32
τῇ ἐπιούσῃ διαῤῥέουσα, γέλως ἄτακτος, ῥήματα ἀπρεπῆ καὶ διακεχυμένα. Τί δαὶ ἀπὸ τούτων; Φόβος, σωφροσύνη, λογισμὸς συνεσταλμένος, ψυχῆς ἐπιείκεια, ῥᾳθυμίας ἀναίρεσις, χαλινὸς τῶν ἔνδον ὄντων παθῶν, τεῖχος τῶν ἔξωθεν ἐπιόντων. ∆ιὰ τούτους τὰς οὐσίας ἔχομεν ἕκαστος, δι' ἐκείνας δὲ τὰς ἑορτὰς καὶ ἐπιβλαβῶς κενοῦμεν αὐτὰς, οὐ λῃστῶν ἐπεισελθόντων, ἀλλὰ τῆς μεθ' ἡδονῆς λῃστευούσης κενοδοξίας. Ὁρᾷ τὸν λῃστὴν ἕκαστος ἐκφοροῦντα πάντα, καὶ ἥδεται. Καινὸς τῆς λῃστείας ὁ τρόπος· ἔπεισε τοὺς ἀποδυομένους εὐφραίνεσθαι. δʹ. Ἀλλ' οὐκ ἐκεῖ τοιοῦτον οὐδέν· ἀλλὰ πᾶσιν ἀπετείχισεν ὁ Θεὸς καθάπερ κοινὸς Πατὴρ, καὶ τοῖς ὁρωμένοις, καὶ τοῖς μὴ ὁρωμένοις. Βλέπετε γὰρ, φησὶ, τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων. Μανθάνει ψυχὴ ἐντεῦθεν ἀδικίαν φεύγειν. Ἀδικία γὰρ, οὐ τὸ χρήματα πλεονεκτεῖν μόνον, ἀλλὰ καὶ τὸ πλέον τῆς ὡρισμένης τροφῆς διδόναι τῇ γαστρὶ, καὶ τὴν εὐφροσύνην τῶν οἰκείων ἐξάγειν μέτρων, καὶ ποιεῖν ἐκβακχεύεσθαι. Ἐκεῖθεν σωφροσύνην μανθάνει, ἐντεῦθεν ἀκολασίαν. Οὐ γὰρ τὸ μιγῆναι γυναικὶ μόνον ἀκολασία, ἀλλὰ καὶ τὸ ἀκολάστοις ἰδεῖν ὀφθαλμοῖς. Ἐκεῖθεν ἐπιείκειαν μανθάνει, ἐντεῦθεν τῦφον. Πάντα γάρ μοι, φησὶν, ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. Ἐκεῖθεν κοσμιότητα, ἐντεῦθεν ἀσχημοσύνην. Τὰ γὰρ ἐν τοῖς θεάτροις παρίημι. Ὅτι δὲ οὐδὲ ἡδονή τίς ἐστιν, ἀλλὰ λύπη, δείξατέ μοι μετὰ μίαν ἡμέραν τῆς ἑορτῆς τούς τε ἀναλώσαντας, τούς τε ἑστιαθέντας τοῖς θεάμασι, καὶ ὄψει αὐτοὺς μὲν ἐν κατηφείᾳ ἅπαντας, ἐν μείζονι δὲ ἐκεῖνον τὸν ἀναλωκότα. Καὶ εἰκότως· ἔτερψε γὰρ τῇ προτεραίᾳ τὸν ἰδιώτην· καὶ ὁ μὲν ἰδιώτης ἐν εὐθυμίᾳ ἦν καὶ ἡδονῇ πολλῇ· τέως γὰρ τῇ ἐσθῆτι ἔχαιρε τῇ λαμπρᾷ· τὴν χρῆσιν δὲ αὐτῆς οὐκ ἔχων, ἀλλ' ὁρῶν ἑαυτὸν ἀποδυόμενον, ἤλγει καὶ ἐδάκνετο. Ἐκεῖνος δὲ ὁ ἀναλίσκων, καὶ τὴν οἰκείαν 60.55 εὐπραγίαν μικρὰν ὁρᾷν πρὸς τὴν ἐκείνου ἐδόκει. ∆ιὰ τοῦτο τῇ ὑστεραίᾳ ἀντιδιδόασιν ἀλλήλοις, καὶ τὸ πλέον τῆς ἀθυμίας ἐκεῖνος δέχεται. Εἰ δὲ ἐν τοῖς ἔξωθεν τοσαύτην ἔχει ἀηδίαν τὰ τέρποντα, τὰ δὲ ἐπιστύφοντα ὠφέλειαν, πολλῷ μᾶλλον ἐν τοῖς πνευματικοῖς. ∆ιὰ τοῦτο μηδεὶς ἀγανακτεῖ τοῖς νόμοις, ἀλλὰ καὶ κοινὴν ὠφέλειαν ἅπαντες τίθενται τὸ πρᾶγμα. Οὐ γὰρ ἄλλοθέν ποθεν ξένοι καὶ πολέμιοι τῶν νομοθετουμένων ἐλθόντες ταῦτα διετάξαντο, ἀλλ' αὐτοὶ οἱ πολῖται, οἱ προστάται, οἱ κηδεμόνες· καὶ τοῦτο σωτηρίας καὶ εὐνοίας τεκμήριον τυγχάνειν ἡγοῦνται, τὸ νόμους θέσθαι. Καίτοι γε κολάσεως οἱ νόμοι γέμουσι, καὶ οὐκ ἔστιν εὑρεῖν νόμον κολάσεως χωρίς. Πῶς οὖν οὐκ ἄτοπον, τοὺς μὲν ἐκείνους ἐξηγουμένους τοὺς νόμους, καὶ σωτῆρας καὶ εὐεργέτας καὶ προστάτας ἀποκαλεῖν, ἡμᾶς δὲ βαρεῖς τινας καὶ χαλεποὺς ἡγεῖσθαι, ἂν τοὺς τοῦ Θεοῦ νόμους λέγωμεν; Ὅταν γὰρ περὶ γεέννης διαλεγώμεθα, ἐκείνους τοὺς νόμους κινοῦμεν· καὶ καθάπερ οἱ ἔξωθεν τοὺς φονικοὺς, τοὺς περὶ λωποδυτῶν, τοὺς γαμικοὺς, καὶ πάντας τοὺς τοιούτους, οὕτω καὶ ἡμεῖς τοὺς κολαστικοὺς, οὓς οὐκ ἄνθρωπος ἔθηκεν, ἀλλ' αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Παῖς. Ὁ ἀνελεήμων κολαζέσθω, φησί· τοῦτο γὰρ ἡ παραβολὴ βούλεται. Ὁ μνησικακῶν τιμωρείσθω τιμωρίαν ἐσχάτην, ὁ ὀργιζόμενος εἰκῆ, εἰς τὸ πῦρ ἐμβαλλέσθω· ὁ λοιδορῶν, τιννύτω δίκην ἐν τῇ γεέννῃ. Εἰ δὲ νομίζετε ξένους ἀκούειν νόμους, μὴ θορυβηθῆτε. Εἰ γὰρ μὴ ξένους ἔμελλε θήσειν, τί καὶ παρεγένετο ὁ Χριστός; Ἐκεῖνα γὰρ δῆλα ἡμῖν ἐστιν, ὅτι τὸν φονέα καὶ τὸν μοιχὸν δεῖ κολάζεσθαι. Εἰ τοίνυν τὰ αὐτὰ ἐμέλλομεν ἀκούσεσθαι, τίς χρεία ἦν οὐρανίου διδασκάλου; ∆ιὰ τοῦτο οὐ λέγει, Ὁ μοιχὸς κολαζέσθω, ἀλλ' Ὁ βλέπων ἀκολάστοις ὀφθαλμοῖς. Καὶ ποῦ, καὶ πότε δώσει δίκην, προστίθησι. Καὶ οὐκ εἰς ἄξονας, οὐδὲ εἰς κύρβεις τοὺς νόμους κατέθετο, οὐδὲ 60.56 στήλας ἀνέστησε χαλκᾶς καὶ γράμματα ἐνεχάραξεν· ἀλλὰ ψυχὰς ἡμῖν ἀναστήσας δώδεκα τὰς τῶν ἀποστόλων, ἐν ταῖς ἐκείνων διανοίαις διὰ τοῦ Πνεύματος ταῦτα τὰ γράμματα γέγραφε. Ταῦτα ὑμῖν παραγινώσκομεν εἰκότως ἡμεῖς. Εἰ γὰρ Ἰουδαίοις τοῦτο θεμιτὸν ἦν, ἵνα μηδεὶς εἰς ἄγνοιαν ἔχῃ καταφεύγειν, πολλῷ μᾶλλον ἡμῖν. Εἰ δὲ λέγοι τις Οὐδὲ ἀκούω, οὐδὲ