34
ἀπομετεωρίζεται· ἐν δὲ τῇ ἐναλλαγῇ καὶ τῷ ποικίλῳ τῆς ψαλμῳδίας καὶ τοῦ περὶ ἑκάστης ὥρας λόγου νεαροποιεῖται αὐτῆς ἡ ἐπιθυμία καὶ ἀνα καινίζεται τὸ νηφάλιον.
ΕΡΩΤΗΣΙΣ ΛΗʹ. ∆είξαντος ἱκανῶς τοῦ λόγου καὶ τὴν προσευ χὴν
ἀπαράλειπτον, καὶ τὸ ἐργάζεσθαι ἀναγ καῖον, ἀκόλουθον διδαχθῆναι ἡμᾶς ποῖαι τέ χναι τῷ ἐπαγγέλματι ἡμῶν ἁρμόζουσιν. ΑΠΟΚΡΙΣΙΣ. Ἰδικῶς μὲν ἀφορίσαι τέχνας τινὰς οὐκ εὔκολον, διὰ τὸ ἄλλας παρ' ἄλλοις ἐπιζητεῖσθαι κατὰ 31.1017 τὴν ἰδιότητα τῶν τόπων καὶ τὴν ἐπιτηδειότητα τῶν ἐν ἑκάστῃ χώρᾳ πραγματειῶν· κοινῷ δὲ λόγῳ τὴν ἐκλογὴν τούτων ὑποτυπώσασθαι δυνατὸν, ὅσαι τὸ εἰρηνικὸν καὶ τὸ ἀθόρυβον τῆς ζωῆς ἡμῶν συν τηροῦσι, μήτε πολλῆς πραγματείας εἰς τὸν πορισμὸν τῆς οἰκείας ὕλης δεόμεναι, μήτε πολλοῦ τοῦ ἀγῶνος πρὸς τὴν τῶν ἀπεργασθέντων διάπρασιν, μήτε ὅσαι συντυχίας ἡμῖν ἀνδρῶν ἢ γυναικῶν ἀπρεπεῖς ἢ βλα βερὰς προξενοῦσιν· ἀλλ' ἐν παντὶ σκοπὸν οἰκεῖον ἡμῖν προκεῖσθαι νομίζειν χρὴ τὴν λιτότητα, καὶ τὴν εὐτέλειαν, φεύγοντας τὸ ὑπηρετεῖν ἐπιθυμίαις ἀνθρώπων ἀνοήτοις καὶ βλαβεραῖς, διὰ τοῦ τὰ ἐπι ζητούμενα παρ' αὐτῶν ἐξεργάζεσθαι. Ἀλλ' ἐν μὲν τῇ ὑφαντικῇ, τὸ ἐμπολιτευόμενον τῇ συνηθείᾳ τοῦ βίου, οὐ τὸ πρὸς ἄγραν καὶ παγίδα τῶν νέων ὑπὸ τῶν ἀκολάστων ἐπινοούμενον, παραδεκτέον ἡμῖν. Ὁμοίως δὲ καὶ ἐπὶ σκυτοτομικῆς τοῖς τὰ ἀναγκαῖα τῆς χρείας ἐπιζητοῦσι διὰ τῆς τέχνης ὑπηρετήσωμεν. Οἰκοδομικὴ δὲ, καὶ τεκτονικὴ, καὶ χαλκευτικὴ, καὶ γεωργία, αὐταὶ μὲν καθ' ἑαυτὰς ἀναγκαῖαι τῷ βίῳ, καὶ πολὺ τὸ χρήσιμον παρεχόμεναι, καὶ τῷ οἰκείῳ λόγῳ οὐκ ἀπόβλητοι ἡμῖν· πλὴν ὅταν ποτὲ ἢ θορύ βους ἡμῖν ἐμποιῶσιν, ἢ τὸ ἡνωμένον τῆς ζωῆς τῶν ἀδελφῶν διασπῶσι, τότε αὐτὰς ἐξ ἀνάγκης ἐκκλίνωμεν· προτιμῶντες τὰς τέχνας τὰς διατηρού σας ἡμῖν τὴν ἀπερίσπαστον ζωὴν καὶ εὐπάρεδρον τῷ Κυρίῳ, καὶ μήτε καιροῦ ψαλμῳδίας, μήτε προσ ευχῆς, μήτε τῆς λοιπῆς εὐταξίας ἀφελκούσας τοὺς τῇ ἀσκήσει τῆς εὐσεβείας προσκαρτεροῦντας. Ἐπεὶ, ὅταν γε μηδὲν ὑπάρχῃ παρ' αὐτῶν εἰς τὴν προηγου μένην ζωὴν καταβλάπτεσθαι, πολλῶν εἰσι προτι μότεραι, καὶ μάλιστα ἡ γεωργία, αὐτόθεν ἔχουσα τῶν ἀναγκαίων τὸν πορισμὸν, καὶ τῆς ἐπὶ πολὺ πλάνης, καὶ ἄνω καὶ κάτω διαδρομῆς ῥυομένη τοὺς γεωργοῦντας, μόνον εἰ, καθ' ὃν εἴπομεν τρόπον, μήτε ἀπὸ γειτόνων μήτε ἀπὸ συνοίκων θορύβους ἡμῖν ἐπάγει καὶ ταραχάς.
ΕΡΩΤΗΣΙΣ ΛΘʹ. Πῶς χρὴ ποιεῖσθαι τῶν ἐκ τῆς ἐργασίας τὴν διά πρασιν, καὶ
πῶς ἀποδημεῖν ΑΠΟΚΡΙΣΙΣ. Χρὴ δὲ σπουδάζειν καὶ τὰ ἐκ τῶν ἐργασιῶν μὴ μακράν που διατίθεσθαι, μήτε δημοσιεύειν ἑαυ τοὺς τῆς πράσεως ἕνεκεν. Εὐπρεπεστέρα γὰρ ἡ ἐφ' ἑνὸς τόπου διαγωγὴ, καὶ ὠφελιμωτέρα πρός τε τὴν οἰκοδομὴν ἀλλήλων καὶ ἀκριβῆ συντήρησιν τοῦ καθ' ἡμέραν βίου, ὥστε αἱρεῖσθαι μᾶλλον καὶ ὑφαι ρεῖν τι τῆς ἀξίας, ἢ ὑπὲρ ὀλίγου κέρδους ὑπερ 31.1020 ορίους ἀποδημεῖν. Ἐὰν δὲ τοῦτο ἀδύνατον ἡ πεῖρα δείξῃ, ἐκλέγεσθαι καὶ τόπους καὶ πόλεις ἀνδρῶν εὐ λαβῶν, ὡς μὴ ἄκαρπον ἡμῖν τὴν ἀποδημίαν γίνε σθαι, καὶ ἐν ταῖς ἀποδεδειγμέναις πανηγύρεσι πλείο νας ὁμοῦ συνδραμεῖν τῶν ἀδελφῶν, ἕκαστον τὰ ἐκ τῆς οἰκείας ἐργασίας ἐπιφερόμενον. Καὶ κοινὴν μὲν τὴν ἀποδημίαν στέλλεσθαι, ὡς καὶ τὴν ὁδὸν μετὰ ψαλμῶν καὶ προσευχῶν καὶ τῆς ἐν ἀλλήλοις οἰκοδομῆς ἐκτελεῖν· καὶ ἐπὶ τὸν τόπον δὲ γενο μένους, τὰς αὐτὰς αἱρεῖσθαι καταγωγὰς τῆς τε ἀλ λήλων φυλακῆς ἕνεκεν, καὶ τοῦ μηδένα καιρὸν προσ ευχῆς, μήτε ἡμερινὸν μήτε νυκτερινὸν, ἡμᾶς δια φεύγειν, καὶ τὰς τῶν δυσσυναλλάκτων καὶ πλεον εκτικῶν συντυχίας ἀβλαβέστερον διαβῆναι μετὰ πλειόνων ὄντα ἢ καθ' ἑαυτόν. Παραιτοῦνται γὰρ πολλοὺς ἔχειν τὰς ἀδικίας μάρτυρας καὶ οἱ βιαιό τατοι.