31
Μηδὲν οὖν δείσῃς περὶ ἡμῶν τούτου γε ἕνεκεν· ἀλλ' ἐκεῖνο μᾶλλον, μή τι βλαπτώμεθα. 88.Τ ΝΕΚΤΑΡΙΩΙ 88.1 Ἔδει τὸ βασίλειον ἄγαλμα τὴν βασιλίδα πόλιν κοσμεῖν. ∆ιὰ τοῦτό σε μέν, ὡς ἔπρεπεν, ἐγκόλπιον ἔχει μετὰ τῶν ἀρετῶν καὶ τῶν λόγων καὶ τῶν ἄλλων καλῶν οἷς ἡ θεία σε χάρις ἀξιοπρεπῶς κατεπλούτισεν. 88.2 Ἡμᾶς δὲ μακρὰν ἀπεσκυβάλισε καὶ ἀπέρριψεν ὡσανεὶ συρφετόν τινα καὶ ἄχνην καὶ κῦμα θαλάσσιον. Ἀλλ' ἐπεὶ τὰ τῶν φίλων κοινά, κοινοποιοῦμαι μὲν ἔγωγε τὴν σὴν εὐπραγίαν καὶ τῆς τε δόξης μετασχεῖν ἡγοῦμαι καὶ τῆς ἄλλης εὐημερίας. 88.3 Κοινώνει δὲ καὶ αὐτὸς ὅσα δεῖ τῶν ἐνταῦθα φροντίδων καὶ περιστάσεων τοῖς σοῖς ἀποδήμοις· 20καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε20, τοῦτο δὴ τὸ τῶν τραγῳδῶν, ἀλλὰ καὶ τῶν πόνων ἐν μέρει συναντι λαμβάνου τῷ φίλῳ, ἵνα καθόλου δίκαιος ᾖς, δικαίως καὶ ἴσως διαιτῶν φιλίᾳ καὶ φίλοις. 88.4 Καί σοι παραμένοι τὸ εὐπραγεῖν χρονιώτερον, ὡς καὶ εὖ δράσῃς πλεῖον, μᾶλλον δὲ ἀναφαίρετόν σοι προσείη καὶ ἀΐδιον μετὰ τὴν ἐντεῦθεν εὐημερίαν ἐπὶ τὴν ἐκεῖ διαβάντι. 89.Τ ΒΟΣΠΟΡΙΩΙ 89.1 Αἰδοῦμαί σου τῆς κλήσεως τὸ φιλόπονον. Αἰσχυνοίμην δ' ἂν πλέον ἐμαυτὸν μὴ τἀληθῆ γράφων. ∆έδοικα μὴ πέρας ἡμῖν ἔχῃ καὶ τὰ πράγματα· οὕτως αἰσχύνομαι τὴν ἐμὴν πολιὰν καὶ τὴν κοινὴν τράπεζαν καὶ τοὺς ἐκ νεότητος πόνους, ἔλαττον παρ' ὑμῖν ἔχων καὶ τῶν κακίστων καὶ ὑφ' ὧν ἥκιστα ἂν ᾠήθην ἀτιμαζόμενος. 90.Τ ΑΝΥΣΙΩΙ 90.1 Πῶς ἔχει τὰ πράγματα ἡμῖν ἐρωτᾷς. Μετά τινος ἱστορίας ἀποκρινούμεθα. Ἐπρέσβευον Ἀθηναῖοι πρὸς Λακεδαιμονίους, φησίν, ἡνίκα ἐτυραννοῦντο· ἡ πρεσβεία δὲ ἦν γενέσθαι τι αὐτοῖς ἐκεῖθεν φιλάνθρωπον. 90.2 Ὡς δ' ἐπανῆκον ἐκ τῆς πρεσβείας, ἔπειτα ἤρετό τις· «Πῶς ὑμῖν οἱ Λακεδαιμόνιοι; -Ὡς μὲν δούλοις, ἔφασαν, λίαν χρηστῶς· ὡς δὲ ἐλευθέροις, λίαν ὑβριστικῶς». 90.3 Τοῦτο οὖν καὶ αὐτὸς ἔχω γράφειν· πράττομεν γὰρ τῶν μὲν ἀπεγνωσμένων φιλανθρωπότερον, τῶν δὲ μελόντων Θεῷ φορτικώτερον. Ἥ τε γὰρ νόσος παραλυπεῖ ἔτι, μᾶλλον δὲ λίαν λυπεῖ, οἵ τε φίλοι κακοῦντες οὐκ ἀνιᾶσι καὶ τὰ δύνατα βλάπτοντες. 90.4 Ἀλλ' εὔχου τὸ Θεῖον εὐμενὲς ἡμῖν εἶναι, καὶ δυοῖν θάτερον ἢ φευξόμεθα τὰ δεινὰ πάντως ἢ καρτερήσομεν. Ἔστι δὲ καὶ τοῦτο ἐπιεικῶς συμφορᾶς ἐλάττωσις.
91.Τ ΝΕΚΤΑΡΙΩΙ 91.1 Τὰ μὲν καθ' ἡμᾶς ἔχει ὡς ἔχει· ἄνευ πολέμου καὶ
πραγμάτων καθήμεθα, 20σιωπῆς ἀκίνδυνον γέρας20 ἀντὶ πάντων τιμήσαντες. Καί τι καὶ ὠνάμεθα τῆς ἡσυχίας, ἐλέῳ Θεοῦ ἱκανῶς τῆς ἀρρωστίας ἀνενεγκόντες. 91.2 Σὺ δὲ 20κατευοδοῦ καὶ βασίλευε20, ὡς ὁ θεῖος ∆αυΐδ φησι· καί σοι συνδιέποι τὴν ἱερωσύνην ὁ τιμήσας Θεός, πάσης ἐπηρείας ὑψηλοτέραν ταύτην χαριζόμενος. 91.3 Ἵνα δὲ τοῦ θαρρεῖν ἀλλήλοις ἀπόδειξιν δῶμεν καὶ μή τι πάσχωμεν ἀνθρώπινον Θεῷ παριστάμενοι, ἐγὼ μὲν ταῦτα πρεσβεύω πρὸς σέ, σὺ δέ μοι προθύμως ἐπίνευσον. 91.4 Τοῦ γνησιω τάτου υἱοῦ ἡμῶν Παγκρατίου κηδόμεθα, πολλῶν ἕνεκεν ἀναγκαίων τοῦτο ποιοῦντες. Τοῦτον καὶ προσίεσθαι θέλησον εὐμενῶς καὶ συστῆσαι τῶν φίλων τοῖς σπου δαιοτέροις, ὥστε τοῦ σκοποῦ τυχεῖν. 91.5 Ὁ δὲ σκοπός, στρατείᾳ τινὶ τὴν ἀπραγμοσύνην λαβεῖν· ἐπεὶ μηδὲ εἷς βίος ἀνεπηρέαστος τοῖς πονηροῖς, ὃ καὶ αὐτὸς γινώσκεις. 92.Τ ΦΙΛΑΓΡΙΩΙ 92.1 Πῶς ἔχει σοι τὰ τοῦ σώματος; ἢ δηλονότι βραχὺς ὁ λόγος, ὅπως ἂν ἔχοι; Περὶ δὲ τῆς ψυχῆς οὐκ ἐρήσομαι πῶς. Οἶδα γὰρ ὅτι καὶ λίαν καλῶς· ἐπειδὴ γενναίως ἐμφιλοσοφεῖς τοῖς πάθεσιν τοῦ σώματος, ὥσπερ βάσανον ἀρετῆς ἀλλ' οὐχ ὕλης ἀνωμαλίαν τὸ πρᾶγμα δεξάμενος, ἵν' ᾖ σοι τὸ κακοπαθεῖν τῆς τῶν ἄλλων ὑγείας μακαριώ τερον. 92.2 ∆ίδως καὶ ταύτην ἱκανὴν τῆς φιλοσοφίας ἀπόδειξιν, τὸ τοιαῦτα καὶ περὶ τοιούτων ἐπιτάσσειν ἡμῖν· ἃ κἂν ἄλλοις θαρρῶμεν γράφειν, ἀλλὰ τό γε ὑπὸ σοὶ κριτῇ κινδυνεύειν οὐκ ἀσφαλές. Πειρασόμεθα δ' ὅμως μὴ ἀντιλέγειν κελεύοντι. 93.Τ ΣΩΦΡΟΝΙΩΙ 93.1 Ἔχει τι δεξιὸν ἡμῖν ἡ ἀναχώρησις, τὸ ἄπραγμον καὶ ἡσύχιον· ἀλλ' οὔπω τοσοῦτον ὅσον σκαιόν, τὸ τῆς ὑμετέρας χωρίζειν