1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

33

μαχίμους, καὶ παραπλῆγας ἀντὶ σοφῶν, ἢ τοὐναντίον μετρίους καὶ σώφρονας ἀντὶ θρασέων καὶ ἀπαιδεύτων τοῖς τοιούτοις ἂν ἐργάσαιντο παραδείγμασιν. Οὓς γὰρ καὶ δίχα τῶν εἰς τὸ χεῖρον ἑλκόντων χαλεπὸν μεταθεῖναι κακίας, καὶ πρὸς τὴν κρείσσω μεταστῆσαι μοῖραν ἀπὸ τῆς χείρονος, τούτους τίς ἂν πείσειεν ἡμέρους εἶναι καὶ καθεκτοὺς, θεοῖς χρωμένους ὁδηγοῖς τῶν παθῶν καὶ προστάταις· ἔνθα τὸ κακὸν εἶναι καὶ τίμιον, ὡς θεῶν τινα προϊστάμενον, οὗ τὸ πάθος ἐστὶ βωμοῖς τε καὶ θυσίαις τιμώμενον, καὶ παῤῥησίαν εἰληφὸς ἔννομον; Τοῦτο γὰρ τὸ δεινότατον, ὅτι ἃ τοῖς νόμοις κολάζεται, ταῦτα ὡς θεῖα σέβεται· τοσαύτη τις ὑμῖν τῆς ἀδικίας ἡ περιουσία.

ΡΚΑʹ. ∆εύτερον αὐτοῖς προκείσθω γονέων αἰδὼς καὶ τιμὴ, καὶ τὸ τὴν πρώτην αἰτίαν τοῦ εἶναι σέβειν μετὰ τὴν πρώτην· τοῦτο καὶ λόγος εἰσηγείσθω, καὶ θεολογία πειθέτω. Πῶς δὲ οὐ πείσει Κρόνος Οὐρανὸν ἐκτεμὼν, ἵν' ἄγονος ᾖ θεῶν, καὶ δῷ κύμασιν ἀποτελέσαι θεὸν, ἀφροῦ γέννημα· 35.661 καὶ Κρόνῳ Ζεὺς ἐπανιστάμενος, κατὰ μίμησιν τοῦ πατρὸς, ὁ γλυκὺς λίθος καὶ πικρὸς τυραννοκτόνος· εἴτε τι ἄλλο τοιοῦτον αὐτοῖς εἰς τιμὴν τῶν γεννησαμένων αἱ βίβλοι φέρουσι. Τρίτον αὐτοῖς ἔστω χρημάτων ὑπεροψία, καὶ τὸ μὴ πανταχόθεν κερδαίνειν, μηδὲ τοῦ δυστυχεῖν ἀῤῥαβῶνα, τὸ κακῶς κτᾶσθαι λαμβάνειν. Πῶς οὖν ὁ Κερδῷος αὐτοῖς σταθήσεται, καὶ τὸ σακέλλιον προβληθήσεται, καὶ ἡ κλεπτικὴ τοῦ θεοῦ δύναμις τιμηθήσεται, καὶ τό· Ἄνευ χαλκοῦ Φοῖβον μὴ μαντεύεσθαι, μηδὲ εἶναί τι τοῦ ὀβολοῦ τιμιώτερον; Ταῦτα γὰρ αὐτῶν τὰ σεμνὰ καὶ σεβάσμια.

ΡΚΒʹ. Τί ἔτι; Σωφροσύνην διδασκέτωσαν, ἐγκράτειαν εἰσηγείσθωσαν· καὶ ὁ πείθων ἐγγὺς, πάντα γινόμενος διὰ τὰς γυναῖκας, ὁ Ζεὺς, καὶ Φρυξὶ μειρακίσκοις ἀετὸς ἐραστὴς ὁ φίλτατος (ἵν' ὡς ἥδιστα συμποσιάζοιεν οἱ θεοὶ, τοῖς ∆ιὸς οἰνοχοούμενοι παιδικοῖς)· καὶ ταῖς πεντήκοντα Θεστίου θυγατράσιν ἐναθλεύων Ἡρακλῆς ἐν μιᾷ νυκτὶ ὁ Τριέσπερος, καὶ τρισκαιδέκατον ἆθλον τοῦτον ἐπιτελέσας, οὐκ οἶδ' ὅπως τοῖς ἄλλοις γε οὐ συναριθμούμενον. Ἐπικοπτέτω τὸν θυμὸν Ἄρης, μέθην ∆ιόνυσος, μισοξενίαν Ἄρτεμις, ἀπάτην ὁ λοξίας αὐτῶν χρησμολόγος, γέλωτος ἀμετρίαν ὁ καταχωλεύων θεὸς, τῶν θεῶν λυπουμένων, καὶ ἀραιαῖς ταῖς κνήμαις ἐπιῤῥωννύμενος· γαστριμαργίαν ὁ Ζεὺς ἐπὶ δαῖτα λιπαρὰν τρέχων μετ' ἀμύμονας Αἰθιοπῆας σὺν τοῖς λοιποῖς δαίμοσιν· ὁ Βουθοίνας, τὸν γεωργὸν τυραννήσας, καὶ τὸν ἀρότην βοῦν λαφύξας, καὶ τὴν κλῆσιν λαβὼν ἐκ τῆς πράξεως, καὶ πάντες ταῖς κνίσσαις καὶ ταῖς λοιβαῖς ἐπιτρέχοντες.

ΡΚΓʹ. Καίτοι πῶς ταῦτα τῶν ἡμετέρων ἐγγὺς, οἷς ὅρος μὲν φιλίας αὐτὸς ἕκαστος, καὶ τὸ τὰ αὐτὰ βούλεσθαι τοῖς πλησίον ἃ καὶ σφίσιν αὐτοῖς· ἔγκλημα δ' οὐ μόνον τὸ γενέσθαι κακὸν, ἀλλὰ καὶ τὸ μελλῆσαι μικροῦ, καὶ τῆς ὀργῆς κολαζομένης, ὡς πράξεως· οἷς σωφροσύνη μὲν οὕτω σπουδάζεται, ὥστε καὶ ὀφθαλμὸς ἀναστέλλεται· χεὶρ δὲ φονικὴ τοσοῦτον πόῤῥωθεν εἴργεται ὥστε καὶ θυμὸς σωφρονίζεται· ἐπίορκον δὲ ὀμόσαι οὕτω δεινὸν καὶ ὑπέρογκον, ὥστε καὶ τὸν 35.664 ὅρκον μόνοις ἡμῖν τυγχάνειν ἀπώμοτον; Χρήματα δὲ τοῖς μὲν πολλοῖς οὐδ' ἐγένετο· πολλοῖς δὲ διὰ τοῦτ' ἂν ἦν ἡδέως πλείω καὶ μόνον, ἵνα πλειόνων ὑπερίδωσι, τὸ μηδὲν ἔχειν ἀντὶ παντὸς πλούτου φιλοσοφοῦντες· γαστέρα δὲ τοῖς πολλοῖς ἀποῤῥίψαντες ὡς πικρὰν δέσποιναν καὶ ἀπόπτυστον, καὶ πάντων κακῶν μητέρα· οὐ μέγα φῆσαι, ὅτι μηδὲ σάρκες εἶναι βιάζονται, τῷ ἀθανάτῳ τὸ θνητὸν ἀναλίσκοντες· καὶ νόμος εἷς αὐτοῖς ἀρετῆς, τὸ μηδὲ τῶν μικρῶν ἡττᾶσθαι, καὶ πᾶσι παρορωμένων. Τὸ γὰρ κάλλιστον, ὅτι, τῶν ἄλλων τὰ τέλη τιμωρουμένων κατὰ τοὺς νόμους, ἡμεῖς καὶ τὰς ἀρχὰς κολάζομεν, ὥσπερ τι ῥεῦμα πονηρὸν καὶ δυσκάθεκτον πόῤῥωθεν ἀναστέλλοντες.

ΡΚ∆ʹ. Ποῦ δὲ καὶ παρὰ τίσιν ἀνθρώπων, εἰπέ μοι, τὸ λοιδορουμένους εὐφημεῖν, βλασφημουμένους παρακαλεῖν, ὡς οὐ τῆς κακηγορίας βλαπτούσης