33
κρῖμα ἔχω, ταύτῃ μάλιστα κολάζεται. Εἰ γὰρ μηδεὶς ἦν ὁ διδάσκων, ἐνῆν εἰς ταῦτα καταφεύγειν· εἰ δέ ἐστιν, οὐκ ἔτι. Ὅρα γοῦν Ἰουδαίους πῶς ἀποστερεῖ συγγνώμης, λέγων· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Καὶ πάλιν ὁ Παῦλος· Ἀλλὰ λέγω, μὴ οὐκ ἤκουσαν; Μενοῦν γε εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Τότε γὰρ συγγνώμη ἐστὶν, ὅταν μηδεὶς ᾖ ὁ λέγων· ὅταν δὲ ὁ σκοπὸς κάθηται καὶ τοῦτο ἔχῃ ἔργον, οὐκ ἔτι συγγνώμη. Μᾶλλον δὲ οὐκ ἐβούλετο ὁ Χριστὸς εἰς ἐκείνας τὰς στήλας ἐνορᾷν ἡμᾶς μόνον, ἀλλὰ καὶ αὐτοὺς εἶναι στήλας. Ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς τῶν γραμμάτων τούτων κατεστήσαμεν, κἂν εἰς ἐκείνας ἴδωμεν. Καθάπερ γὰρ αἱ στῆλαι ἑτέροις ἀπειλοῦσιν, αὐταὶ δὲ οὐκ εἰσὶν ὑπεύθυνοι, ὥσπερ οὐδὲ οἱ νόμοι· οὕτω καὶ οἱ μακάριοι ἀπόστολοι. Καὶ ὅρα· οὐκ ἐν ἑνὶ τόπῳ ἡ στήλη ἕστηκεν αὕτη, ἀλλὰ πανταχοῦ περιφέρεται τὰ γράμματα. Κἂν εἰς Ἰνδοὺς ἀπέλθῃς, ἀκούσῃ τούτων· κἂν εἰς Ἱσπανίαν, κἂν πρὸς αὐτὰ τῆς γῆς τὰ τέρματα, οὐδεὶς ἀνήκοος τυγχάνει, πλὴν εἰ μὴ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν. Μὴ δὴ δυσχεραίνετε, ἀλλὰ προσέχετε τοῖς λεγομένοις· ἵνα δυνηθῆτε τῶν τῆς ἀρετῆς ἔργων ἐπιλαβέσθαι, καὶ τυχεῖν τῶν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.55 ΟΜΙΛΙΑ Sʹ. Ἄνδρες Ἰσραηλῖται, ἀκούσατέ μου τοὺς λόγους
τούτους. αʹ. Οὐκ ἔστι κολακεία τὸ ῥῆμα· ἀλλ' ἐπειδὴ καθήψατο αὐτῶν σφοδρῶς,
ἀνίησιν αὐτοὺς λοιπὸν, καὶ ἀναμιμνήσκει τοῦ ∆αυῒδ εὐκαίρως. Καὶ πάλιν ἀπὸ προοιμίου ἄρχεται· ἵνα μὴ θορυβηθῶσιν, ἐπειδὴ ἔμελλεν αὐτοὺς τοῦ Ἰησοῦ ἀναμιμνήσκειν. Ἀνωτέρω μὲν γὰρ οὐκ ἂν ἐθορυβήθησαν τοῦ προφήτου ἀκούοντες, τὸ δὲ ὄνομα τοῦ Ἰησοῦ εὐθέως ἂν αὐτοῖς προσέστη. Καὶ οὐκ εἶπεν, Πείσθητε, ἀλλὰ, Ἀκούσατε, ὅπερ ἦν ἀνεπαχθές. Καὶ ὅρα, πῶς οὐδὲν λέγει τῶν ὑψηλῶν, ἀλλ' ἀπὸ τῶν σφόδρα ταπεινῶν ἄρχεται. Ἰησοῦν, φησὶ, τὸν Ναζωραῖον. Εὐθέως τὴν πατρίδα λέγει, ἥπερ ἐδόκει εὐτελὴς εἶναι. Καὶ οὐδὲν μέγα τέως λέγει περὶ αὐτοῦ, οὐδὲ οἷον ἄν τις εἶπε περὶ προφήτου. Ἰησοῦν, φησὶ, τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς. Ὅρα, ποῖον ἦν τοῦτο μέγα, τὸ εἰπεῖν, ὅτι παρὰ τοῦ Θεοῦ ἀπεστάλη. Τοῦτο γὰρ ἄνω καὶ κάτω καὶ αὐτὸς ἐσπούδαζε καὶ Ἰωάννης καὶ οἱ ἀπόστολοι δεῖξαι. Ἄκουε γὰρ Ἰωάννου λέγοντος· Ἐκεῖνός μοι εἶπεν, ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐ 60.56 τὸν, οὗτός ἐστιν. Αὐτὸς δὲ ὁ Χριστὸς καὶ μεθ' ὑπερβολῆς τοῦτο ποιεῖ, λέγων· Ἀπ' ἐμαυτοῦ οὐκ ἦλθον, ἐκεῖνός με ἔπεμψε. Καὶ πανταχοῦ τῶν Γραφῶν τοῦτο μάλιστά ἐστι τὸ σπουδαζόμενον. ∆ιὰ τοῦτο καὶ ἅγιος οὗτος ὁ κορυφαῖος τοῦ μακαρίου χοροῦ, ὁ ἐραστὴς τοῦ Χριστοῦ, ὁ σφοδρὸς μαθητὴς, ὁ τὰς κλεῖς πιστευθεὶς τῶν οὐρανῶν, ὁ τὴν ἀποκάλυψιν δεξάμενος τὴν πνευματικὴν, καταστείλας αὐτοὺς τῷ φόβῳ, καὶ δείξας μεγάλων ἠξιωμένους, καὶ ποιήσας ἀξιοπίστους, τότε καὶ περὶ ἐκείνου διαλέγεται. Βαβαὶ, οἷον ἐτόλμησε μεταξὺ τῶν φονευσάντων εἰπεῖν, ὅτι ἀνέστη. Καὶ οὐ λέγει, ὅτι ἀνέστη εὐθέως, ἀλλ' ὅτι ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς ἥκει. Τοῦτο δὲ δῆλον οἷς ἐποίησεν. Οὐκέτι λέγει, ὅτι αὐτὸς, ἀλλ' ὅτι δι' αὐτοῦ ὁ Θεὸς, ἵνα μᾶλλον τῷ μετριάζειν ἐφελκύσηται, ἐφ' ᾧ αὐτοὺς, καὶ καλεῖ μάρτυρας, καί φησιν· Ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ Θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησε δι' αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς καὶ αὐτοὶ οἴδατε. Εἶτα ἐμπεσὼν εἰς τὸ τόλμημα αὐτῶν τὸ ἐναγὲς ἐκεῖνο, ὅρα πῶς πειρᾶται αὐτοὺς ἀπαλλάξαι τοῦ ἐγκλήματος· εἰ γὰρ καὶ ὡρισμένον ἦν, ὅμως ἀνδροφόνοι ἦσαν. Τοῦτον, φησὶ, τῇ ὡρισμένῃ βουλῇ 60.57 καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον