1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

31

μεμνημένος τοῦ Κυ ρίου λέγοντος, ὅτι Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσε ται. Εἰ δὲ τὸν μὲν ἐλαττοῦσθαι, τὸν δὲ ὑπερ 31.1008 έχειν συμβαίνει, ὠφελιμώτερόν ἐστι προσληφθῆναι ὑπὸ τοῦ ἰσχυροτέρου τὸν ἀσθενέστερον. Πῶς δὲ καὶ οὐχὶ φανερὰ παρακοή ἐστι τοῦ ἀποστολικοῦ παραγ γέλματος, τοῦ λέγοντος· Μὴ τὰ ἑαυτῶν ἕκαστοι σκοποῦντες, ἀλλὰ καὶ ἑτέρων ἕκαστοι; Λο γίζομαι γὰρ μὴ εἶναι δυνατὸν ἐν τῇ διαιρέσει τοῦτο κατορθωθῆναι, ἑκάστου τάγματος τὴν μὲν ὑπὲρ τῶν συνόντων μέριμναν ἰδιοποιουμένου, τῆς δὲ ὑπὲρ τῶν ἄλλων φροντίδος ἠλλοτριωμένου, ὅπερ, ὡς εἶπον, σαφῶς ἐναντιοῦται τῷ ἀποστολικῷ παραγγέλματι. Καὶ τῶν ἐν ταῖς Πράξεσιν ἁγίων πολλάκις μαρτυ ρουμένων, περὶ ὧν γέγραπται, ποτὲ μὲν ὅτι, Τοῦ πλήθους τῶν πιστευσάντων ἦν καρδία καὶ ψυχὴ μία· ποτὲ δὲ ὅτι, Πάντες οἱ πιστεύσαντες ἦσαν ἐπὶ τὸ αὐτὸ, καὶ εἶχον ἅπαντα κοινά· πρό δηλον ὅτι οὐδεμία διάστασις ἦν ἐν τοῖς πᾶσιν, οὔτε ἐν ἐξουσίᾳ ἑαυτοῦ διῆγεν ἕκαστος, ἀλλὰ ὑπὸ μίαν καὶ τὴν αὐτὴν οἱ πάντες ᾠκονομοῦντο φροντίδα· καὶ ταῦτα ἐν ὅλοις πεντακισχιλίοις τὸν ἀριθμὸν, ἐφ' ὧν ἴσως οὐκ ὀλίγα ἦν τὰ κατὰ τὸν ἀνθρώπινον λογισμὸν ἐμποδίζειν δοκοῦντα τῇ συναφείᾳ. Ὅπου δὲ τοσοῦ τον ἐλαττοῦνται οἱ καθ' ἑκάστην κώμην εὑρισκόμε νοι, τίς ἐπιτρέπει λόγος διεστάναι αὐτοὺς ἀπ' ἀλλή λων; Εἴθε δὲ ἦν δυνατὸν μὴ μόνον τοὺς ἐν τῇ αὐτῇ κώμῃ ἐπὶ τὸ αὐτὸ συνηγμένους οὕτως εἶναι, ἀλλὰ καὶ πλείους ἀδελφότητας, ἐν διαφόροις καθεστώσας τό ποις, ὑπὸ μιᾷ φροντίδι τῶν δυναμένων ἀπροσ κλίτως καὶ σοφῶς οἰκονομεῖν τὰ πάντων ἐν τῇ ἑνό τητι τοῦ πνεύματος καὶ τῷ συνδέσμῳ τῆς εἰρήνης οἰκοδομεῖσθαι.

ΕΡΩΤΗΣΙΣ Λςʹ. Περὶ τῶν ἀναχωρούντων ἀπὸ ἀδελφότητος. ΑΠΟΚΡΙΣΙΣ. Τούς

γε μὴν ἅπαξ καθομολογησαμένους ἀλλήλοις τὴν ἐπὶ τὸ αὐτὸ ζωὴν ἀδιαφόρως ἀναχωρεῖν οὐχ οἷόν τε· διότι τὸ μὴ ἐπιμένειν τοῖς δεδογμένοις δύο αἰτίας ἔχει, ἢ τὴν ἐκ τῆς συνοικήσεως βλάβην, ἢ τὸ ἄστα τον τῆς γνώμης τοῦ μεταβαλλομένου. Ὁ μὲν οὖν διὰ τὸ βλάπτεσθαι ἀποσπώμενος ἀδελφῶν μὴ κρυπτέτω καθ' ἑαυτὸν τὴν αἰτίαν, ἀλλ' ἐλεγχέτω τὴν βλάβην, κατὰ τὸν τρόπον τὸν παρὰ τοῦ Κυρίου παραδοθέντα, εἰπόντος· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου, καὶ τὰ ἑξῆς. Καὶ ἐὰν μὲν διορθωθῇ τὸ ἐπι ζητούμενον παρ' αὐτοῦ, τούς τε ἀδελφοὺς ἐκέρδησε, καὶ τὴν κοινωνίαν αὐτῶν οὐκ ἀτιμάζει· ἐὰν δὲ ἐπι 31.1009 μένοντας αὐτοὺς τῷ κακῷ καὶ μὴ καταδεχομένους τὴν διόρθωσιν ἴδῃ, τοῖς τὰ τοιαῦτα κρίνειν ἱκανοῖς ἐπιδείξει· καὶ μετὰ τὴν τῶν πλειόνων μαρτυ ρίαν τότε χωριζέσθω. Χωρισθήσεται δὲ οὐκέτι ἀδελ φῶν, ἀλλὰ ἀλλοτρίων, τοῦ Κυρίου τὸν ἐπιμένοντα τῷ κακῷ ἐθνικῷ καὶ τελώνῃ συγκρίνοντος. Ἔστω γάρ σοι, φησὶν, ὁ τοιοῦτος ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. Εἰ δὲ διὰ ἰδίαν κουφότητα ἀποπηδᾷ τῆς συναφείας τῶν ἀδελφῶν, τὸ ἑαυτοῦ ἀσθενὲς θε ραπευσάτω, ἢ μὴ καταδεξάμενος, ἀπρόσδεκτος ἔστω ταῖς ἀδελφότησιν. Ἐὰν δὲ διὰ ἐντολὴν τοῦ Κυ ρίου ἄλλος ἀλλαχοῦ ἕλκηται, οὐ χωρίζονται οἱ τοιοῦ τοι, ἀλλ' οἰκονομίαν πληροῦσιν. Ἄλλην δὲ αἰτίαν χωρισμοῦ ἀδελφῶν ὁ λόγος οὐ καταδέχεται· πρῶτον μὲν, ὅτι τὸ συναγαγὸν ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀτιμάζεται· ἔπειτα δὲ, ὅτι οὐδὲ ἡ συνείδησις ἑκάστου πρὸς τὸν ἕτερον καθαρεύειν δυ νήσεται, ἀλλὰ δι' ὑποψίας ἀλλήλοις ἔσονται. Τοῦτο δὲ ἐναντιοῦται σαφῶς τῷ προστάγματι τοῦ Κυρίου εἰπόντος· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ· ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε· πρῶ τον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.