει· Εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Τὸ χαλεπώτερον πρότερον γέγονε· πρῶτον γὰρ συνέβη τοὺς κατοικοῦντας ἁλῶναι, καὶ τότε τὴν πόλιν κατασκαφῆναι καὶ ἐμπρησθῆναι. Εἶτα ἐπιμένει τῇ μεταφορᾷ, ἐγγὺς τῆς ὄψεως τῶν ἀκροατῶν ἄγων τὴν κατασκαφὴν καὶ τὴν ἅλωσιν. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα. Τί ἐστιν, εἰς αἷμα σελήνην μεταστραφῆναι; ∆οκεῖ μοι διὰ τούτου τὴν ὑπερβολὴν λέγειν τῆς σφαγῆς, καὶ πολλῆς ἀπορίας ἐπίτηδες τὸν λόγον ἐμπιπλᾷν. Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Πᾶς, φησὶ, κἂν ἱερεὺς ᾖ (ἀλλ' οὐδέπω ἀποκαλύπτει), κἂν δοῦλος ᾖ, φησὶ, κἂν ἐλεύθερος. Οὐκ ἄρσεν γὰρ, οὐ θῆλυ ἐν Χριστῷ Ἰησοῦ, οὐ δοῦλος, οὐκ ἐλεύθερος. Εἰκότως· ταῦτα γὰρ ἐνταῦθα, ἔνθα πάντα σκιά. Εἰ γὰρ ἐν βασιλείοις οὐδεὶς εὐγενὴς οὐδὲ δυσγενὴς, ἀλλὰ ἀπὸ τῶν ἔργων ἕκαστος φαίνεται, καὶ ἐν τέχνῃ ἀπὸ τοῦ ἔργου ἕκαστος δείκνυται· πολλῷ μᾶλλον ἐν ἐκείνῃ τῇ καταστάσει. Πᾶς ὃς ἂν ἐπικαλέσηται. Ἐπικαλέσηται, οὐχ ἁπλῶς (Οὐ γὰρ πᾶς, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύριε), ἀλλὰ μετὰ διαθέσεως, μετὰ βίου ἀρίστου, μετὰ παῤῥησίας τῆς προσηκούσης. Τέως ἀνεπαχθῆ ποιεῖ τὸν λόγον, τὸ τῆς πίστεως εἰσάγων, καὶ οὐ φοβερὸν κρύπτων τὸ τῆς κολάσεως. Πῶς; ∆εικνὺς, ὅτι ἐν ἐπικλήσει ἡ σωτηρία. γʹ. Τί λέγεις; εἰπέ μοι· σωτηρίας μέμνησαι μετὰ σταυρόν; Ἀνάσχου τέως· πολλὴ γὰρ ἡ φιλανθρωπία τοῦ Θεοῦ. Καὶ τοῦτο οὐχ ἧττον τῆς ἀναστάσεως 60.53 αὐτὸν δείκνυσι Θεὸν, καὶ τῶν σημείων, τὸ τούτους προσκαλεῖσθαι. Τὸ γὰρ σφόδρα ἀγαθὸν, τοῦτο Θεοῦ μάλιστα ἴδιον. ∆ιὰ τοῦτο καὶ λέγει· Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός. Ἀλλὰ μὴ τὴν ἀγαθότητα εἰς ἀφορμὴν ῥᾳθυμίας λάβωμεν· καὶ γὰρ καὶ κολάζει καθάπερ Θεός. Αὐτὰ γοῦν ταῦτα αὐτὸς εἰργάσατο ὁ εἰπὼν, Ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Τὰ κατὰ τὴν Ἱερουσαλὴμ λέγω, τὴν ἀφόρητον ἐκείνην κόλασιν· ἧς βούλομαι ὀλίγα πρὸς ὑμᾶς εἰπεῖν, χρησιμεύοντα ἡμῖν καὶ πρὸς Μαρκιωνιστὰς καὶ πρὸς ἄλλους πολλοὺς τῶν αἱρετικῶν. Ἐπειδὴ γὰρ λέγουσιν ἀγαθὸν Θεὸν τὸν Χριστὸν, ἐκεῖνον δὲ πονηρὸν,