32
ὑπερνεφοῦς, καὶ ὑπὲρ τὰ ἡμέτερα μέτρα τῆς καταλήψεως; Καίτοι ταῦτα εἰ μὲν ἀληθῆ, μήτ' αἰσχυνέσθωσαν, καὶ φιλοτιμείσθωσαν, ἢ, ὅτι μὴ αἰσχρὰ, πειθέτωσαν· καὶ τί δεῖ καταφεύγειν αὐτοὺς ἐπὶ τὸν μῦθον, ὡς τῆς αἰσχύνης συγκάλυμμα; οὐ γὰρ θαῤῥούντων, ἀλλ' ὑποχωρούντων ὁ μῦθος· εἰ δὲ ψευδῆ, πρῶτον μὲν ἐπιδεικνύτωσαν ἡμῖν τοὺς γυμνοὺς θεολόγους, ἵν' ᾖ πρὸς ἐκείνους ἡμῖν ὁ λόγος· ἔπειτα λεγέτωσαν πῶς οὐκ εὔηθες, οἷς ὡς μυθικοῖς αἰσχύνονται, τού τοις ὡς ἰσχυροῖς καλλωπίζεσθαι· καὶ ἃ τοὺς πολλοὺς λανθάνειν δυνατὸν ἦν, οὐ γὰρ πάντων ἡ παίδευσις, ταῦτα δημοσιεύειν ταῖς ἁπάντων ὄψεσιν ἐν πλά σμασί τε καὶ σχήμασι, καὶ τὸ δεινότατον, μεθ' 35.657 ὅσης τῆς εἰς χρήματα ζημίας, ἔν τε ναοῖς καὶ βωμοῖς, καὶ ἱδρύμασι, καὶ ἀναθήμασι, καὶ θυσίαις πο λυταλάντοις, καὶ ἀζημίως ἐνὸν εὐσεβεῖν, ἀσε βεῖν αἱρεῖσθαι μετὰ ζημίας;
ΡΙΗʹ. Εἰ δὲ ταῦτα μὲν ποιητῶν εἶναι φήσουσι πλάσματα καὶ ληρήματα, δύο τούτοις προσχρωμένων εἰς τὸ τερπνὸν τῆς ποιήσεως, μέτρῳ καὶ μύθῳ, καὶ οἷον καταγλυκαινόντων τούτοις τὴν ἀκοὴν, αὐτοῖς δὲ ἀποῤῥητότερον εἶναι καὶ βαθύτερον τὸν ἐναποκείμε νον τούτοις νοῦν, καὶ διαβατὸν ὀλίγοις τῶν σοφωτέ ρων, σκοπεῖτε, ὡς ἁπλῶς καὶ δικαίως περὶ τούτων ἐγὼ διαλέξομαι. Πρῶτον μὲν πῶς ἐπαινοῦσι τοὺς ὧν σέβουσιν ὑβριστὰς, καὶ μικροῦ τῶν ἰσοθέων ἀξιοῦσι τιμῶν, οἷς τὸ μὴ δοῦναι δίκην τῆς ἀσεβείας κέρδος αὔταρκες ἦν; Εἰ γὰρ τοῖς εἰς ἕνα θεὸν αὐτῶν καὶ ἰδίᾳ καὶ μικρὰ βλασφημήσασι θάνα τος ἢ ζημία παρὰ τῶν νόμων, τί πάσχειν ἔδει τοὺς πᾶσιν ὁμοῦ καὶ δημοσίᾳ, καὶ ἐπὶ τοῖς αἰσχίστοις ἐπαφιέντας τὴν ποίησιν, καὶ μακρῷ χρόνῳ παραδόντας τὴν κωμῳδίαν; Ἔπειτα καὶ τοῦτο λογίζεσθαι ἄξιον· εἰσὶ καὶ παρ' ἡμῖν κατ' ἐπίκρυψιν λόγοι τινὲς, οὐκ ἀρνήσομαι, ἀλλὰ τίς ὁ τρόπος αὐτῶν τῆς δι πλόης, καὶ τίς ἡ δύναμις; Οὔτε τὸ φαινόμενον ἀπρε πὲς, καὶ τὸ κρυπτόμενον θαυμάσιον καὶ ὑπέρ λαμπρον τοῖς εἰς τὸ βάθος εἰσαγομένοις, καὶ ὥσπερ τι σῶμα καλὸν καὶ ἀπρόσιτον, οὐ φαύλῃ τῇ ἐσθῆτι πε ρικαλύπτεται· δεῖ γὰρ, ὡς γοῦν ἔμοιγε δοκεῖ, τῶν θείων μηδὲ τὰς ἐνδείξεις, καὶ τὰς ἐμφάσεις ἀπρεπεῖς εἶναι καὶ ἀναξίας τῶν δηλουμένων, μηδὲ οἵαις ἂν καὶ ἄνθρωποι λεγομέναις περὶ αὐτῶν δυσχεραίνοιεν· ἀλλ' ἢ τὸ κάλλιστον πάντως ἔχειν, ἢ μὴ τὸ αἴσχιστον, ἵνα τὸ μὲν τοὺς σοφωτέρους εὐφραίνῃ, τὸ δὲ μὴ βλάπτῃ τοὺς πλείονας.
ΡΙΘʹ. Ὑμῖν δὲ οὔτε τὸ νοούμενον ἀξιόπιστον, καὶ τὸ προβεβλημένον ὀλέθριον. Καὶ τίς ἡ σύνεσις διὰ βορβόρου πρὸς πόλιν ἄγειν, ἢ διὰ προβόλων τε καὶ ὑφάλων εἰς ὅρμον ἐπείγεσθαι; Τί γὰρ ἐκ τούτου συμβήσεται; καὶ τί τῶν λόγων τὸ πέρας· Σὺ μὲν ληρήσεις, καὶ ἀλληγορήσεις τὰς σὰς ἀτυχίας ἢ φαντασίας· ὁ δὲ πεισόμενος οὐκ ἔσται· τὸ γὰρ ὁρώμενον πιθανώτερον. Οὔτε οὖν τὸν ἀκροατὴν ὤνησας, καὶ τὸν θεατὴν ἀπώλεσας μετὰ τοῦ φαινομένου 35.660 γενόμενον. Ἀλλ' ὁ μὲν θεωρητικὸς τόπος αὐτοῖς τοιοῦτος, καὶ οὕτω πόῤῥω τῶν ὑποθέσεων, ὡς πάντα πρότερον εἶναι συμβαλεῖν ἀλλήλοις, καὶ εἰς ἓν ἀγαγεῖν τὰ μακρῷ κεχωρισμένα, ἢ ταῦτα συνθεῖναι καὶ συναρμόσαι, καὶ τοῦ αὐτοῦ ἀνδρὸς εἶναι φῆσαι, τὰ μυθολογήματά τε λέγω καὶ τὰ σκεπάσματα.
ΡΚʹ. Τί δ' ἂν εἴποις περὶ τοῦ ἠθικοῦ μέρους αὐτῶν; Πόθεν, καὶ ἐκ τίνων ὁρμώμενοι, καὶ τίσι χρώμενοι λόγοις, πλάττειν αὐτοὺς εἰς ἀρετὴν δυνήσονται, καὶ πλείστου ποιεῖν ἀξίους ταῖς παραινέσεσιν; Ἄριστον ὁμόνοια, καὶ τὸ συμφρονεῖν ἀλλήλοις πόλεις, καὶ δήμους, καὶ οἰκίας, καὶ τοὺς καθ' ἕκαστον, νόμῳ καὶ τάξει φύσεως ἑπομένους, ἣ πάντα διεῖλέ τε καὶ συνέδησε, καὶ τὸ πᾶν τοῦτο κόσμον ἕνα ἐκ πλειόνων πεποίηκε. Τίσι τοῦτο διδάξουσιν ὑποδείγμασιν; Ἆρα τοὺς πολέμους λέγοντες τῶν θεῶν, καὶ τὰς στάσεις, καὶ τὰς ἐπαναστάσεις, καὶ τῶν κακῶν τὸ πλῆθος, ὧν αὐτοί τε ἔχουσι, καὶ ἀλλήλοις παρέχουσιν, ἰδίᾳ τε καὶ δημοσίᾳ, ὧν μικροῦ πᾶσα πεπλήρωται συγγραφή τε καὶ ποίησις; Θᾶττον μέν τ' ἂν ἐξ εἰρηνικῶν