1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

34

ποιήσασα. Τί λοιπόν, ἢ Θεοῦ δεηθῆναι καὶ τὴν σὴν ἱκετεῦσαι φιλανθρωπίαν; τοῦ μέν, ἐπὶ νοῦν ἀγαγεῖν σοι τὰ χρηστότερα· τὴν δέ, μὴ τραχέως ἀποπέμψασθαι τὴν ἡμετέραν πρεσβείαν, 105.2 ἀλλ' ἡμέρως δέξασθαι τὸν ἄθλιον Παῦλον, ὃν ὑπὸ χεῖρας ἤγαγεν ἡ δίκη τὰς σὰς ἴσως ἵνα σε λαμπρότερον ἐργάσηται τῷ μεγέθει τῆς ἡμερότητος, καὶ τὰς ἡμετέρας εὐχάς-εἴ τινές εἰσι-τῇ σῇ προξενήσῃ φιλανθρωπίᾳ. 106.Τ ΤΩΙ ΑΥΤΩΙ 106.1 Ἰδού σοι καὶ ἄλλη γραμμάτων ὑπόθεσις, ἃς σὺ ποιεῖς, εἰ χρὴ τἀληθῆ λέγειν, τῷ τιμᾶν προκαλούμενος. Ἰδού σοι καὶ ἄλλος ἱκέτης φόβου δέσμιος οὗτος, ὁ συγγε νὴς ἡμῶν Εὐστράτιος, ὃς μεθ' ἡμῶν καὶ δι' ἡμῶν προσ πίπτει τῇ σῇ ἀγαθότητι, 106.2 οὔτε διαπαντὸς ἀφηνιάζειν τῆς σῆς ἀρχῆς ἀνεχόμενος, εἰ καὶ φόβος δίκαιος αὐτὸν διεπτόησεν, οὔτε δι' ἄλλου σοι προσπεσεῖν ἢ δι' ἡμῶν αἱρούμενος, ἵνα καὶ σεμνοτέραν ἑαυτῷ ποιήσῃ τὴν φιλαν θρωπίαν, τοιούτοις πρεσβευταῖς χρώμενος οὕς, εἰ μή τι ἄλλο, αὐτὸς μεγάλους ποιεῖς, οὕτω τὰς παρακλήσεις δεχόμενος. 106.3 Ἓν καὶ σύντομον φθέγξομαι. Τὰς μὲν ἄλλας πρώτας χάριτας ἐδίδους ἡμῖν, ταύτην δὲ τῇ σεαυτοῦ κρίσει δώσεις· ἐπειδὴ ἅπαξ ὥρμησας παραμυθεῖσθαι τὸ γῆρας ἡμῶν καὶ τὴν ἀσθένειαν ταῖς τοιαύταις τιμαῖς. Προσθήσω δὲ ὅτι καὶ τὸ Θεῖον ἀεὶ σεαυτῷ ποιεῖς εὐμενέσ τερον. 107.Τ ΚΛΗ∆ΟΝΙΩΙ 107.1 Ἐρωτᾷς τί βούλεται ἡμῖν ἡ σιγή; Βούλεται λόγου μέτρα καὶ σιωπῆς. Ὁ γὰρ τοῦ παντὸς κρατήσας ῥᾷον κρατήσει τοῦ μέρους· πρὸς δὲ καὶ θυμὸν ἡμεροῖ μὴ λαλούμενον, ἀλλ' ἐν ἑαυτῷ δαπανώμενον. 108.Τ ΤΩΙ ΑΥΤΩΙ 108.1 Σιωπῶμεν τῷ λόγῳ, τὸ λαλεῖν ἃ χρὴ διδασκόμενοι, καὶ τῶν παθῶν ἐπικρατεῖν γυμναζόμεθα. Εἰ μέν τις δέχεται τοῦτο, καλῶς· εἰ δὲ μή, καὶ τοῦτο κέρδος τῆς σιωπῆς, τὸ τοῖς πολλοῖς μηδὲ ἀποκρίνεσθαι. 109.Τ ΤΩΙ ΑΥΤΩΙ 109.1 Οὐ κωλύω τὴν συντυχίαν· εἰ γὰρ καὶ ἡ γλῶττα σιγᾷ, τά γε ὦτα τοῖς σοῖς λόγοις ἡδέως παρέξομεν, ἐπειδὴ τοῦ λαλεῖν ἃ χρὴ τὸ ἀκούειν οὐκ ἀτιμότερον. 110.Τ ΠΑΛΛΑ∆ΙΩΙ 110.2 Καινὸς τῆς νουθεσίας ὁ τρόπος· ἐπειδὴ γὰρ λαλῶν οὐκ ἐπεῖχον τὰς γλώσσας τῇ σιωπῇ τὸ σιγᾶν ἐδίδαξα, τῷ ὁμοίῳ τὸ ὅμοιον ἐκπαιδεύων. Οὗτος καὶ Χριστοῦ νόμος· ἐπειδὴ νομοθετῶν ἡμῖν οὐκ ἐκάθηρεν, ἡμεροῖ τῷ ἀνθρωπίνῳ τὸν ἄνθρωπον κατὰ τὴν μεγάλην αὐτοῦ τῆς περὶ ἡμᾶς οἰκονομίας φιλανθρωπίαν.

111.Τ ΕΥΓΕΝΙΩΙ 111.1 Σὺ φιλοσοφεῖς τὴν ἐρημίαν καὶ τὴν ἄμετρον οὕτω

νηστείαν, ἐγὼ δὲ τὴν σιωπήν. Μεταδῶμεν ἀλλήλοις τοῦ χαρίσματος· ἐπειδὰν δὲ εἰς ἓν γενώμεθα, κοινῇ τὸν Θεὸν ᾀσόμεθα, καρποφοροῦντες ὥσπερ εὔλογον σιωπήν, οὕτω καὶ λόγον ἔνθεον. 112.Τ ΚΕΛΕΥΣΙΩΙ 112.1 Εἰσεδεξάμην σε καὶ σιωπῶν, ἵνα μάθῃς καὶ σιωπῆς λόγον τῇ γραφίδι λαλούμενον. Λαλήσω δὲ ἃ πρέπει φιλίᾳ καὶ τοιούτῳ καιρῷ. Παρανομεῖς, ὁ δικαστής, οὐ νηστεύων· καὶ πῶς φυλάξεις τοὺς ἀνθρωπίνους νόμους, τοὺς θείους περιφρονῶν; 112.2 Κάθαρόν σου τὸ δικαστή ριον, ἵνα μὴ δυοῖν ἕν, ἢ γίνῃ κακός, ἢ νομίζῃ. Τὸ προτι θέναι θέας αἰσχρὰς ἑαυτόν ἐστι θεατρίζειν. Κεφάλαιον τοῦ λόγου, ἴσθι κρινόμενος, ὁ κριτής, καὶ ἧττον ἁμαρτή σεις. Τούτων οὐδὲν εἶχόν σοι παρασχεῖν ἄμεινον. 113.Τ ΤΩΙ ΑΥΤΩΙ 113.1 Μὴ κρῖνέ με σιγῶντα, οὐδὲ γὰρ ἐγὼ σὲ φθεγγόμενον, ὃ περὶ τῶν βρωμάτων ὁ Παῦλος ἐνομοθέτησεν. Εἰ δὲ κρίνεις, φοβοῦ τὴν γλῶσσαν, μὴ κατὰ σοῦ κινηθῇ πρῶτον, εἴ σε λάβοι τοῦ σιωπᾶν ἄξιον. 114.Τ ΤΩΙ ΑΥΤΩΙ 114.1 Ἐπειδή μοι τὴν σιωπὴν ἐγκαλεῖς καὶ τὴν ἀγροικίαν, ὦ λάλε καὶ ἀστικέ, φέρε σοι διαμυθολογήσω μῦθον οὐκ ἄμουσον, εἴ πως, ἀλλὰ ταύτῃ γε, δυναίμην ἐπισχεῖν σε τῆς φλυαρίας. 114.2 Ἐπέσκωπτον αἱ χελιδόνες τῶν κύκνων τὸ μὴ ἐθέλειν ὁμιλεῖν τοῖς ἀνθρώποις μήτε δημοσιεύειν τὴν μουσικήν, ἀλλ' ἀμφὶ τοὺς λειμῶνας διάγειν καὶ τοὺς ποταμούς, καὶ τὴν ἐρημίαν ἀσπάζεσθαι, καὶ βραχέα μὲν ᾄδειν, ἃ δὲ καὶ ᾄδοιεν ᾄδειν ἐν σφίσιν αὐτοῖς, ὥσπερ αἰσχυνουμένους τὴν μουσικήν. 114.3 «Ἡμῶν δέ, ἔφασαν, αἱ πόλεις καὶ οἱ ἄνθρωποι καὶ οἱ θάλαμοι, καὶ περιλα λοῦμεν τοῖς ἀνθρώποις καὶ τὰ ἡμέτερα διηγούμεθα,