1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

31

ΡΙΕʹ. Ταῦτα μὲν δὴ ταύτῃ· τί δὲ τὸ ἐντεῦθεν; Παρ 35.653 έξεις αὐτοῖς ὑποφήτας δηλαδὴ θεοφόρων λογίων, ὡς ἂν αὐτοὶ φαίητε, καὶ βίβλους ἀνελίξεις θεολο γικάς τε καὶ ἠθικάς. Τίνας ταύτας, εἰπέ μοι, καὶ τίνων; Καλὸν προσάδεσθαι τὴν Ἡσιόδου Θεογονίαν αὐτοῖς καὶ τοὺς ἐκεῖ πολέμους καὶ κλόνους, τοὺς Τιτᾶνας, τοὺς Γίγαντας, μετὰ τῶν φοβερῶν ὀνομάτων τε καὶ πραγμάτων; Κότος, Βριάρεως, Γύγης, Ἐγκέλαδος, οἱ δρακοντόποδες ὑμῶν, οἱ κεραυνοφόροι θεοὶ, αἱ τούτοις ἐπαφιέμεναι νῆσοι, βέλη τε ὁμοῦ καὶ τάφοι τοῖς ἀπαντήσασι· τὰ πικρὰ τούτων γεννήματα καὶ προβλήματα, Ὕδραι, Χίμαιραι, Κέρβεροι, Γορ γόνες, φιλοτιμία παντὸς κακοῦ. Ταῦτα ἔστω τῶν Ἡσιόδου καλῶν ταῖς ἀκοαῖς προτιθέμενα. Ὀρφεὺς παρίτω μετὰ τῆς κιθάρας καὶ τῆς πάντα ἑλκούσης ᾠδῆς, ἐπιβρεμέτω ∆ιὶ τὰ μεγάλα καὶ ὑπερφυῆ τῆς θεολογίας ῥήματα καὶ νοήματα· Ζεῦ κύδιστε, μέγιστε θεῶν, εἰλυμένε κόπρῳ, ὅση τε μηλείη, ὅση τε ἵππων, ὅση τε ἡμιόνων, ἵν' ἐντεῦθεν, οἶμαι, δειχθῇ τὸ ζωογόνον τοῦ θεοῦ καὶ φερέσβιον· οὐ γὰρ ἄλλως οἷόν τε ἦν· καὶ μηδὲ τῆς ἄλλης φείδεσθαι μεγαληγορίας. Ὣς εἰποῦσα θεὰ, δοιοὺς ἀνεσύρατο μηροὺς, ἵνα τελέσῃ τοὺς ἐραστὰς, ἃ καὶ νῦν ἔτι τελεῖ τοῖς σχήμασιν. Ἐπὶ πᾶσιν ὁ Φάνης τε καὶ ὁ Ἠρικαπαῖος, καὶ ὁ πάντας καταπίνων τοὺς ἄλλους, εἶτ' ἀναδιδοὺς θεοὺς, ἵνα γένηται πατὴρ ἀνδρῶν τε θεῶν τε. Ταῦτα ἐπεισκυκλείσθω τοῖς θαυμαστοῖς τῆς θεολογίας ἀκροαταῖς, εἶτ' ἐπινοείσθω τούτοις ἀλληγο ρήματα καὶ τερατεύματα· καὶ τῶν προκειμένων ἐκ πίπτων ὁ λόγος εἰς βάραθρα χωρείτω, καὶ κρημνοὺς θεωρίας οὐκ ἐχούσης τὸ στάσιμον.

ΡΙςʹ. Ὅμηρον δὲ ποῦ θήσεις, τὸν μέγαν τῶν θεῶν σου κωμῳδιογράφον, εἴ τ' οὖν τραγῳδοποιόν; Ἀμφότερα γὰρ εὑρήσεις ἐν τοῖς θαυμασίοις αὐτοῦ ποιήμασι· τὰ μὲν συμφορᾶς, τὰ δὲ γέλωτος ἄξια. Καὶ γὰρ ὄντως οὐ μικρᾶς τῆς φροντίδος ἐκεῖνο ἰδεῖν, πῶς μὲν Ὠκεανὸς Τηθύϊ καταλλαγήσεται δι' Ἥρας πορνικῶς κοσμουμένης· ἐπειδὴ κίνδυνος τῷ παντὶ χρόνον τινὰ σωφρονούντων αὐτῶν· εἴτ' οὖν τὴν ξηρὰν φύσιν καὶ τὴν ὑγρὰν καταλλάττεσθαι δέοι, μὴ τῷ πλεονασμῷ τοῦ ἑτέρου τὸ πᾶν συγχεθῇ· εἴτε τι ἄλλο τού των ἐπινοεῖς ἀτοπώτερον. Τίς δὲ ἡ θαυμασία μίξις τοῦ νεφεληγερέτου καὶ τῆς σεμνῆς Ἥρας, ἡνίκα ἀσχημονεῖν αὐτὸν ἀναπείθει μεσούσης ἡμέρας, 35.656 κἂν οἱ ποιηταὶ μετὰ τῶν μέτρων αὐτὸν κολακεύωσι, λωτὸν ὑποστρωννύντες ἑρσήεντα, καὶ κρόκον ἀνα φύοντες ἐκ τῆς γῆς καὶ ὑάκινθον; Πόθεν ταῦτα, καὶ τίς τούτων ὁ λόγος; Πῶς δὲ ἡ αὐτὴ καθ' ὑμᾶς Ἥρα, ἡ τοῦ μεγάλου ∆ιὸς ἀδελφὴ καὶ ὁμόζυγος, νῦν μὲν ἐν αἰθέρι καὶ νεφέλαις κρεμαμένη, καὶ σιδηροῖς ἄκμοσι καθελκομένη, καὶ χρυσαῖς τιμωμένη χειρο πέδαις, ἡ λευκώλενός τε καὶ ῥοδοδάκτυλος, ὡς μηδὲ τοῖς παραιτεῖσθαι βουλομένοις τῶν θεῶν ἀκίνδυνον εἶναι τὴν φιλανθρωπίαν· νῦν δὲ ὅλον τὸν τῶν ἐρώτων κεστὸν ἐφ' ἑαυτὴν ἕλκουσα διὰ τῶν πρὸς τὸν ∆ία καλλωπισμάτων, ὡς καὶ πάντας ὁμολογεῖσθαι αὐτῷ τοὺς ἐπὶ πάσαις ἔρωτας ἑνὸς τούτου παραπολὺ λει πομένους; Τίς δὲ ὁ φόβος, μὴ τῶν θεῶν κινουμένων ὑπὲρ τῆς Λακαίνης μοιχάδος, καὶ οὐρανοῦ σαλπίζοντος, ἀναῤῥαγῇ μὲν γῆς ἕδρα, μεθαρμοσθῇ δὲ θάλασσα, δημοσιευθῇ δὲ ᾅδου βασίλεια, καὶ εἰς τοὐμφανὲς ἔλθῃ τὰ τῷ μακρῷ χρόνῳ κεκαλυμμέ να; Τίς δὲ ἡ τῶν κυανέων ὀφρύων ἐπίνευσις, καὶ ἡ τῶν ἀμβροσίων τριχῶν συγκίνησις, ὅλον Ὄλυμπον κατασείουσα; Τίς δὲ ὁ τιτρωσκόμενος Ἄρης, ἢ χαλκῷ κεράμῳ κατακλειόμενος; ὁ τῆς χρυσῆς Ἀφρο δίτης ἀφυὴς ἐραστὴς, καὶ μοιχὸς ἀπερίσκεπτος καὶ τῷ Ἀμφιγυήεντι κρατούμενος, καὶ θέατρον τῶν θεῶν ἐφ' ἑαυτῷ συλλέγων ἀσχημονοῦντι, καὶ μικροῖς χρήμασιν ἀφιέμενος;

ΡΙΖʹ. Ταῦτα πάντα καὶ πλείω τούτων οὕτω σοφῶς καὶ πολυτρόπως συγκείμενα, καὶ παντάπασιν ἔξω τῶν νενομισμένων, τίς οὕτως ὑμῖν ὑψηλός τε καὶ μέγας, καὶ ὄντως ∆ιὶ μῆτιν ἀτάλαντος, ὡς εἰς τὸ εὐπρεπὲς ἀγαγεῖν λόγοις θεωρίας