33
ἐπειδὴ μὴ ἑκόντες δύνανται. 100.Τ ΓΙΓΑΝΤΙΩΙ 100.1 Ἡσθεὶς τῇ κλήσει, ὑπερήσθην οἷς γράφεις, οὐχ ὅτι ἐπαινούμεθα (μικρὸν γάρ), ἀλλ' ὅτι φρονεῖς ὀρθῶς· καὶ δεσμός σοι τῆς πρὸς ἡμᾶς ἀγάπης ἡ τῶν αὐτῶν ἐλπὶς καὶ ἡ γνησία τῆς Τριάδος προσκύνησις, 100.2 ἣν φθεγγό μεθα μᾶλλον ἢ ἀναπνέομεν καὶ μετὰ κινδύνων καὶ ἀκινδύνως, τὰ μὲν ἄλλα διδόντες τοῖς καιροῖς, ὡς ἂν βούλωνται, περιφέρειν, τοῦτο δὲ ἀκίνητον ἐν ταῖς ψυχαῖς ἔχοντες, τὸν μόνον ἄφθονον θησαυρὸν καὶ ὄντως ἡμέτερον. 100.3 Ὡς ἔγωγε, ὅταν τἄλλα ἐνθυμηθῶ καὶ ὅσαι θλίψεις αἳ μὲν περιέσχον ἡμᾶς, αἳ δὲ περιέχουσι, καὶ τὴν ἀνωμαλίαν τῶν ἄνω καὶ κάτω στροβούντων ἡμᾶς κακῶν, καὶ τὸν πόλεμον ὃν πολεμούμεθα ὑπὸ πάντων οὐδὲν ἀδικοῦντες, πρὸς τοῦτο δὲ ἀποβλέψω μόνον ὅτι κήρυξ γενέσθαι τῆς ἀληθείας κατηξιώθην, παρερριμμένης τε καὶ ἀπεπτυσμένης 20ἐν γῇ ἐρήμῳ20 διδασκαλίας ὑγιαινούσης 20καὶ ἀβάτῳ καὶ ἀνύδρῳ20, κατὰ τὸ γεγραμμένον, μικρὸν εἰπεῖν ὅτι λύω πᾶσαν ἀδημονίαν, ἀλλὰ καὶ ὑπερήδομαι ὡς μειζόνων ἢ κατ' ἐμαυτὸν ἠξιωμένος. 100.4 Πρὸς οὖν τί ταῦτα γράφω; ἵν' ἐκεῖνο δηλώσω ὅτι μόνη μοι βεβαία φιλία καὶ οἰκείωσις πρὸς τοὺς οὕτως ἔχοντας. Τῶν δὲ οὕτως ἐχόντων τίς ἂν ἑκὼν ἀπολείποιτο εὖ φρονῶν; Τίς δὲ μείζων ἑορτὴ τοῦ τοιούτοις συνεορτάζειν; 100.5 Εἰ δὲ ἡ ἀρρωστία καὶ 100.5 ὁ χειμὼν ἐμποδίζει τὴν προθυμίαν, οἴσω μὲν αὐτὸς τὴν ζημίαν· συγγινώσκετε δὲ καὶ ὑμεῖς, καὶ καιρὸν ἄλλον συντυχίας ἡμῖν ἐπεύχεσθε.
103.Τ ΠΑΛΛΑ∆ΙΩΙ 103.1 Εἴ τις ἐρωτήσειέ με· τί τῶν ἐν τῷ βίῳ κάλλιστον;
εἴποιμι ἂν ὅτι φίλοι. Τούτων δὲ τίνας μάλιστα τιμητέον; τοὺς ἀγαθοὺς ἂν εἴποιμι. Τούτων δὲ τίνα πρῶτον ὀνομά ζεις; οὐκ ἄλλον τινὰ πρὸ τῆς σῆς ἀρετῆς οἶδ' ὅτι θήσομαι. 103.2 Καὶ γράφω ταῦτα οὐ τὴν δυναστείαν κολακεύων, ἀλλὰ τὸν τρόπον τιμῶν, οὗ μικροὶ μὲν κήρυκες ἴσως ἡμεῖς, πλὴν τὸ εἰς δύναμιν οὐκ ἐλλείποντες· καὶ οὐ κήρυκες μόνον ἀλλὰ καὶ συναγωνισταί, ταῖς εὐχαῖς τὸ δύνασθαι συνεισφέροντες. 103.3 Μέχρι τούτου στῆσαι τὴν ἐπιστολὴν ἐβουλόμην· ἐπεὶ δὲ καὶ τὸ Θεῖον οὐ σέβομεν μόνον ἀλλὰ καὶ τὸ εὐεργετεῖν ἀπαιτοῦμεν, δέξαι καὶ αὐτὸς οὐ διοχλού μενος παρ' ἡμῶν (οὐ γὰρ ὄχλος σοι τὰ ἡμέτερα· τοῖς προλαβοῦσι τοῦτο εἰκάζειν ἔχω) ἀλλ' ὑπομιμνησκόμενος παρ' ἡμῶν τὸν σὸν ἱκέτην Εὐφήμιον. 103.4 Πάλιν προσάγω σοι καὶ πάλιν καθικετεύω μὴ μόνον φιλανθρώπως δέξασθαι τὸν νέον ἀλλὰ καὶ συγγνῶναι τῆς βραδυτῆτος, ἐπειδὴ ὀρφανικοῖς πράγμασιν ἐπιστὰς ἀναγκαίως ἠσχολήθη περὶ τὸ οἰκίδιον, ἀλλὰ καὶ εἰς τὸ πρόσω προαγαγεῖν εἰς τιμήν τε ἡμετέραν καὶ δόξαν τῆς σῆς καλοκἀγαθίας. 103.5 Πολλῶν γὰρ ὄντων οὓς εὖ πεποίηκας καὶ ποιήσεις, οὐδενός σοι τοῦτο εἰς φιλοτιμίαν ἔλαττον, ὡς παρὼν ἐδίδαξα. Καὶ νῦν ἀξιῶ πιστευθῆναι· ὁ γὰρ αὐτὸς καὶ διὰ τὴν ὀρφανίαν ἐλεεινὸς καὶ διὰ τὸν τρόπον ἀγαπητὸς ἡμῖν, ἵνα μὴ λέγω διὰ τὴν ἀγχιστείαν τοῦ αἵματος. 104.Τ ΟΛΥΜΠΙΩΙ 104.1 Τὰς μὲν ἄλλας χάριτας ὅσων ἔτυχον εἰληφὼς οἶδα παρὰ τῆς σῆς ἡμερότητος· καί σε ἀντὶ τούτων ἀμείψαιτο τοῖς παρ' ἑαυτοῦ χρηστοῖς ὁ Θεός, ἓν δὲ τῶν χρηστῶν εὐδόκιμον καὶ λαμπρὸν διεξελθεῖν τὴν ἀρχήν. 104.2 Ἣν δὲ νῦν αἰτῶ, δώσων ἔρχομαι μᾶλλον ἤπερ ληψόμενος, εἰ μὴ φορτικὸν εἰπεῖν. Τὴν ἀθλίαν Φιλουμένην δι' ἐμαυτοῦ προσάγω σοι καὶ τῇ σῇ δίκῃ προσπεσουμένην καὶ ὑμῖν τὰ δάκρυα στήσουσαν οἷς συντρίβει τὴν ἡμετέραν ψυχήν. 104.3 Ἃ μὲν οὖν ἠδίκηται καὶ παρ' ὧν, αὐτὴ δηλώσει· οὐ γὰρ ἡμῖν γε κατηγορεῖν οὐδενὸς ἀσφαλές, αὐτοὺς δὲ τοσοῦτον εἰπεῖν ἀναγκαῖον, ὅτι χηρεία καὶ ὀρφανία πᾶσι μὲν βοηθητέα τοῖς γε νοῦν ἔχουσι, μάλιστα δὲ οἷς γυνὴ καὶ τέκνα ἐν μέσῳ, τὰ μεγάλα τοῦ ἐλεεῖν ἐνέχυρα· ἐπειδή γε ἀνθρώποις δικάζομεν, ὄντες ἄνθρωποι. 104.4 Ἡμῖν δὲ συγγνώμη τοῦ δι' ἐπιστολῶν ταῦτα πρεσβεύειν, ἐπειδή γε τῷ ἀρρωστεῖν ζημιούμεθα. 105.Τ ΤΩΙ ΑΥΤΩΙ 105.1 Ὁ μὲν καιρὸς ὀξύς, ὁ δὲ ἀγὼν πολύς, ἡ δὲ νόσος βαρεῖα, μικροῦ καὶ ἀκινήτους ἡμᾶς