1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

32

ΕΡΩΤΗΣΙΣ ΛΖʹ· Εἰ δεῖ προφάσει τῶν προσευχῶν καὶ τῆς ψαλμῳ δίας ἀμελεῖν τῶν ἔργων, καὶ ποῖοι καιροὶ τῆς προσευχῆς ἐπιτήδειοι, καὶ πρῶτον, εἰ χρὴ ἐρ γάζεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος, Ἄξιος, οὐχ ἁπλῶς ἕκαστος, οὐδὲ ὡς ἔτυχεν, ἀλλ' Ὁ ἐργάτης τῆς τροφῆς αὑτοῦ ἐστι· καὶ τοῦ Ἀποστόλου προσ τάσσοντος κοπιᾷν καὶ ἐργάζεσθαι ταῖς ἰδίαις χερσὶ τὸ ἀγαθὸν, ἵνα ἔχωμεν μεταδιδόναι τῷ χρείαν ἔχοντι, τὸ μὲν, ὅτι χρὴ ἐργάζεσθαι σπουδαίως, δῆλόν ἐστιν αὐτόθεν. Οὐ γὰρ πρόφασιν ἀργίας, οὐδὲ ἀπο φυγὴν πόνου τὸν τῆς εὐσεβείας σκοπὸν ἡγεῖσθαι χρὴ, ἀλλὰ ὑπόθεσιν ἀθλήσεως, καὶ πόνων περισσο τέρων, καὶ ὑπομονῆς τῆς ἐν θλίψεσιν, ἵνα καὶ ἡμῖν ἐξῇ λέγειν· Ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις περισσοτέρως, ἐν λιμῷ καὶ δίψει· οὐ μόνον διὰ τὸν ὑπωπιασμὸν τοῦ σώματος χρησίμου οὔσης ἡμῖν τῆς τοιαύτης ἀγωγῆς, ἀλλὰ καὶ διὰ τὴν εἰς τὸν πλησίον ἀγάπην, ἵνα καὶ τοῖς ἀσθενοῦσι τῶν ἀδελ φῶν δι' ἡμῶν ὁ Θεὸς τὴν αὐτάρκειαν παρέχῃ, κατὰ τὸν ἐν ταῖς Πράξεσιν ὑπὸ τοῦ Ἀποστόλου δεδομένον τύπον, εἰπόντος· Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθε νούντων· καὶ πάλιν· Ἵνα ἔχητε μεταδιδόναι τῷ 31.1012 χρείαν ἔχοντι· ὅπως καταξιωθῶμεν ἀκοῦσαι· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβο λῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐδώκατέ μοι πίνειν. Καὶ ὅσον μὲν κακόν ἐστι τὸ τῆς ἀργίας, τί χρὴ λέγειν, τοῦ Ἀποστόλου φανερῶς παραγγέλλον τος, τὸν μὴ ἐργαζόμενον μηδὲ ἐσθίειν; Ὡς οὖν ἀναγκαῖον ἑκάστῳ ἡ καθημερινὴ τροφὴ, οὕτως ἀναγ καῖον καὶ τὸ κατὰ δύναμιν ἔργον. Οὐ γὰρ μάτην ὁ Σολομὼν ἐν ἐπαίνῳ ἔγραψε τό· Σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Καὶ πάλιν περὶ ἑαυτοῦ ὁ Ἀπόστολος, ὅτι Οὔτε δωρεὰν ἄρτον ἐφάγομεν παρά τινος, ἀλλ' ἐν κόπῳ καὶ μόχθῳ, νυκτὸς καὶ ἡμέρας ἐργαζό μενοι· καίτοι ἔχων ἐξουσίαν, τὸ Εὐαγγέλιον καταγ γέλλων, ἐκ τοῦ Εὐαγγελίου ζῇν. Καὶ ὁ Κύριος δὲ τὴν ὀκνηρίαν τῇ πονηρίᾳ συνῆψεν, εἰπών· Πονηρὲ δοῦλε καὶ ὀκνηρέ. Ἀλλὰ καὶ ὁ σοφὸς Σολομὼν οὐ μόνον ἐπαινεῖ τὸν ἐργαζόμενον διὰ τῶν μνημονευ θέντων, ἀλλὰ καὶ ἐλέγχει τὸν ὀκνηρὸν συγκρίσει τῶν μικροτάτων ζώων, λέγων· Ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ. Ὥστε φοβεῖσθαι χρὴ, μήποτε ἡμῖν τοῦτο καὶ ἐν ἡμέρᾳ κρίσεως προενεχθῇ, τοῦ δεδωκότος ἡμῖν τὴν πρὸς τὸ ἐργάζεσθαι δύναμιν, ἀναλογοῦσαν τῇ δυνάμει τὴν ἐργασίαν ἐπιζητοῦντος. ∆ιότι Ὧ παρέθεντο, φησὶ, πολὺ, περισσότερον ἀπαιτή σουσιν αὐτόν. Ἐπεὶ δέ τινες προφάσει τῶν εὐ χῶν καὶ τῆς ψαλμῳδίας παραιτοῦνται τὰ ἔργα, εἰδέναι δεῖ, ὅτι ἐπὶ μὲν ἄλλων τινῶν ἑκάστου καιρός ἐστιν ἴδιος, κατὰ τὸν Ἐκκλησιαστὴν εἰπόντα· Καιρὸς τῷ παντὶ πράγματι· προσευχῆς δὲ καὶ ψαλμῳδίας, ὥσπερ οὖν καὶ ἑτέρων πλειόνων, πᾶς καιρὸς ἐπιτή δειος, ὥστε μεταξὺ τὰς χεῖρας κινοῦντα πρὸς τὰ ἔργα, ποτὲ μὲν καὶ τῇ γλώσσῃ, ὅταν τοῦτο ᾖ δυνα τὸν, μᾶλλον δὲ χρήσιμον πρὸς οἰκοδομὴν τῆς πίστεως· εἰ δὲ μή γε, τῇ καρδίᾳ ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς τὸν Θεὸν ἀνυμνεῖν. καθὼς γέγραπται, καὶ τὴν προσευχὴν μεταξὺ τοῦ ἔργου πληροῦν· εὐχαριστοῦντες μὲν τῷ δεδωκότι καὶ δύναμιν χειρῶν πρὸς ἔργα, καὶ σοφίαν διανοίας πρὸς ἀνάληψιν τῆς ἐπιστήμης, καὶ τὴν ὕλην χαρι σαμένῳ, τήν τε ἐν τοῖς ἐργαλείοις, καὶ τὴν ὑποκειμέ νην ταῖς τέχναις, ἅσπερ ἂν τύχωμεν ἐργαζόμε νοι· προσευχόμενοι δὲ κατευθυνθῆναι τὰ ἔργα τῶν χειρῶν ἡμῶν πρὸς τὸν σκοπὸν τῆς πρὸς Θεὸν εὐ αρεστήσεως. Οὕτω καὶ τὸ ἀμετεώρεστον τῇ ψυχῇ κατ 31.1013 ορθοῦμεν, ὅταν ἐφ' ἑκάστῃ ἐνεργείᾳ τήν τε εὐοδίαν τῆς ἐργασίας παρὰ Θεοῦ αἰτῶμεν, καὶ τὴν εὐχαρι στίαν τῷ δεδωκότι τὸ ἐνεργεῖν ἀποπληρῶμεν, καὶ τὸν σκοπὸν τῆς πρὸς αὐτὸν εὐαρεστήσεως φυλάσ σωμεν, καθὰ προείρηται. Ἐπεὶ, εἰ μὴ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, πῶς δύναται συμβαίνειν ἀλλήλοις τὰ ὑπὸ τοῦ Ἀποστόλου εἰρημένα, τό τε Ἀδιαλείπτως προσεύχεσθε, καὶ τὸ, Νύκτα καὶ ἡμέραν ἐργαζό μενοι; Οὐ μὴν ἐπειδὴ ἡ ἐν παντὶ